Παρακλητικός Κανόνας Αγίου Λουκά Συμφερουπόλεως
Παρακλητικός Κανόνας Αγίου Λουκά Συμφερουπόλεως

Παρακλητικός Κανόνας Αγίου Λουκά Συμφερουπόλεως

Παρακλητικός Κανόνας Αγίου Λουκά Συμφερουπόλεως του Ιατρού

Ὁ ἱερεύς, Εὐλογητός ὁ Θεός ἡμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων

Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142

Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία Σου, εισάκουσόν μου εν τη δικαιοσύνη Σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου Σου, ότι ου δικαιωθήσεται ενώπιόν Σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος, και ηκηδίασεν επ’εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις Σου, εν ποιήμασιν των χειρών Σου εμελέτων. Διεπέτασα προς Σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός Σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν Σου απ’εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός Σου, ότι επί Σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς Σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς Σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά Σου, ότι Συ ει ο Θεός μου. Το πνεύμα Σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός Σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη Σου, εξάξεις εκ θλίψεως την ψυχήν μου. Και εν τω ελέει Σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος Σου ειμί.

Ἦχος δ΄

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Ἦχος δ’. Ὁ ὑψωθείς.

Ως Ιεράρχης του Χριστού αιγληφόρος, και ιατρός τωνασθενούντων μερόπων και πρεσβευτής Λουκά προς τον Φιλάνθρωπον, τους επιζητούντας σου την θεόσδοτον χάριν, μη ελλείπεις άγιε από πάσης ανάγκης και χαλεπών του βίου αναγκών διαφυλάττων ταις θείαις πρεσβείαις σου.

Δόξα. Τὸ αὐτό.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους, Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοὺ σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

ΨΑΛΜΟΣ Ν’ (50).

 Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα˙ όπως αν δικαιωθής εν τοις λόγοις σου και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας· τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι· πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το πνεύμα σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν· ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφορά και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας

Ἁγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λουκά αρχιθύτα τον Ιησούν, πάντοτε δυσώπει υπέρ πάντων υμών λιταίς ,νόσων λυτρωθήναι δυσιάτων, και δυσπραγίας του βίου πανόβλιε .

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ορμάς τας άτακτους των ηδονών, Λουκά και εννοίας, ψυχοφθόρους των γεηρών, τη ση προστασία Ιεράρχα, εκ της ψυχής μου ανάσπασον πρόρριζον.

Δόξα Πατρὶ.

Υφερπων δολίως ο πονηρός, προσβάλλει με όντως αρρωστήμασι τοις δεινοίς ,αλλʹ ως θεοκίνητος ακέστωρ, την ιατρείαν Λουκά δος μοι τάχιστα.

Καὶ νῦν.

Καμάτου του σώματος και ψυχής, τους δούλους σου μήτε, ελευθέρωσον σαις λιταίς και χάρισε πάσιν την ελπίδα του πλατυσμού και ανέσεως δέσποινα.

Ὠδὴ γ’.Οὐρανίας ἁψίδος

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Απορρήτως την χάριν, τα σα οστά δίδωσι, τοις προσερχομένοις εν πίστει, ταύτα ασπασασθαι εν Σαγματα τη μονή, και εν τη χώρα Ρωσίας, ως πηγή αείρροος, Λουκά αοίδιμε.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ιαθήναι λιταις σου ,παρακαλώ άγιε , εκ της ταραχής του νοός μου και της δειλίας μου, συ γαρ ως εύτολμος εν τοις καιροις τοις εσχατοις, Χριστού την αλήθεια, Λουκά εκήρυξας.

Δόξα Πατρὶ

Αρχιθύτης υπάρχων, εν ουρανώ έπαρον, τας σεπτάς σου χείρας θεόφρον, προς τον Φιλάνθρωπο, απαλλαγήναι με, αμπλακημάτων παντοίων, ως αν την σωτήριον, τρίβον πορεύσομαι.

Καὶ νῦν

Tας συμβάσεις του βίου και δυσμενή σκάνδαλα, τας επιφοράς του βελίαρ και μηχανήματα γήινων θέλγητρα και των ματαίων ορέξεις αφʹ ημών αποστησον Παντοβασίλισσα.

Διάσωσον ω Ιεράρχα Λουκά τους σε ανυμνούντας εκ κνδύνων και πονηρών καταστάσεων και εκ των νόσων κατʹ αμφω σημειοφόρε.

Ἐπίβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἴτα μνημονεύει ὁ ἱερεύς, δι’ οὖς ἡ Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ· Κύριε ἐλέησον, ιε΄.

Μετά δέ τήν εκφώνησιν, τό ἐπόμενον·

Κάθισμα.Ἦχος β’. Πρεσβεία θερμή.

Εν χρόνοις τοις νύν, Λουκά Αρχιεπίσκοπε, εφάνης πιστοις παραμυθια άφατος διο μη παύση άγιε συντηρών προμηθεία τη κρείττονι, ως παρρησίαν σχών εν ουρανώ, τους πόθω φωνούντας το σον όνομα.

Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ρίζαν έκοψον Άγιε της δαιμονικής σαφώς αθεότητος και Λουκά προς αγαθότητα ιθυνας ψυχάς των ανυμνουντων σε. 

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Επι σοι τας ελπίδας μου έχων Ιεράρχα σεβασμιώτατε, νυσταγνόν της ραθυμίας μου, στήσαι ο φιλόυλος εφίεμαι.

Δόξα Πατρὶ

Τω φλογμώ παραβασεων και ασεβημάτων Λουκά Επίσκοπε εκτακεισαν την καρδίαν μου δρόσισον ρανίσι του ελέους σου. 

Καὶ νῦν

Ο υπάρχων αχώρητος και πληρών τα πάντα Θεός εχώρησεν εν τη μήτρα σου Πανάμωμε ον υπέρ ημών αει ικέτευε.

Ὠδὴ ε’. Φώτισον ἡμᾶς.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ύψωσον Λουκά προς την άνωθεν λαμπρότητα τα νοσηματα ημων των εμπαθών διαλύων αμαρτίας τα φαντάσματα.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Στόνον των ψυχών και σωματων τα αλγηματα Ιεράρχαζωηφόροις σου λιταις μη ελλιπης ιατρεύσαι των τιμωντων σε. 

Δόξα Πατρὶ

Νυν εν Σαγματά τας μερίδας των λειψάνων σου οι μονάζοντες κατέχοντας Λουκά τοις ευχαίς εκζητούσι την ειρήνευσιν.

Καὶ νῦν

Όν υπερφυώς Θεοτόκε απεκύησας δυσωπουσα μη ελλιπης εσαει εκλυτρώσασθε ημάς εξ απογνώσεως.

Ὠδὴ στ’. Τὴν δέησιν.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Συστήματα πονηρων εκύκλωσαν τας ψυχας ημων Λουκά Ιεράρχα και σαρκικων τα αμέτρητα πάθη προς ακρασίας τον λάκκον καθελκουσι ημας τους κραζοντας προς σε εκ φθορας τους ικετας σου λυτρωσον.

Ἁγία του Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Οδήγησον προς λιμενα ευδιον Ιεράρχα του Χριστού τους πεσόντας εν κλυδωνίω της ζάλης του βίου και εν αβύσσω παγιδων του οφεως ως κεκτημενος προς Θεόν την καλην παρησίαν πανεύφημε.

Δόξα Πατρὶ

Υπαρχων τωνλογισμών αναπλεως Ιεραρχα πολυφρόντιδος βιου και μερίμνων καθʹ εκάστην ο τάλας εν ηδοναίς ψυχοφθόροις του σώματος εκ βαθους αίρω την φωνήν προς το θείον με φως καθοδηγησον.

Καὶ νῦν

Νυν βαρει των εμπαθών πταισμάτων μου καλυφθησα η καρδία μου σθενει, και μη τολμών ατενίσαι προς ύψος του ουρανού Θεοτόκε ο άσωτος αιτούμαι αφεσιν κακών πανσενει σου πρεσβεία Θεόνυμφε.

Διάσωσον ω Ιεράρχα Λουκά τους σε ανυμνούντας εκ κινδύνων και πονηρών καταστάσεων και εκ των νόσων κατʹ άμφω σημαιοφόρε.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Εἴτα μνημονεύει ὁ ἱερεύς, ὡς δεδήλωται.

Μετά δέ τήν εκφώνησιν,
τό Κοντάκιον.

Ἦχος β’. Τοις των αιμάτων σου.

Ως Ιεράρχης Λουκά αξιάγαστε Συμφερουπόλεως πασης οπροεδρος τοις προσιούσιν εν πίστει τη λάρνακα των σων λειψάνων αγίασον χαριτι παρέχων κατʹ άμφω την ίασιν.

