Ιωνάς
Ιωνάς

Ιωνάς

Ιωνάς

Το ανάγνωσμα του Ιωνά, διαβάζεται το πρωί του Μεγάλου Σαββάτου

1ο Κεφάλαιο

1 Και ἐγένετο λόγος Κυρίου πρὸς ᾿Ιωνᾶν τὸν τοῦ ᾿Αμαθὶ λέγων·

1 Καὶ κατέφθασε λόγος Κυρίου πρὸς Ἰωνᾶν, τὸν υἱὸν τοῦ Ἀμαθί, ὁ ὁποῖος λόγος ἔλεγε:

2 ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με.

2 «Σήκω καὶ πήγαινε εἰς τὴν Νινευῆ, ποὺ εἶναι πόλις μεγάλη, καὶ κήρυξε εἰς αὐτήν, διότι ἡ κακία της βουΐζει τόσον πολύ, ὥστε ἀνέβη ἡ κραυγὴ καὶ ἡ βοή της μέχρις ἐμοῦ εἰς τοὺς οὐρανούς».

3 καὶ ἀνέστη ᾿Ιωνᾶς τοῦ φυγεῖν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου καὶ κατέβη εἰς ᾿Ιόππην καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσὶς καὶ ἔδωκε τὸν ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ᾿ αὐτῶν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου.

3 Καὶ ἐσηκωθη ὁ Ἰωνᾶς μὲ τὴν ἀπόφασιν νὰ φύγῃ εἰς τὴν πόλιν τῆς Ἰσπανίας Θαρσὶς μακρὰν ἀπὸ τὰ Ἱεροσόλυμα, ὅπου εἰδικῶς καὶ κατ’ ἐξοχὴν ὁ Κύριος ἐφανέρωνε τὴν δόξαν καὶ τὸ μεγαλεῖον τοῦ προσώπου του. Καὶ κατέβη εἰς τὴν Ἰόππην καὶ εὗρε πλοῖον, ποὺ θὰ ἀπέπλεεν εἰς Θαρσίς, καὶ ἔδωκε τὸν ναῦλον τοῦ ταξιδίου καὶ ἀνέβη εἰς τὸ πλοῖον τοῦτο διὰ νὰ ἔλθῃ μαζὶ μὲ αὐτούς, ποὺ ἦσαν ἐντὸς αὐτοῦ, εἰς Θαρσὶς μακρὰν ἀπὸ τὸ πρόσωπον τοῦ Κυρίου.

4 καὶ Κύριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦ συντριβῆναι.

4 Καὶ ὁ Κύριος ἐσήκωσε δυνατὸν ἀέρα εἰς τὴν θάλασσαν καὶ ἔγινε μεγάλη τρικυμία μέσα εἰς τὴν θάλασσαν καὶ τὸ πλοῖον ἐκινδύνευε νὰ συντριβῇ.

5 καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόησαν ἕκαστος πρὸς τὸ θεὸν αὐτοῦ καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ᾿ αὐτῶν. ᾿Ιωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδε καὶ ἔρρεγχε.

5 Καὶ ἦτο τόσον ἰσχυρὰ ἡ τρικυμία, ὥστε καὶ αὐτοὶ οἱ ἔμπειροι εἰς τὸ ἐπάγγελμα τοῦ ναύτου ἐφοβήθησαν ὅτι θὰ ἐπνίγοντο, καὶ μὲ φωνὰς ἰσχυρὰς ἐφώναζαν, παρακαλοῦντες ἕκαστος ἐκεῖνον, τὸν ὁποῖον ἐπίστευεν ὡς θέον του· καὶ οἱ ναυτικοὶ ἔρριψαν ἔξω ἀπὸ τὸ πλοῖον εἰς τὴν θάλασσαν τὰ ἔπιπλα καὶ τὸ φορτίον, ποὺ ὑπῆρχαν εἰς τὸ πλοῖον, διὰ νὰ ἐλαφρωθῇ τοῦτο ἀπὸ αὐτά· ὁ δὲ Ἰωνᾶς, ἅμα εἰσῆλθεν εἰς τὸ πλοῖον, κατέβη εἰς τὸ κύτος του καὶ ἐκοιμᾶτο καὶ ἐροχάλιζε.

6 καὶ προσῆλθε πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ· τί σὺ ρέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν Θεόν σου, ὅπως διασώσῃ ὁ Θεὸς ἡμᾶς καὶ οὐ μὴ ἀπολώμεθα.

