Παρακλητικός Κανόνας Αγίου Ιωάννη του Ελεήμονα
Παρακλητικός Κανόνας Αγίου Ιωάννη του Ελεήμονα

Παρακλητικός Κανόνας Αγίου Ιωάννη του Ελεήμονα

Παρακλητικός Κανόνας Αγίου Ιωάννη του Ελεήμονα

Ποιήμα Ἀρχιμ. Νικοδήμου.



Ὁ ἱερεύς, Εὐλογητός ὁ Θεός ἡμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων


Ὁ χορός· Ἀμήν


Ψαλμός ρμβ΄ 142

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾷς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ μὲ ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖρας μου, ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρὸς Σοί. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σοῦ ἀπ’ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεὸς Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος Σου εἰμί.


Ἦχος δ΄

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου


Ἦχος δ’. Ὁ ὑψωθείς.

Τὸν Ἰωάννην ἐπισκόπων τὸ κλέος, πανευλαβῶς ἐγκωμιάσωμεν ὕμνοις, θεοφιλῶς δὲ εἴπωμεν αὐτῷ ἐν χαρᾷ, στήριξον ταῖς ἱκεσίαις σου, εὐσεβεῖς ἐλεήμονας, φώτισιν διδοὺς αὐτοῖς, ἐλεεῖν ἐν ἀγάπῃ, ἐπιμελεῖσθαί τε τῶν ἐνδεῶν, ὡς ἐκδιδάσκει, Χριστὸς ὁ φιλάνθρωπος.


Δόξα. Τὸ αὐτό.

Καὶ νῦν. Θεοτοκίον.


Τὴν Θεοτόκον ἐν ᾠδαῖς εὐφημοῦμεν, καὶ μεγαλύνομεν Αὐτῇ ἐκβοῶντες· τὴν Ἐκκλησίαν στήριξον Παρθένε σεμνή, φρούρησον ἐν τῇ δυνάμει σου, ὀρθοδόξων συστήματα, σῶσον τοὺς τιμῶντάς Σε ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἐκ κινδύνων πλείστων χαλεπῶν, Σὺ γὰρ ὑπάρχεις, βροτῶν ἡ ἀντίληψις.


ΨΑΛΜΟΣ ν’ (50).

 Ἐλέησόν μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστί δια παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα˙ ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου καί νικήσης ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς μέ ὑσσώπω καί καθαρισθήσομαι· πλυνεῖς μέ καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοί ἀγαλλίασιν καί εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό πνεῦμα σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μοῦ ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἶ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορά καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.


Καὶ ἀρχόμεθα τοῦ κανόνος, οὐ ἡ ἀκροστιχίς·

Ἰωάννῃ Ἐλεήμονι, ἔπαινος τοῦ Νικοδήμου.


Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἰσχὺν τὴν τοῦ Πνεύματος ἐκζητῶ, ὑμνῆσαι ἀξίως, Ἰωάννην τὸ ἀρετῆς, ὑπόδειγμα θεῖον τῆς ἀγάπης, καὶ τοῦ ἐλέους πηγὴν ἀνεξάντλητον.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ὢ Πάτερ φιλάνθρωπε καὶ σεπτέ, Χριστοῦ Ἰωάννη, ἀφομοίωμα ἀληθές, ἱκέτευε Λόγον ὑπὲρ δούλων, ἐπιθυμούντων μιμεῖσθαι τὸ ἔργον σου.


Δόξα Πατρὶ.

Ἀγάπης ἀπαύγασμα ἱερόν, τῆς Ἀλεξανδρείας, ἱεράρχης θεοφιλής, πενήτων τροφεὺς καὶ ὑποφήτης, Χριστιανῶν Ἰωάννη γεγένησαι.


Καὶ νῦν.

Ναὸς ἀνεδείχθης ὑπερφυής, τοῦ Λόγου Παρθένε, ὡς κυήσασα ἐν γαστρί, ἐκ Πνεύματος θείου τὸν Σωτῆρα, τῶν πεπτωκότων βροτῶν παναμώμητε.


