Παράκληση Αγίων Τριών Παίδων
Παράκληση Αγίων Τριών Παίδων

Παράκληση Αγίων Τριών Παίδων

Παράκληση στους Αγίους Τρεις Παίδες

Ανανία Αζαρία και Μισαήλ προστάτας του πυροσβεστικού σώματος

Ποιήμα Γερασίμου Μικραγιαννανίτου Μοναχοῦ.



Ἀπολυτίκιον τῶν Ἁγίων Τριῶν Παίδων καὶ τοῦ Προφήτου Δανιήλ. Ἦχος β’.

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα ἐν τῇ πηγῇ τῆς φλογός, ῶς επὶ ὕδατος ἀναπαύσεως, οἱ Ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο· καὶ ό Προφήτης Δανιήλ, λεόντων ποιμήν, ως προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ό Θεός, ἐλέησον ἡμᾶς.


Ὁ ἱερεύς, Εὐλογητός ὁ Θεός ἡμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.


Ὁ χορός· Ἀμήν.


Ψαλμός ρμβ΄ 142

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὗ δικαιωθήσεται ἐνώπιόν Σοῦ πᾷς ζων. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ μὲ ἕν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθῃ ἡ καρδία μου. Ἐμνήσθῃν ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖρας μου, ἡ ψυχὴ μοῦ ὡς γῆ ἄνυδρὸς Σοί. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σοῦ ἀπ’ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοὶ τὸ πρωὶ τὸ ἔλεὸς Σοῦ, ὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν μοί, Κύριε, ὁδόν, ἐν ἡ πορεύσομαι, ὅτι πρὸς Σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον, δίδαξόν μέ του ποιεῖν τὸ θέλημά Σοῦ, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἕν γῆ εὐθεῖα, ἕνεκεν τοῦ ὀνόματός Σοῦ, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει Σοῦ ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος Σου εἰμί.


Ἦχος δ΄

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου


Ἦχος δ’. Ὁ ὑψωθείς.

Οἱ ἐν καμίνῳ τοῦ πυρός μή φλεχθέντες, Ἂγιοι Παῖδες τῇ τοῦ Πνεύματος δρόσῳ, τῶν πειρασμῶν τήν φλόγα κατασβέσατε, δύναμιν παρέχοντες, ἐν πυρός τοῖς κινδύνοις, ταῖς ὑμῶν δεήσεσι, πρός τόν πάντων Δεσπότην, τοῖς πυροσβέσταις πίστει ἀκλινεῖ, τῇ προστασία, ὑμῶν καταφεύγουσι.


Δόξα. Τὸ αὐτό.

Καὶ νῦν. Θεοτοκίον.


Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους, Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοὺ σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.


ΨΑΛΜΟΣ ν’ (50).

 Ἐλέησόν μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστί δια παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα˙ ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου καί νικήσης ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς μέ ὑσσώπω καί καθαρισθήσομαι· πλυνεῖς μέ καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοί ἀγαλλίασιν καί εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό πνεῦμα σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μοῦ ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ,εἶ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορά καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.


Καὶ ἀρχόμεθα τοῦ κανόνος, οὐ ἡ ἀκροστιχίς·

Δότε ἡμῖν δύναμιν ὦ Παῖδες. Γερασίμου.


Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Δοχεῖα τῆς χάριτος τοῦ Θεοῦ, Παῖδες θεοφόροι, πάσης βλάβης καί συμφορᾶς, ἀτρώτους ἡμᾶς διατηρεῖτε, τους τῇ πρεσβείᾳ ὑμῶν πίστει σπεύδοντας.  


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Οὑδόλως ἐφλέχθητε τῷ πυρί, Παῖδες θεοφόροι, ὡς θεράποντες τοῦ Θεοῦ, διό ἐμπρησμῶν τῶν ὀλεθρίων, τάς καθ ̓ ἡμῶν ἀπειλάς καταπαύσατε.


Δόξα Πατρὶ.

Τὦ Σώματι Παῖδες πυροσβεστῶν, ἀεί βοηθεῖτε, τῶν ἄνδρείως κατά πυρός, ἡμῖν ἀπειλοῦντος μαχομένων, οἷα προστάται ἣμῶν ἑτοιμότατοι.