6 Καὶ τὸν ἐπλησίασεν ὁ ἀπὸ τῆς πρώρας τοῦ πλοίου διὰ τοῦ πηδαλίου κατευθύνων αὐτὸ πλοίαρχος καὶ τοῦ εἶπε: «Τί κάνεις αὐτοῦ; Τὸ πλοῖον κινδυνεύει καὶ σὺ κοιμᾶσαι βαθιά; Σήκω καὶ παρακάλει τὸν Θεόν σου, διὰ νὰ μᾶς διασώσῃ ὁ Θεὸς καὶ να μὴ χαθῶμεν».

7 καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν; καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ ᾿Ιωνᾶν.

7 Καὶ εἶπεν ὁ καθένας των εἰς τὸν διπλανόν του: «Ἐμπρὸς ἂς ρίψωμεν κλήρους καὶ ἔτσι ἂς μάθωμεν ἕνεκα ποίου συμβαίνει τὸ κακὸν αὐτὸ εἰς ἠμᾶς». Καὶ ἔρριψαν κλήρους καὶ ὁ κλῆρος ἔπεσεν εἰς τὸν Ἰωνᾶν.

8 καὶ εἶπον πρὸς αὐτόν· ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν; τίς σου ἡ ἐργασία ἐστί; καὶ πόθεν ἔρχῃ, καὶ τοῦ πορεύῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ;

8 Καὶ εἶπαν τότε εἰς αὐτόν: «Εἰπέ μας καθαρὰ διὰ ποῖον λόγον αὐτὸ τὸ κακὸν συνέβη καὶ γίνεται εἰς ἠμᾶς· ποία εἶναι ἡ ἐργασία καὶ τὸ ἐπάγγελμά σου; Ἀπὸ ποὺ ἔρχεσαι καὶ ποὺ πηγαίνεις; Καὶ ἀπὸ ποίαν χώραν καὶ ἀπὸ ποῖον λαὸν εἶσαι σύ;»

9 καὶ εἶπε πρὸς αὐτούς· δοῦλος Κυρίου εἰμὶ ἐγὼ καὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν.

9 Καὶ ὁ Ἰωνᾶς εἶπε πρὸς αὐτούς: «Δοῦλος ὑπηρετῶν ἐν ἱερᾷ διακονίᾳ τὸν Κύριον εἶμαι ἐγὼ καὶ τὸν Κύριον καὶ Θεὸν τοῦ οὐρανοῦ ἐγὼ φοβοῦμαι καὶ λατρεύω, ὁ ὁποῖος ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηρὰν καὶ ὁ ὁποῖος ὡς κύριος ἀμφοτέρων κάμνει καὶ εἰς τὴν ξηρὰν καὶ εἰς τὴν θάλασσαν ὅ,τι Αὐτὸς θέλει».

10 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπον πρὸς αὐτόν· τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες, ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.

10 Καὶ ἐφοβήθησαν πάρα πολὺ οἱ ἄνδρες, ὅταν ἐπληροφορήθησαν ὅτι ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάσσης ἦτο ὠργισμένος κατὰ τοῦ Ἰωνᾶ. Καὶ εἶπαν πρὸς αὐτόν:«Διατὶ ἔκαμες τὴν ἀπείθειαν αὐτὴν καὶ ἀπεπειράθης νὰ φύγῃς ἀπὸ τὸ πρόσωπον τοῦ Θεοῦ;» Διότι ἔλαβον γνῶσιν οἱ ἄνδρες ὅτι ὁ Ἰωνᾶς ἔφυγεν ἀπὸ τὸ πρόσωπον τοῦ Κυρίου, διότι οὗτος τὸ εἶχεν εἴπει εἰς αὐτούς.

11 καὶ εἶπον πρὸς αὐτόν· τί ποιήσομέν σοι καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρε μᾶλλον κλύδωνα.

11 Καὶ εἶπαν πρὸς αὐτόν: Τί νὰ σοῦ κάμωμεν, ὥστε νὰ ἠσυχάσῃ ἡ θάλασσα καὶ νὰ μὴ ἀγριεύῃ ἐναντίον μας;» Διότι ἡ θάλασσα ἐκινεῖτο καὶ ἐσήκωνε περισσοτέραν τρικυμίαν.