Ὠδὴ γ’.Οὐρανίας ἁψίδος


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Νικητὴς Ἰωάννη πρὸς οὐρανὸν ἔδραμες, εἰς σαββατισμὸν παραδείσου, ὡς ἐλεήμων σεπτός, καθικετεύων Χριστόν, τοῦ ἐνισχύειν ἐν ἔργοις, τῆς ἀγάπης ἅπαντας, τοὺς σὲ γεραίροντας.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἠξιώθης δεχθῆναι ὑπερφυὲς ὅραμα, εἰς τὸ ἐλεεῖν Ἰωάννη, σὲ προσκαλοῦν ἀληθῶς, τοὺς ἀδελφοὺς τοῦ Χριστοῦ, τοὺς ἐνδεεῖς καὶ ἀθλίους, ὑπὲρ ὧν ἐσταύρωται, Χριστὸς ὁ Κύριος.


Δόξα Πατρὶ

Ἐνδεῶν ἀνεδείχθης ὁ φροντιστὴς ἔνδοξε, καὶ ἀδικουμένων προστάτης, καὶ πενομένων τροφεύς, φιλανθρωπίας Χριστοῦ, ὦ Ἰωάννη ὁ κήρυξ, καὶ ἡμῶν μακάριε, ἅγιον πρότυπον.


Καὶ νῦν

Λόγου Μῆτερ ὁρῶν Σε ἐν οὐρανοῖς πέλουσαν, πᾶσιν ἀναγγέλλω Σὴν δόξαν, καὶ τὰ θαυμάσια, διὸ Σοῦ δέομαι, ἐν ταπεινώσει καρδίας, τοῦ τηρεῖν με ἄτρωτον, βελῶν τοῦ ὄφεως.


Καταύγασον, τὸν νοῦν ἡμῶν καὶ καρδίαν ὦ Ἱεράρχα, ἵνα πάντες τῶν ἐνδεῶν ἐν ἔργοις φροντίζομεν, ὡς σὺ Ἰωάννη παντελεῆμον.


Στερέωσον, τοὺς τὸν Υἱόν Σου δοξάζοντας Θεοτόκε, ἐν τῇ πίστει τῇ ἀληθεῖ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Εἴτα μνημονεύει ὁ ἱερεύς, δι’ οὖς ἡ Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ· Κύριε ἐλέησον, ιε΄.

Μετά δέ τήν εκφώνησιν, τό ἐπόμενον·


Κάθισμα.Ἦχος β’. Τὰ ἄνω ζητῶν.

Πενήτων Πατήρ, Χριστοῦ τὸ ἐκτύπωμα, πιστῶν ἀρωγός, τῶν ἔργων ὁ διδάσκαλος, Ἰωάννης ὁ ἔνθεος, ὀρθοδόξου πίστεως πρόμαχος, ἐν οὐρανοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύει ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.


Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἐπόθησας Ἅγιε τῆς Σιὼν τὸν πλοῦτον καὶ τὴν ἀνάπαυσιν, διὸ Λόγῳ διηκόνησας, ἐνδεέσι βοηθῶν ἐν χάριτι.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἡλιόμορφον Κύριον, Ἐλεῆμον λόγοις σου καθικέτευσον, τοῦ στηρίξαι τοὺς τιμῶντάς σε, ἐν ἀγάπῆς ἔργοις καὶ ἁγιότητος.


Δόξα Πατρὶ

Μιμηθεὶς τὸν Θεάνθρωπον, Ἰωάννη τούτῳ κατηκολούθησας, ἐλεῶν ἐν ἱλαρότητι, καὶ διδάσκων ἔργῳ τὸ φιλάνθρωπον. 


Καὶ νῦν

Ὄντως χάριν δεδώρησαι, τῷ βροτείῳ γένει Θεοχαρίτωτε, ὡς γεννήσασα τὸν Κύριον, καὶ Θεὸν τοῦ σύμπαντος πανάχραντε.