Τὸ Προκείμενον.

Δίκαιος ως φοίνιξ ανθήσει, και ωσεί κέδρος η εν τω Λιβάνω πληθυνθήσεται.

Στίχ. Πεφυτευμένος εν τω Οίκω Κυρίου, εν ταις αυλαίς του Θεού ημών εξανθήσουσιν.

ΕΥΑΓΓΕΛΙΟΝ

Ἐκ τοῦ κατά Λουκάν.
(Κεφ. στ’, 17‐19, θ΄, 1‐2, ι΄, 16‐21 ).

ύναμιν και εξουσίαν επί πάντα τα δαιμόνια, και νόσους θεραπεύειν. Και απέστειλέν αυτούς κηρύσειν την βασιλείαν του Θεού, και ιάσθαι τους ασθενούντας. Και έλεγεν αυτοίς. Ο ακούν υμών , εμού ακούει∙ και ο αθετών υμάς, εμέ αθετεί∙ ο δε εμέ αθετών , αθετεί τον αποστείλαντά με. Υπέστρεψαν δε οι εβδομήκοντα μετά χαράς , λέγοντες. Κύριε, και τα δαιμόνια υποτάσσεται ημίν εν τω ονόματί σου. Είπε δε αυτοίς. Εθεώρουν τον Σατανάν ως αστραπήν εκ του ουρανού πεσόντα. Ιδού δίδωμι υμίν την εξουσίαν του πατείν επάνω όφεων και σκορπίνων , και επί πάσαν την δύναμιν του εχθρού , και υμάς ου μη αδικήση. Πλήν εν τούτω μη χαίρετε, ότι τα πεύματα υμίν υποτάσσεται∙ χαίρετε δε μάλλον , ότι τα ονόματα υμών εγράφη εν τοίς ουρανοίς. Εν αυτή τη ώρα ηγαλιάσατο τω Πνεύματι ο Ιησούς , και είπεν∙ Εξομολογούμαι σοι, Πάτερ, Κύριε του ουρανού και της γης, ότι απέκρυψας ταύτα από σοφών και συνετών, και απεκάλλυψας αυτά νηπίοις∙ ναι, ο Πατήρ, ότι ούτως εγένετο ευδοκία έμπροσθεν σου.

Δόξα. Ἦχος β’.

Ταις του Ιεράρχου, πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Άγιε Ανάργυρε Ρωσίας πάσης το κλέος της Συμφερουπόλεως ένδοξε διδάσκαλε και Επίσκοπε τας δεινάς μάστιγας των αρρωστηματων πυρετών τε και τα τραύματα των προσιοντων σοι ίασαι Λουκά τω ελέει σου και ταις ικετηρίαις προς τον σον Φιλάνθρωπον Κύριον. Πάντιμε ακέστορ ελπις κεκμηκότων αρραγής μη επιλάθη δωρήσασθε πάσι τα ευφρόσυνα.

Ὁ ἱερεύς· Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

Ὁ λαός· Κύριε, ἐλέησον ιβ´.

Ὁ ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς.

Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τη ση σκέπη προστρέχω Ιεράρχα αιτούμενος την καρδιάν μου την γεμουσαν ακάνθας της υπερηφανίας και δαιμόνων θρασύτητος αποκαθάραι ταις σαις εντεύξεσι Λουκά μου.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Αγιώτατε Πάτερ νοητών Αιθιόπων και κακοτρόπων βροτών συμβασως αλόγου και της κακοπραγίας ανωτέρους συντήρησον τους εξαιτούντας Λουκά την σην επικουρίαν.

Δόξα Πατρὶ.

Στηριγμόν εν τη θλίψει εν πελάγει του βίου του Σαγματά η μονή τα λείψανα σου πατερ κατεχουσα το θαρσος καθʹ εκαστην αρύεται. Ίνα προς πλάτος χαρας της όντως καταντήση.

Καὶ νῦν.

Ιησού τας αγκάλας της θερμής σου αγάπης και θυμηδίας ομού υπάνοιξον μοι Σώτερ λιταίς της σης τεκούσης ίνα ψάλλω γηθόμενος ο των Πατέρων ημων Θεός ευλογητός ει.

Ὠδὴ η’. Τὸν βασιλέα.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ατρέμας Πάτερ προ των βημάτων αθέων ωμολόγησας Χριστόν Εσταυρωμένον ον μη διαλίπης υπέρ ημών λιτάζων.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σοφίας μάκαρ της θεικής ων δοχείον τον θυμόν και ταραχώδεις εννοήσεις θραύσον της ψυχής μου Λουκά σημειοφόρε.