12 καὶ εἶπεν ᾿Ιωνᾶς πρὸς αὐτούς· ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι᾿ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ᾿ ὑμᾶς ἐστι.

12 Καὶ εἶπεν ὁ Ἰωνᾶς πρὸς αὐτούς: «Πάρετέ με καὶ ρίψατέ με μέσα εἰς τὴν θάλασσαν καὶ θὰ ἠρεμήσῃ ἡ θάλασσα, ὥστε νὰ μὴ πίπτουν τὰ ἄγρια κύματα τῆς ἐπάνω σας, διότι ἐγὼ ἐσχημάτισα τὴν πεποίθησιν, ὅτι ἐξ αἰτίας μου ἡ μεγάλη αὐτὴ τρικυμία συμβαίνει εἰς σᾶς».

13 καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ᾿ αὐτούς.

13 Καὶ προσεπάθουν μὲ τὴν βίαν οἱ ἄνδρες νὰ ἐπιστρέφουν εἰς τὴν ξηράν, διὰ να ἀποβιβάσουν ἐκεῖ τὸν Ἰωνᾶν, καὶ δὲν ἠμποροῦσαν, διότι ἡ θάλασσα ἐκινεῖτο τεταραγμένη καὶ ἐσήκωνε περισσοτέραν τρικυμίαν καὶ κύματα.

14 καὶ ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπαν· μηδαμῶς, Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ᾿ ἡμᾶς αἷμα δίκαιον, διότι σύ, Κύριε, ὃν τρόπον ἐβούλου, πεποίηκας.

14 Καὶ ἐφώναξαν διὰ προσευχῆς πρὸς τὸν Κύριον καὶ εἶπαν: «Μὴ ἀπολεσθῶμεν κατ’ οὐδένα τρόπον, Κύριε, διὰ τὴν ζωὴν τοῦ ἀνθρώπου αὐτοῦ, ποὺ πρόκειται να λάβῃ τέλος μέσα εἰς τὰ κύματα τῆς θαλάσσης· καὶ μὴ ἐπιρρίψῃς ἐπάνω μας τὴν ἐνοχὴν διὰ τὸ δίκαιον αἷμα, ποὺ πρόκειται νὰ χυθῇ· διότι σύ, Κύριε, ὅπως ἤθελες, ἔτσι καὶ ἔκαμες».

15 καὶ ἔλαβον τὸν ᾿Ιωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.

15 Καὶ ἐπῆραν τὸν Ἰωνᾶν εἰς τὰ χέρια των καὶ τὸν ἔρριψαν ἔξω τοῦ πλοίου εἰς τὴν θάλασσαν, καὶ ἐσταμάτησεν ἡ θάλασσα ἀπὸ τὴν τρικυμίαν καὶ ταραχὴν αὐτῆς.

16 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν Κύριον καὶ ἔθησαν θυσίαν τῷ Κυρίῳ καὶ ηὔξαντο τὰς εὐχάς.

16 Καὶ ἐφοβήθησαν οἱ ἄνδρες πάρα πολὺ τὸν Κύριον καὶ ἐθυσίασαν θυσίαν πρόχειρον ὄχι εἰς τοὺς ἰδικούς των θεούς, ἀλλ’ εἰς τὸν Κύριον, ὡς τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ἔκαμαν ταξίματα νὰ κάμουν καὶ ἄλλας θυσίας, ὅταν θὰ ἐξήρχοντο εἰς τὴν ξηράν.


2ο Κεφάλαιο

1 Και προσέταξε Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν ᾿Ιωνᾶν· καὶ ἦν ᾿Ιωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

1 Καὶ διέταξεν ὁ Κύριος μέγα κῆτος νὰ καταπίῃ τὸν Ἰωνᾶν· καὶ ἦτο ὁ Ἰωνᾶς ἐντὸς τῆς κοιλίας τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας

2 καὶ προσηύξατο ᾿Ιωνᾶς πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους

2 Καὶ προσηυχήθη ὁ Ἰωνᾶς πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ ἀπὸ τὴν κοιλίαν τοῦ κήτους

3 καὶ εἶπεν· ᾿Εβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου.

