Μικρός Παρακλητικός Κανόνας
Ποιήμα Θεοστηρίκτου Μοναχοῦ.
Ἄλλοι δέ Θεοφάνους.
Ὁ ἱερεύς, Εὐλογητός ὁ Θεός ἡμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾷς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ μὲ ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖρας μου, ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρὸς Σοί. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σοῦ ἀπ’ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεὸς Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος Σου εἰμί.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Ἦχος δ’. Ὁ ὑψωθείς.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα·σπεῦσον, ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς Σοὺς δούλους κενούς·Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους, Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοὺ σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
ΨΑΛΜΟΣ ν’ (50).
Ἐλέησόν μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστί δια παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα˙ ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου καί νικήσης ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς μέ ὑσσώπω καί καθαρισθήσομαι· πλυνεῖς μέ καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοί ἀγαλλίασιν καί εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό πνεῦμα σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μοῦ ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορά καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.
Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς Σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καί δεινῶν με διάσωσον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας ἐμπιπλῶσαί μου τὴν ψυχήν εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ Σου, Πανάμωμε.
Δόξα Πατρὶ.
Σωτῆρα τεκοῦσάν Σε καὶ Θεόν·δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· Σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω· καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Καὶ νῦν.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρὰ Σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ· ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Ὠδὴ γ’.Οὐρανίας ἁψίδος
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστασίαν καὶ σκέπην ζωῆς ἐμῆς τίθημι, Σὲ Θεογεννῆτορ Παρθένε, Σύ με κυβέρνησον, πρὸς τὸν λιμένα Σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη Πανύμνητε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην διασκεδάσαι μου Σὺ γὰρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης τὸν Χριστὸν ἐκύησας, μόνη Πανάχραντε.
Δόξα Πατρὶ
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον πᾶσιν ἀνάβλυσον·πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
Καὶ νῦν
Χαλεπαῖς ἀῤῥωστίαις καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, Σύ μοι βοήθησον·τῶν ἰαμάτων γὰρ, ἀνελλιπῆ Σὲ γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Διάσωσον ἀπὸ κινδύνων, τοὺς δούλους Σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἴτα μνημονεύει ὁ ἱερεύς, καὶ ἡμεῖς ψάλλομεν τὸ· Κύριε ἐλέησον, ιε΄.
Μετά δέ τήν εκφώνησιν, τό ἐπόμενον·
Κάθισμα.Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον·ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον· ἐκτενῶς βοῶμεν Σοί, Θεοτόκε Δέσποινα, πρόφθασον·καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς·ἡ μόνη ταχέως προστατεύουσα.
Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐσπλαγχνίας τὴν ἄβυσσον ἐπικαλουμένῳ τῆς Σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα καὶ Σωτῆρα πάντων τῶν ὑμνούντων Σε.
Δόξα Πατρὶ
Ἀπολαύοντες, Πάναγνε, τῶν Σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές Σε Θεομήτορα.
Καὶ νῦν
Οἱ ἐλπίδα καὶ στήριγμα καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι Σε, πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.
Ὠδὴ ε’. Φώτισον ἡμᾶς.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν Σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης ἡ γεννήσασα τὸν αἴτιον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν.
Δόξα Πατρὶ
Λῦσον τὴν ἀχλὺν τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς Σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα τὸ θεῖον καὶ προαιώνιον.
Καὶ νῦν
Ἴασαι, Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς Σου ἀξιώσασα, καὶ τὴν ὑγείαν τῇ πρεσβείᾳ Σου παράσχου μοι.
Ὠδὴ στ’. Τὴν δέησιν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν Σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστάτιν Σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός˙ ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Δόξα Πατρὶ
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα καὶ ψυχῶν Σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί Σου ἀεὶ ἀγαλλόμεθα. Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Καὶ νῦν
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ᾿ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, Σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους Σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Εἴτα μνημονεύει ὁ ἱερεύς, ὡς δεδήλωται.
Μετά δέ τήν εκφώνησιν, τό Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων Σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων Σε.
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ Αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (Δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (Δίς)
Δόξα.
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ Μονάδι, ἱεροκρυφίως.
Καὶ νῦν
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49 καὶ 56).
Ἐν ταῖς ἡμέραις ἐκεῖναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα. Ἦχος β’.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Μὴ καταπιστεύσῃς με ἀνθρωπίνῃ προστασίᾳ, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου Σου· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι τῶν δαιμόνων τὰ τοξεύματα˙ σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν Σου. Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.
Οὐδεὶς προστρέχων ἐπὶ Σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, Ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ᾿ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Ὁ ἱερεύς· Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
Ὁ λαός· Κύριε, ἐλέησον ιβ´.
Ὁ ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς.
Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θελητὴν τοῦ ἐλέους, Ὃν ἐγέννησας, Μῆτερ Ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Δόξα Πατρὶ.
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν Σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Καὶ νῦν.
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ Σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
Ὠδὴ η’. Τὸν βασιλέα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τοὺς βοηθείας τῆς παρὰ Σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς Σε, Κόρη, εἰς αἰῶνας.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί Σε, Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν Σου Τόκον.
Δόξα Πατρὶ
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα Σε δοξάζω τὴν Κεχαριτωμένην.
Καὶ νῦν
Τῶν πειρασμῶν Σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους, Παρθένε· ὅθεν Σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’. Κυρίως θεοτόκον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λιμὴν καὶ προστασία, τῶν Σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.
Δόξα Πατρὶ
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, Σὲ καταγγέλλοντας.
Καὶ νῦν
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς Σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, Σύ μοι βοήθησον.
Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ Σοῦ τεχθέντα. Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως Σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα Σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ Ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον· Παναγία Τριάς, Πάτερ ἡμῶν· Ὅτι Σοῦ ἐστιν.
Εἶτα τά Τροπάρια. Ἦχος β’
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς˙ πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς Σε, μὴ ἀστοχήσωμεν˙ ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων˙ Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ὁ ἱερεύς μνημονεύει·
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κ.τ.λ.
Είτα ποιεῖ τήν Ἀπόλυσιν.
Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, ψάλλονται τὰ παρόντα· Τροπάρια
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ Σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου˙ ὅθεν Σοι προσπίπτομεν, ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους Σου.
Ὅμοιον.
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, Σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους Σου.
Ἦχος πλ. δ’.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β’.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Κατά τήν περίοδο τοῦ Δεκαπενταυγούστουν, αντί τῶν παραπάνω, ψάλλονται γεγωνοτέρα τῇ φωνῇ τὰ παρόντα· Τροπάρια
Ἦχος γ΄. Ὁ οὐρανόν τοῖς ἄστροις.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανή τῷ χωρίω, κηδεύσατέ μου τό σῶμα, καί σύ, Υἱέ καί Θεέ μου, παράλαβέ μου τό πνεῦμα.
Ὁ γλυκασμός τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καί ρύσαι, τῶν αἰωνίων βασάνων.
Καί σέ μεσίτριαν ἔχω, πρός τόν φιλάνθρωπον Θεόν, μή μοῦ ἐλέγξη τάς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σέ, Παρθένε, βοήθησον μοί ἐν τάχει.
Χρυσοπλοκώτατε πύργε, καί δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πώς γαλουχεῖς τόν Δεσπότην.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.