Καὶ νῦν.

Ἐκ πάσης ἀνάγκης καί συμφορᾶς, Κεχαριτωμένη Παντευλόγητε Μαρία, ἀτρώτους συντήρει τούς πίστει, τῇ θαυμαστῇ σου πρεσβεία προστρέχοντας.


Ὠδὴ γ’.Οὐρανίας ἁψίδος


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Η τριάς ἢ ἁγία, ἡ τῷ φωτί λάμψασα, τῆς Ὑπερουσίου Τριάδος, Παῖδες μακάριοι, σκότους λυτρώσασθε, πολύειδῶν συμπτωμάτων, τούς ὑμῶν γεραίροντας, τά προτερήματα.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Μὴ φλεχθέντες ριφέντες, ἐν τῷ πυρὶ Ὰγιοι, ἔν πυρκαϊῶν κατασβέσει, ἀφλέκτους σώσατε, τούς κατασπεύδοντας, ἀναχειρίσασθαι πᾶσαν, τῶν φλογῶν ἀνάδοσιν, ὡς συμπαθέστατοι.


Δόξα Πατρὶ

Ἰλασμόν ἐξαιτεῖται, καί τῶν παθῶν ἴασιν, Παῖδες τοῦ Θεοὔ θεοφόροι, ἡμῖν ἑκάστοτε, καί ἀναχαίτισιν, πυρκαϊῶν ὁλεθρίων, οἷα ἡμῶν ἔφοροι, καί ἀντιλήπτορες.


Καὶ νῦν

Νᾶμα ἄῦλον θεῖον, ζωοποιόν, Ἄχραντε, λῦσον πολυχεύμων ὡς κρήνη, ἡμῖν τοῖς δούλοις σου, διψῶσι πάντοτε, τῆς τοῦ Θεοῦ εὐσπλαχνίας, ρεῖθρα τά γλυκύρροα, μόνη Πανύμνητε.


Διάσωσον τριάς ἁγία τῶν Παίδων τῶν θεοφόρων, ἀπὸ πάσης ἐπιφορᾶς καί κακώσεως, καί ἐμπρησμῶν τούς ἐν πίστει ὑμᾶς τιμῶντας.


Ἐπίβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Εἴτα μνημονεύει ὁ ἱερεύς, δι’ οὖς ἡ Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ· Κύριε ἐλέησον, ιε΄.

Μετά δέ τήν εκφώνησιν, τό ἐπόμενον·


Κάθισμα.Ἦχος β’. Πρεσβεία θερμή.

Προστάται θερμοί, πυροσβεστῶν ὑπάρχοντες, ὦ Παῖδες Θεοῦ, καί θεῖοι ἀντιλήπτορες, βραβεύετε ἑκάστοτε, τήν θερμήν ὑμῶν τούτοις ἀντίληψιν, ὡς ἄν πυρκαϊῶν τῆς φορᾶς, ἐν πάσῃ ἀνάγκῃ περιγένωνται.


Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Δυνατοὺς ἁπεργάσασθε, ἕν πυρκαϊῶν κατασβέσει δεόμεθα, ἡμᾶς Παῖδες τρεῖς μακάριοι, πῦρ ἰσχύος θείας ἀποπνέοντες.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Υπέρ πάντων πρεσβεύετε, τῷ Θεῷ τῶν ὅλων ὡς ἄν ρυσθείημεν, πειρασμῶν καί περιστάσεων, καί παντοίας βλάβης Παῖδες Αγιοι.  


Δόξα Πατρὶ

Νοσημάτων καί θλίψεων, καί ἐξ ἀπειλῆς πυρὸς πάντα φλέγοντος, ἀσινεῖς διαφυλάξατε, τούς ὑμᾶς τιμῶντας Παῖδες Ἂγιοι.  


Καὶ νῦν

Απειρόγαμε Δέσποινα, ἣ τόν Θεόν Λόγον ἀφράστως τέξασα, τήν ζωῆν ἡμῶν κυβέρνησον, πρός τήν τοῦ Υἱοῦ σου εὐαρέστησιν.