3 καὶ εἶπεν: «Ἐφώναξα δυνατὰ εὑρισκόμενος ἐν θλίψει πρὸς Κύριον τὸν Θεόν μου καὶ μὲ εἱσήκουσεν. Ἀπὸ τὴν κοιλίαν τοῦ κήτους, ποὺ ὁμοιάζει πρὸς ἅδην, ἐξῆλθεν ἡ κραυγή μου πρὸς βοήθειαν καὶ ἤκουσες τὴν φωνήν μου.

4 ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον.

4 Μὲ ἐπέταξες εἰς τὰ πλέον ἀπόκεντρα βάθη τῆς θαλάσσης καὶ τὰ σὰν ποτάμια ρεύματά της μὲ περιεκύκλωσαν ὅλαι αἱ σφοδραὶ ταλαντεύσεις τοῦ ὕδατος καὶ τὰ κύματά σου ἐπέρασαν ἀπ’ ἐπάνω μου.

5 καὶ ἐγὼ εἶπα· ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου;

5 Καὶ ἐγὼ εἶπα: Ἔχω ἀπωθηθῇ ἀπὸ τοὺς ὀφθαλμούς σου καὶ ἀηδιάζεις να μὲ βλέπῃς. Ἄραγε εἰς τὰς τόσας κατὰ τὸ παρελθὸν φορὰς θὰ προσθέσω ἀκόμη καὶ ἄλλην μίαν, νὰ ἴδω ἔστω καὶ ἀπ’ ἔξω τὸν ἅγιον ναόν σου;

6 περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων.

6 Τριγύρω μου ἐχύθη ὕδωρ, ποὺ ὄχι μόνον τὸ σῶμά μου ἐσκέπασεν, ἀλλ’ εἰσεχώρησε καὶ μέχρι τοῦ ἐσωτερικοῦ τῆς ψυχῆς μου· θάλασσα βαθεῖα μὲ ἐκύκλωσε μέχρι τοῦ βυθοῦ της· ἡ κεφαλή μου ἐβυθίσθη εἰς σχισμὲς βουνῶν.

7 κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, πρὸς σὲ Κύριε ὁ Θεός μου.

7 Κατέβην εἰς αὐτὰ τὰ συνορεύοντα πρὸς τὸν ἅδην ἄκρα τῆς γῆς, ποὺ κατέχονται ἀπὸ μοχλοὺς ἰσχυροὺς καὶ ἀμετακινήτους αἰωνίως’ ἀλλὰ σὲ παρακαλῶ, Κύριε ὁ Θεός μου, νὰ ἀναβῇ ἀπὸ τὴν φθορὰν ἡ ζωή μου.

8 ἐν τῷ ἐκλείπειν ἀπ᾿ ἐμοῦ τὴν ψυχήν μου τοῦ Κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν τὸ ἅγιόν σου.

8 Καθ’ ὂν χρόνον ἐφαίνετο νὰ σβήνῃ ἡ ζωή μου καὶ νὰ φεύγῃ ἀπὸ τὸ σῶμά μου ἡ ψυχή, ἐνεθυμήθην τὸν Κύριον καὶ ἐπεκαλέσθην αὐτὸν καὶ εἴθε νὰ ἔλθῃ πρὸς σέ, Κύριε, ἡ προσευχή μου εἰς τὸν ναὸν τὸν ἅγιόν σου.

9 φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεον αὐτῶν ἐγκατέλιπον.

9 Οἱ σεβόμενοι καὶ λατρεύοντες τὰ μάταια καὶ ψευδῆ εἴδωλα ἐγκατέλιπον τὸ ἔλεος αὐτῶν, τὸ ὁποῖον θὰ τοὺς παρείχετο ἀπὸ τὸν ἀληθινὸν Θέον.

10 ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.

10 Ἀντιθέτως ὅμως πρὸς αὐτοὺς ἐγώ, μὲ φωνὴν ποὺ θὰ σὲ ὑμνῇ καὶ θὰ σὲ δοξάζῃ, θὰ σοῦ προσφέρω θυσίαν καὶ θὰ ἐκπληρώσω ὡς χρέος καὶ ὀφειλὴν ὅσα τάματα καὶ εὐχὰς σοῦ ἔκαμα διὰ τὴν σωτηρίαν μου, ἡ ὁποία ἐξαρτᾶται καὶ προέρχεται ἀπὸ τὸν Κύριον».

11 Καὶ προσέταξε Κύριος τῷ κήτει, καὶ ἐξέβαλε τὸν ᾿Ιωνᾶν ἐπὶ τὴν ξηράν.