Δόξα Πατρὶ

Άγιε λύσον της ταλαιπώρου ψυχής μου και του σώματος τους πονους και οδύνας, συ γαρ, Αρχιθύτης τυγχάνεις και ακέστωρ.

Καὶ νῦν

Ισχύς η όντως και η ελπίς και το φάος ,η παράκλησης και ίαμα κατʹ άμφω Δέσποινα υπάρχεις ημών των ορθοδόξων.

Ὠδὴ θ’. Κυρίως θεοτόκον.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ιάτρευσον τας νόσους των ψυχοπασχόντων και αλγουμένων Λουκά υπέρ έννοιαν διευθετών τας εννοίας αυτών μακάριε.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ως μέλισσα ετρύγεις την σοφίαν πάσσαν επί της γης Ιεράρχα αοίδιμε διο νοός μοου απέλασον την σκοτόμαιναν.

Δόξα Πατρὶ

Ηδέως οι Πατέρες μάνδρας Σαγματίου τα σα οστά ως μαργάρους κατέχοντες επιζητούσιν θεόφρον την σην αντίληψιν.

Καὶ νῦν

Λαόν των ορθοδόξων φύλαττε εκ λύκων αιρετικών Παναγία Πανύμνητε αποκαλύπτουσα πάσαν αυτών κακότητα.

Καὶ εὐθὺς τό Ἄξιόν ἐστιν,
καί τά παρόντα Μεγαλυνάρια.

Χαίροις επισκόπων ο κοινωνός της Ρωσίας πάσης ο θεόσοφος ιιατρός χαίροις της Κριμαίας ο θείος ποιμενάρχης Λουκά των Ορθοδόξων ο νέος άγιος.

Έχων την σοφίαν παρά Θεού των νενοσηκότων εθεράπευες τα δεινά και τους πεπτοκότας εν λάκκω των αθέων τη ση δυνάμει Πάτερ Λουκά εξήρπασας.

Πάντα τα ονείδη δια Χριστόν, φύλακας διώξεις και αικίας σωματικάς σκύβαλα ηγήσω και έφερες γενναίως Λουκά σημειοφόρε και ακατάβλητε.

Θαύματα τεράστια τω λαώ η σεπτή σωρρός σου εν Ρωσία επιτελεʹι, και εν Σαγματίω, εκ ταύτης αι μερίδες εκβλύζουσιν ιάσεις Λουκά τοις πάσχουσι.

Ηύγασας ως ήλιος παμφαής εν Συμφερουπόλει τας χορείας των ευσεβών και της αθεΐας εμείωσας το σκότος, εν χώρα της Ρωσίας Λουκά αοίδιμε.

Μάνδρα των θρεμμάτων των λογικών εν τω Σαγματίω ταις πρεσβείαις σου προς Χριστόν φύλαττε θεόφρων εκ πάσης κακουργίας δαιμόνων των εχθίστων Λουκά πανάριστε.

Πάσαι των αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Τρισάγιον· Παναγία Τριάς, Πάτερ ἡμῶν· Ὅτι Σοῦ ἐστιν.

Εἶτα τὸ παρόν Ἀπολυτίκιον.

Ήχος πλ. αʹ. Τον συνάναρχον λόγον.

Ιατρόν και ποιμένα, Λουκά τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Αρχιερέα λαμπρόν, τον βαστάσαντα Χριστού τα θεία στίγματα, τας εξορίας, τα δεινά, εγκλεισμούς εν φυλακαίς, τας θλίψεις και τα ονείδη, τον επʹ εσχάτων φανέντα, εν τη Ρωσία νέον Άγιον.

Ὁ ἱερεύς μνημονεύει·

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κ.τ.λ.

Είτα ποιεῖ τήν Ἀπόλυσιν.

Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, ψάλλονται τὰ παρόντα·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάτερ Ιεράρχα του Χριστού, ένδοξε Λουκά μη κατόκνει, επιστασίαις σου, εν ποικίλαις θλίψεσι και περιστάσεσι, συντηρών τον φιλόχριστον λαόν του Κυρίου, τον επικαλούμενον εν ευλαβεία πολλή, όνομα το σον θεοφόρε, και υμνολογούντα ενθέως, θαύματα και βίον σου τον άγιον.

Δέσποινα πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.