Ὠδὴ ε’. Φώτισον ἡμᾶς.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Μἐγιστοι φρουροί, ἡμῶν πέλοντες μακάριοι, ἐν μεγίσταις ἐμπρησμῶν ἐπαγωγαῖς, τήν ταχίστην ἡμῶν δίδοσθε βοήθειαν.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ἲασιν ψυχῶν, καί σωμάτων ἐξαιτήσασθε, καί ποικίλων πειρασμῶν ἀπαλλαγήν, τοῖς προστρέχουσιν ὑμῖν Παῖδες τρισάριθμοι. 


Δόξα Πατρὶ

Νόμου πληρωταί, τοῦ Κυρίου ὡς ὑπάρχοντες, τῶν ἀνόμων καί δεινῶν πυρομανῶν, τήν μανίαν καταπαύσατε μακάριοι.


Καὶ νῦν

Ὢφθης τοῦ Θεοῦ, καθαρώτατον παλάτιον, διό σκεῦος οὐρανίων ἀρετῶν, τήν καρδίαν μου ἀνάδειξον Πανάμωμε.


Ὠδὴ στ’. Τὴν δέησιν.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Πυρὸν μέν, ἰσχύν πατήσαντες Παῖδες, ἡμῖν δρόσον δέ δυνάμεως θείας, Προφητικῶς ἐκ πηγῶν τοῦ Σωτῆρος, ἀναβλυστάνοντες πῦρ τό ἀλλότριον, σβεννύετε δια παντός, ψυχοφθόρων παθῶν καί στενώσεων.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ἀπάσης πυρκαϊάς, ἀβλαβεῖς διατηρεῖτε ἀπαύστως, Ἂγιοι Παίδες ἡμῶν τάς ἑστίας, καί ἅπαν δάσος καί δένδρον καί φύτευμα, ταῖς ἀντιλήψεσιν ὑμῶν, ὡς μεσῖται ἡμῶν πρός τόν Κύριον.


Δόξα Πατρὶ

Ἰλύος, φθοροποιῶν παθημάτων, ἐκκαθάρατε ἡμῶν τᾶς καρδίας, ὦ Μισαήλ καί κλεινέ Ἀνανία, καί Ἀζαρία αὐτάδελφοι ἔνδοξοι, οἱ ἐν καμίνῳ τοῦ πυρός, τόν Θεόν θαυμαστῶς μεγαλύναντες.


Καὶ νῦν

Δυνάμει, τοῦ σαρκωθέντος ἀρρήτως, ἐξ ἀχράντου σοὺ γαστρός Θεοτόκε, τήν ἀσθενοῦσαν καρδίαν μου ρῶσον, και δυνατήν αὑτήν ἔργασαι δεόμαι, κατά ποικίλων μηχανῶν, τοῦ ζητοῦντος ἡμῶν τήν ἀπώλειαν.


Εἴτα μνημονεύει ὁ ἱερεύς, ὡς δεδήλωται.
Μετά δέ τήν εκφώνησιν,
τό Κοντάκιον.


Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.

Ὠς παρρησίαν πλουτοῦντες πρός Κύριον, Ἂγιοι Παῖδες Τριάδος ἰσάριθμοι, ἀεί δυσωπεῖτε δεόμεθα, πάσης ἀνάγκῆς λυτροῦσθαι καί θλίψεως, τούς πίστει ὑμᾶς μακαρίζοντας.


Τὸ Προκείμενον.

Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἀγίοις αὑτοῦ.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσε ὁ Κύριος


ΕΥΑΓΓΕΛΙΟΝ

Ἐκ τοῦ κατά Λουκᾶν.
(Κεφ. ια’ , 47 – 54, ιβ’ 1).

Εἵπεν ὃ Κύριος πρός τούς ἐληλυθότας πρὸς αὕτον Ἰουδαίους· Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα. Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν· ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσιν, ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, ἀπὸ τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. Οὐαὶ ὑμῖν τοῖς νομικοῖς ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. Λέγοντος δὲ αὐτοῦ πρὸς αὐτοὺς ταῦτα ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, ἐνεδρεύοντες αὐτόν, ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ. Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὡς καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.


Δόξα.