11 Καὶ διέταξεν ὁ Κύριος τὸ κῆτος καὶ ἔβγαλεν ἔξω ἀπὸ τὴν κοιλίαν του τὸν Ἰωνᾶν εἰς τὴν ξηράν.


3ο Κεφάλαιο

1 Και ἐγένετο λόγος Κυρίου πρὸς ᾿Ιωνᾶν ἐκ δευτέρου λέγων·

1 Καὶ κατέφθασε λόγος Κυρίου πρὸς τὸν Ἰωνᾶν διὰ δευτέραν φοράν, ὁ ὁποῖος ἔλεγε:

2 ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλάλησα πρός σε.

2 «Σήκω, πήγαινε εἰς τὴν Νινευῆ, τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξε εἰς αὐτὴν σύμφωνα μὲ τὸ κήρυγμα τὸ προηγούμενον, τὸ ὁποῖον ἐγὼ σοῦ εἶπα προτήτερα, πρὶν ἢ ἀποπειραθῇς νὰ μεταβῇς εἰς Θαρσίς».

3 καὶ ἀνέστη ᾿Ιωνᾶς καὶ ἐπορεύθη εἰς Νινευή, καθὰ ἐλάλησε Κύριος· ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ ὡσεὶ πορείας ὁδοῦ τριῶν ἡμερῶν.

3 Καὶ ἐσηκώθη ἄνευ ἀντιρρήσεως ὁ Ἰωνᾶς καὶ ἐπῆγεν εἰς τὴν Νινευῆ, σύμφωνα μὲ ὅσα εἶπεν εἰς αὐτὸν ὁ Κύριος. Ἡ Νινευῆ δὲ ἦτο πόλις μεγάλη εἰς τὰ ὄμματα οὐ μόνον τῶν ἀνθρώπων, ἄλλα καὶ τοῦ Θεοῦ, καὶ θὰ ἐχρειάζετο νὰ βαδίσῃ κανεὶς περίπου τριῶν ἡμερῶν δρόμον διὰ νὰ διατρέξῃ αὐτήν.

4 καὶ ἤρξατο ᾿Ιωνᾶς τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς καὶ ἐκήρυξε καὶ εἶπεν· ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται.

4 Καὶ ἤρχισεν ὁ Ἰωνᾶς νὰ εἰσέρχεται εἰς τὸ ἐσωτερικὸν τῆς πόλεως, διατρέχων καθ’ ἐκάστην τῶν τριῶν ἡμερῶν πορείαν περίπου μιᾶς ἡμέρας. Καὶ ἐκήρυξε καὶ εἶπεν: «Ἀκόμη τρεῖς ἡμέραι καὶ ἡ Νινευῆ θὰ καταστροφῇ».

5 καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευὴ τῷ Θεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν.

5 Καὶ ἐπίστευσαν οἱ ἄνδρες τῆς Νινευῆ εἰς τὸν ἀληθινὸν Θεὸν καὶ ἐκήρυξαν γενικὴν νηστείαν καὶ ἐνεδύθησαν σάκκους ὅλοι, ἀπὸ τοῦ μεγαλυτέρου αὐτῶν μέχρι καὶ τοῦ μικροτέρου.

6 καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευή, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλετο τὴν στολὴν αὐτοῦ ἀφ᾿ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ.

6 Καὶ ἔφθασεν ὁ λόγος εἰς τὸν βασιλέα τῆς Νινευῆ, καὶ ἐσηκώθη ἀπὸ τὸν θρόνον του καὶ ἔβγαλεν ἀπ’ ἐπάνω του τὴν βασιλικήν του στολὴν καὶ ἐνεδύθη τρίχινον σάκκον καὶ ἐκάθισεν ἐπὶ στάκτης, μὲ τὴν ὁποίαν εἶχε στρωθῆ τὸ ἔδαφος.

7 καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευὴ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων· οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲ νεμέσθωσαν μηδὲ ὕδωρ πιέτωσαν.

7 Καὶ διεκηρύχθη διὰ διατάγματος καὶ ἐλέχθη ἐν τῇ Νινευῆ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων καὶ αὐλικῶν του τὸ ἑξῆς: «Οἱ ἄνθρωποι καὶ τὰ πρὸς μεταφορὰς χρησιμοποιούμενα ζῶα καὶ τὰ βόδια καὶ τὰ πρόβατα ἂς μὴ γευθοῦν τίποτε, οὔτε νὰ δοθῇ εἰς αὐτὰ νομή, ἀλλ’ οὔτε καὶ νερὸ νὰ πίουν».

8 καὶ περιεβάλλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες·

8 Καὶ περιεβλήθησαν σάκκους τριχίνους οἱ ἄνθρωποι καὶ εἰς τὰ κτήνη ἐπέβαλον σαγὴν τριχίνην καὶ ἐφώναξαν πρὸς τὸν Θεὸν ἐκτεταμένως. Καὶ ἐγύρισαν ὀπίσω καὶ μακρὰν ὁ καθένας των ἀπὸ τὸν δρόμον των τὸν κακὸν καὶ ἁμαρτωλὸν καὶ ἀπὸ τὴν ἀδικίαν, ἡ ὁποία ὑπῆρχεν εἰς τὰς χεῖρας των, λέγοντες:

9 τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα;

9 «Ποῖος ἠξεύρει, μήπως μετανοήσῃ ὁ Θεὸς καὶ στρέψῃ μακρὰν ἀπὸ τὴν μεγάλην του ὀργὴν καὶ δὲν ἀπολεσθῶμεν;»

10 καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησε.

10 Καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα των, ὅτι δηλαδὴ ἀπεμακρύνθησαν ἀπὸ τοὺς πονηροὺς δρόμους των καὶ τοὺς ἁμαρτωλοὺς τρόπους τῆς ζωῆς των, καὶ μετενόησεν ὁ Θεὸς διὰ τὴν ἀπειλὴν τῆς τιμωρίας τῆς καταστρεπτικῆς, τὴν ὁποίαν ἐλάλησε διὰ τοῦ Προφήτου, ὅτι θὰ ἔκαμνεν εἰς αὐτούς, καὶ δὲν τὴν ἔκαμε.


4ο Κεφάλαιο

1 Και ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην καὶ συνεχύθη,

1 Καὶ ἐλυπήΘη ὁ Ἰωνᾶς πάρα πολὺ καὶ ἐσυγχύσθη ἀπολέσας τὴν ψυχραιμίαν του.

2 καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπεν· Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσίς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.

2 Καὶ προσηυχήθη ὁ Ἰωνᾶς πρὸς τὸν Κύριον καὶ εἶπε: «Κύριε, δὲν τὰ ἔλεγον ἐγὼ καὶ δὲν ἦσαν αὐτὰ τὰ λόγια μου, ὅταν ἀκόμη ἤμην εἰς τὴν πατρίδα μου; Δι’ αὐτὸ καὶ προτήτερα ἐξεκίνησα νὰ φύγω εἰς Θαρσίς, διότι ἤξευρα καλά, Ὅτι σὺ εἶσαι ἐλεήμων καὶ σπλαγχνικός, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοεῖς διὰ τὰς κακίας καὶ δὲν τιμωρεῖς εἰς τὸ τέλος αὐτούς, ποὺ μετανοοῦν δι’ αὐτάς.

3 καὶ νῦν, δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με μᾶλλον, ἢ ζῆν με.

3 Καὶ τώρα, δέσποτα Κύριε, πάρε τὴν ζωήν μου ἀπὸ ἐμέ, διότι εἶναι προτιμότερον εἰς ἐμὲ νὰ ἀποθάνω παρὰ νὰ ζῶ».

4 καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σύ;

4 Καὶ εἶπεν ὁ Κύριος πρὸς τὸν Ἰωνᾶν: «Λοιπὸν πάρα πολὺ ἔχεις λυπηθῇ σύ;»

5 καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτῆς, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει.

5 Καὶ ἐβγῆκε ὁ Ἰωνᾶς ἀπὸ τὴν πόλιν καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως καὶ κατεσκεύασεν ἐκεῖ διὰ τὸν ἑαυτόν του σκηνὴν καὶ ἐκάθητο ὑποκάτω ἀπὸ αὐτήν, ἕως ὅτου ἴδῃ τί ἐπρόκειτο νὰ γίνῃ εἰς τὴν πόλιν.

6 καὶ προσέταξε Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ἰωνᾶ τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ. καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην.