Ταῖς τῶν σῶν Ἀγιῶν πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Πὕρ τὸ θεῖον φέροντες, τῆς τοῦ Κυρίου ἀγάπης, ἐν καρδίᾳ Ἅγιοι, πῦρ οὐκ ἑπτοήθητε τό ὁμόδουλον, καί στερρῷ βήματι, ἔνδον τῆς καμίνου, ἀκατάφλεκτοι χορεύοντες, πάντας ἠγείρατε, πρός δοξολογίαν τοῦ Κτίσαντος, ᾧ ἐκτενῶς πρεσβεύετε, ρύεσθαι παθῶν τῆς φλογώσεως, καί τῶν ἐν τῷ βίῳ, στενώσεων καί πάσης ἀπειλῆς τρισάριθμοι ἅπαντας, τούς ὕμᾶς γεραίροντας.


Ὁ ἱερεύς· Σῶσον, ὁ Θεὸς τὸν λαόν σου …

Ὁ λαός· Κύριε, ἐλέησον ιβ´.

Ὁ ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς.


Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ἐν πυρί τῆς καμίνου, ἀκατάφλεκτοι ὥφθητε δρόσῳ κείττονι, διό ἀκαταφλέκτους, ὦ Παῖδες Θεοφόροι, διασώζετε πάντοτε, ἐν κατασβέσει πυρός, ἡμῶν τούς πυροσβέστας.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Συμφωνία ἁγίᾳ, ἐν καμίνῳ ὑμνεῖτε Θεόν τόν σώσαντα, διό ἢμῶν τούς ὕμνους, ὦ Παῖδες Θεοφόροι, ὥσπερ δῶρα προσδέξασθε, καί τάς αἰτήσεις ἡμῶν, πληροῦτε καθ ̓ ἑκάστην.


Δόξα Πατρὶ.

Γεγηθότες τήν φλόγα, τῆς καμίνου ὑπήλθετε Παῖδες Ἂγιοι, καί δρόσον οὐρανίαν, δεχόμενοι ἀύλως, ὁμοφώνως ἐκράζετε, Ὃ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἴ.


Καὶ νῦν.

Ἐν γαστρί συλλαβοῦσα, τόν Ὑπέρθεον Λόγον ὑπέρ κατάληψιν, διπλοῦν αὐτόν τῷ κόσμῳ, ἐκύησας Παρθένε, διασώζοντα ἅπαντας, τούς ἀνυμνοῦντας πιστῶς, τόν ἄφραστόν σου τόκον.


Ὠδὴ η’. Τὸν βασιλέα.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ῥώμην ὑψόθεν, τοῖς πυροσβέσταις ὦ Παῖδες, χορηγήσατε ἢνίκα κατασβέσαι, σπεύδουσι τάς φλόγας, πυρός τοῦ μαινομένου.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ἂνωθεν Παῖδες, τήν καθ ̓ ἡμῶν τοῦ Βελίαρ, καταπαύσατε μανίαν ὀλεθρίαν, καί εἰρήνην πᾶσιν, ἡμῖν ἀεί αἰτεῖσθε


Δόξα Πατρὶ

Σωμάτων ρῶσιν, καί τῶν ψυχῶν θεραπείαν, ἡμῖν δίδοσθε, ὦ Παῖδες Θεοφόροι, ταῖς ὑμῶν πρεσβείαις, πρός τόν Θεόν τῶν ὅλων.


Καὶ νῦν

Ἰλεων Κόρη, τόν σόν Υἱόν καί Δεσπότην, ἡμῖν ἔργασαι ὦ Κεχαριτωμένη, καί δύναμιν δίδου, ἐν πάσῃ δυσχερείᾳ.


Ὠδὴ θ’. Κυρίως θεοτόκον.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Μεγίστην παρρησίαν, ἔχοντες Κυρίῳ, μεγάλων τόκων καὶ θλίψεων ρύσασθε, Ἂγιοι Παῖδες τούς πόθῳ ὑμᾶς γεραίροντας.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ὀλόφωτοι Κυρίῳ, ἤδη παρεστῶτες, ἐξ ἐμπρησμῶν και πικρῶν περιστάσεων, Ἂγιοι Παῖδες ἀτρώτους ἡμᾶς φυλάξατε.


Δόξα Πατρὶ

Ὑπέρτεροι φανέντες, φλογός φθειρομένης, ἐκ φλογοφόρων κινδύνων καί θλίψεων, Ἂγιοι Παῖδες λυτρώσασθε τήν ζωἦν ἡμῶν.