6 Καὶ διέταξε Κύριος ὁ Θεὸς μίαν κολοκυθιὰν καὶ ἀναπτυχθεῖσα ὑψώθη ὑπεράνω τῆς κεφαλῆς τοῦ Ἰωνᾶ, διὰ νὰ εἶναι σκιὰ ἐπάνω ἀπὸ τὴν κεφαλήν του, ὅπως τὸν σκιάζῃ καὶ τὸν ἀνακουφίζῃ ἀπὸ τὴν στενοχώριαν καὶ ἀθυμίαν του. Καὶ ἐχάρη ὁ Ἰωνᾶς διὰ τὴν κολοκυθιὰν πάρα πολύ.

7 καὶ προσέταξεν ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολοκύνθαν, καὶ ἀπεξηράνθη.

7 Καὶ διέταξεν ὁ Θεὸς σκώληκα, ποὺ τὴν ἑπομένην ἡμέραν πολὺ πρωῒ ἐπροχώρησε πρὸς τὴν κολοκυθιὰν καὶ τὴν ἐκτύπησεν εἰς τὴν ρίζαν καὶ ἐξεράθη.

8 καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνι συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰωνᾶ· καὶ ὠλιγοψύχησε καὶ ἐπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπε· καλόν μοι ἀποθανεῖν με ἢ ζῆν.

8 Καὶ συνέβη, εὐθὺς ὡς ἀνέτειλεν ὁ ἥλιος, διέταξεν ὁ Θεὸς ἄνεμον καυστικόν, ποὺ μαζὶ μὲ τὰς ἡλιακὰς ἀκτῖνας ἔκαιε, καὶ ἐκτύπησεν ὁ ἥλιος τὴν κεφαλὴν τοῦ Ἰωνᾶ· καὶ ἐλιγοψύχησε καὶ ἐξηντλήθη μέχρι λιποθυμίας καὶ κινδύνου νὰ χάσῃ τὴν ζωήν του καὶ εἶπε: «Καλύτερον εἶναι νὰ ἀποθάνω παρὰ νὰ ζῶ».

9 καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπε· σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.

9 Καὶ εἶπεν ὁ Θεὸς εἰς τὸν Ἰωνᾶν: «Λοιπὸν ἔχεις λυπηθῇ πάρα πολὺ σὺ διὰ τὴν κολοκυθιάν;» Καὶ εἶπεν ὁ Ἰωνᾶς: «Πάρα πολὺ ἐλυπήθηκα ἐγὼ μέχρι τοῦ νὰ ζητῶ τὸν θάνατον».

10 καὶ εἶπε Κύριος· σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ᾿ αὐτὴν οὐδὲ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο.

10 Καὶ εἶπεν ὁ Κύριος: «Σὺ ἐλυπήθης διὰ τὴν κολοκυθιὰν καί, ἐὰν ἐξηρτᾶτο ἀπὸ σέ, δὲν θὰ ἄφηνες νὰ ξηρανθῇ αὕτη, διὰ τὴν ὁποίαν δὲν ἐκοπίασες διὰ νὰ τὴν φυτεύσῃς καὶ οὔτε ἐπότισες καὶ ἐκαλλιέργησες αὐτὴν διὰ νὰ αὐξηθῇ· ἡ ὁποία κατὰ τὰς νυκτερινὰς ὥρας τῆς πρωΐας ἔγινε καὶ πρωΐ – πρωῒ πάλιν, προτοῦ νὰ φανῇ τὸ φῶς τῆς ἡμέρας, ἐχάθη.

11 ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά

11 Ἐγὼ δὲ δὲν θὰ λυπηθῶ τὴν Νινευὴ καὶ δὲν θὰ προλάβω τὴν καταστροφὴν αὐτῆς, τῆς πόλεως τῆς μεγάλης, εἰς τὴν ὁποίαν κατοικοῦν περισσότεραι ἀπὸ ἑκατὸν εἴκοσι χιλιάδες ἀνθρώπων, οἱ ὁποῖοι, ἐπειδὴ εἶναι ἀκόμη νήπιοι, δὲν ἔμαθαν ποία εἶναι ἡ δεξιά των ἢ ἡ ἀριστερά των, ἀκόμη δὲ ὑπάρχουν εἰς αὐτὴν καὶ κτήνη πολλά, τὰ ὁποῖα, ὅπως τὰ νήπια, οὕτω καὶ αὐτὰ δὲν ἔπταισαν εἰς τίποτε;»