Καὶ νῦν

Ὑψαύχενα μανίαν, σύντριψον Παρθένε, τοῦ καθ ̓ ἡμῶν ἐφορμῶντος ὡς λέοντος καί ἐν γαλήνῃ συντήρησον την ζωήν ἡμῶν.


Καὶ εὐθὺς τό Ἄξιόν ἐστιν,
καί τά παρόντα Μεγαλυνάρια.


Χαίρετε τρεῖς Παῖδες πανευκλεεῖς, μάκαρ Ἀνανία, Ἀζαρία καί Μισαήλ, χαίρετε μεσῖται, ἡμῶν πρός τόν Δεσπότην, καί βοηθοί ἐν πᾶσι, καί ἀντιλήπτορες.

Ναβουχοδονόσορος τῇ βουλῇ εἰς ἑπταπλασίως, ἐκκαυθεῖσαν ὕλη πολλῇ, κάμινον ριφθέντες, ἐφλέχθητε οὐδόλως, ὦ Παῖδες θεοφόροι, δρόσῳ τοῦ Πνεύματος.

Χαίροις Ἀνανία διά παντός, χαίροις Ἀζαρία, χαίροις ἔνδοξε Μισαήλ, χαίρετε Τριάδος, θεράποντες τῆς θείας, Ἀγγέλων συμπολῖται, καί ἰσοστάσιοι.

Ἐφοροι καί φύλακες συμπαθεῖς, πυροσβεστῶν ὄντες, Παὶδες Ἂγιοι τοῦ Θεοῦ, δίδοσθε ὑψόθεν, ἡμῖν ἰσχύν καί θάρρος, ἣ νίκα πρός κατάσβεσιν, πυρός σπεύδωμεν.

Πᾶσης ἐπηρείας τοῦ δυσμενοῦς, ἀτρώτους τηρεῖτε, Παῖδες Ἅγιοι τοῦ Θεοῦ, τούς ὑμῶν αἰτοῦντας, τήν θείαν προστασίαν, καί εὐφροσύνης θείας, ἡμᾶς πληρώσατε.

Ἐξ ἀνυποστάτου πικρᾶς φλογός, κινδύνων καὶ πόνων, καὶ παντοίων ἐπιφορῶν ἀσινεῖς τηρεῖτε, ὦ Παῖδες θεοφόροι, τούς πίστει προσιόντας, ὑμῖν ἑκάστοτε.

Πάσαι των αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.


Τρισάγιον· Παναγία Τριάς, Πάτερ ἡμῶν· Ὅτι Σοῦ ἐστιν.


Ὁ ἱερεύς μνημονεύει·

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κ.τ.λ.


Ευχή πρὸς Κύριον, διὰ τὴν κατάσβεσιν τῶν πυρκαϊῶν

Κύριε «ὁ Θεὸς ἡμῶν ὁ πῦρ καταναλίσκον» (Εβρ. ιβ’ 29), ὁ συντηρῶν καὶ διακρατῶν τὰ σύμπαντα, ὁ καίων καὶ ἐξολοθρεύων πάντα ἀσεβῆ καὶ ἐν ἀνομίᾳ καὶ ἀσωτίᾳ διάγοντα, ὁ ἐν ταυτῷ δροσίζων καὶ ἁγιάζων πάντας τοὺς ἀνθρώπους αὔραις τῆς Σῆς εὐσπλαγχνίας καὶ ἀντιλήψεως καὶ ὁδηγῶν ἡμᾶς ἐπὶ πόας ὸλοδρόσους καὶ λειμῶνας πανευφροσύνους, τοὺς ὁμολογοῦντας τὸ ὑπὲρ πᾶν ὀνομά Σου καὶ ἐξαιτουμένους τῆν παναγίαν Σου χάριν καὶ εὔνοιαν, ὀ Θεὸς τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν ὀ εὐσυμπάθητος καὶ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὀ δεχόμενος τὴν μετάνοιαν ἡμῶν ώς τῶν Νινευϊτῶν καὶ ἐξαποστέλλων ἐφ’ ἡμᾶς οὐρανόθεν δαψιλῶς τὰς εὐεργεσίας Σου, ἐπάκουσον καὶ ἡμῶν νῦν θερμῶς δεομένων Σου καὶ κατάπεμψον ἐπὶ τὰς αὐχμώσας καρδίας ἐκ τῶν παθῶν ἡμῶν ὑετὸν μετανοίας καὶ ἐπιγνώσεως· κατάσβεσον τὸ βρέμον πῦρ τὸ κατακαῖον τὰ δάση, τὰς οἰκίας, τὰ οἰκόσιτα κτήνη καὶ πᾶσαν τὴν χλωρίδα καὶ πανίδα τῆς πατρίδος ἡμῶν· πυρὶ τῆς Σῆς ἀγάπης κατάτηξον τήν κακότητα καὶ ἐμπάθειαν ἡμῶν καὶ κτίσον ἐν ἡμῖν καρδίαν καθαράν ἄδολόν τε καί ἀνυπόκριτον, ἐπειγομένην φθᾶσαι εἰς ἀπάθειαν καὶ ἀρετῆς ὀλοκλήρωσιν· Ναί, Κύριε, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ Ὑψίστου, δός ἡμῖν μετάνοιαν ὡς τῶν Νινευϊτῶν καὶ σῶσον τὴν πατρίδα ἡμῶν ἐξ ὀλεθρίου πυρός, τοῦ ἀφανίζοντος πᾶν ἴχνος ζωῆς ἐκ τῆς χθονὸς αὐτῆς καὶ πᾶν ἔργον τῶν χειρῶν ἡμῶν, ὃ ἐποιήσαμεν κοπιῶντες καὶ μοχθοῦντες ταῖς ἰδίαις ἡμῶν χερσί· μὴ παραδειγματίσῃς ἡμᾶς εἰς τέλος, ἀλλὰ κατάπεμψον ἡμῖν ταχέως τὰ ὀμβροφόρα νέφη τῆς ἀγάπης καὶ φιλανθρωπίας Σου, τοῦ κατασβέσαι τὸ πῦρ τὸ ἀναλίσκον καθάπερ φρύγανα καὶ καλάμην τὰ ἄλση καὶ τοὺς δρυμοὺς τῆς Ὀρθοδὸξου πατρίδος ἡμῶν οὐ μήν ἀλλά καί πάσης χώρας δοκιμαζομένης ἐκ τῆς αὐτῆς ἀπειλῆς· ἐξακτίνωσον ἡμῶν τὴν ἀγάπην οὐ μόνον πρὸς Σὲ καὶ τοὺς πλησίον ἀλλὰ καὶ πρὸς τὸν περιβάλλοντα ἡμᾶς χῶρον, πρὸς τὴν κτίσιν, ἣν ἔδωκας ἡμῖν πρὸς κτῆσιν καὶ συντήρησιν καὶ ἀπόλαυσιν ἄμφω τῆς ὡραιότητος αὐτῆς καὶ τῶν ἐξ αὐτῆς καρπῶν πρὸς διατροφὴν καὶ διαιώνισιν τοῦ γένους ἡμῶν, ἵνα ἐν ἀφάτῳ χαρμονῇ καὶ φωνῇ στεντορείᾳ δοξάζωμεν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῶ καὶ ζωοποιῷ Σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Βρέμων πῦρ ἀναλίσκον καθάπερ φρύγανα, ἡμῶν πατρίδος τὰ δάση Σῇ πανσθενεῖ δεξιᾷ, σβέσον Σῶτερ, πολυέλεε Φιλάνθρωπε, Θείας μητρός Σου προσευχαῖς, ὑπὸ Βάτου ἐν Σινᾷ ἀφλέκτως τῆς καιομένης, προτυπουμένης καὶ αὔραις ἁγιασμοῦ Σου πάντας δρόσισον.


Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου.

Παῖδες οἱ τρισάριθμοι Θεοῦ, σκεύη τῆς Ἁγίας Τριάδος, περιφανέστατα, Μισαήλ μακάριε καὶ Ἀνανία σοφέ, Ἀζαρία θεόληπτε, ἐκ πάσης ἀνάγκης, πάντας ἀπαλλάξατε, τούς προσιόντας ὑμῖν, λύοντες παθῶν τάς φλογώσεις, καί τοῖς πυροσβέσταις ἀπαύστως, νέμοντες ἰσχύν καί θάρρος ἄνωθεν.


Είτα ποιεῖ τήν Ἀπόλυσιν.


Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.