Ὠδὴ ε’. Φώτισον ἡμᾶς.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Νοῦν τε καὶ ψυχήν, τῇ σῇ χάριτι καθάρισον, ἵνα ὁρῶ ὦ Πάτερ τὸν Ἰησοῦν, ἐν ἀδελφῶν ἐλαχίστων, τῷ βίῳ πάντοτε.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἴθυνον κλεινέ, τῆς ψυχῆς ἡμῶν τὸ φρόνημα, Ἀλεξανδρείας Ἰωάννη πρὸς τὸν Χριστόν, ἵνα ἐν ἔργοις εὐχαῖς σου, πένητας θρέψωμεν. 


Δόξα Πατρὶ

Εὔφρανον ἡμᾶς, τῇ σῇ χάριτι τρισόλβιε, φιλανθρωπίαν διδάσκων θεοφιλῆ, ὦ Ἰωάννη, ἐλέους Θεοῦ ἐπώνυμε.


Καὶ νῦν

Πόματι ζωῆς, Ζωοδόχε Σὺ κατάρδευσον, τοὺς προσκυνοῦντας τὸν Τόκον Σου ἁγνή, τὸν Ζωοδότην, καὶ Κύριον πάσης κτίσεως.


Ὠδὴ στ’. Τὴν δέησιν.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἀμάραντον, ἐκ Θεοῦ ἐδέξατο, Ἰωάννης Ἐλεήμων τὸ στέφος, ἐν τῇ ζωῇ τῇ ἀγήρῳ καὶ θείᾳ, συνευφραινόμενος Λόγῳ παντάνακτι, αὐτοῦ λιταῖς ὦ Ἰησοῦ, ἡμῖν τὴν χάριν σου δώρησαι.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἰσχύϊ σου, τὴν ψυχήν μου κράτυνον, ποντουμένην ἐν ταῖς ζάλαις τοῦ βίου, ὅτι πρὸς σέ, Ἰωάννη προσκλίνω, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα, καὶ δέομαι ἐν πειρασμοῖς· ἐκ παθῶν σαῖς πρεσβείαις διάσωσον.


Δόξα Πατρὶ

Νοῦν ἔμφρονα, σοῖς ἱκέταις χάρισαι, Ἰωάννη Ἐλεῆμον λιταῖς σου, πρὸς τὸν Χριστόν, ἵνα πόθῳ διώκω, τὴν τοῦ ἐλέους χαρὰν τὴν σωτήριον, ἣν εἴληφας σὺ θαυμαστῶς, ἀναπαύων ψυχὰς τῶν πενήτων σου.


Καὶ νῦν

Οὐράνιαι, στρατηγίαι τέρπονται, τὴν Σὴν δόξαν καθορῶσαι Παρθένε, ὅτι ἐν Σοί, ὁ Θεὸς ἐσαρκώθη, καὶ οἱ βροτοὶ δι’ Αὐτοῦ ἐλυτρώθημεν, ἀνῆλθες δὲ εἰς οὐρανούς, δευτερεῖα Τριάδος κατέχουσα.


Καταύγασον, τὸν νοῦν ἡμῶν καὶ καρδίαν ὦ Ἱεράρχα, ἵνα πάντες τῶν ἐνδεῶν ἐν ἔργοις φροντίζομεν, ὡς σὺ Ἰωάννη παντελεῆμον.

Στερέωσον, τοὺς τὸν Υἱόν Σου δοξάζοντας Θεοτόκε, ἐν τῇ πίστει τῇ ἀληθεῖ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Εἴτα μνημονεύει ὁ ἱερεύς, ὡς δεδήλωται.
Μετά δέ τήν εκφώνησιν, τό Κοντάκιον.


Ἦχος β’.  Προστασία τῶν χριστιανῶν.

Ἰωάννη ἐλέους ἐγένου ἐπώνυμος, φιλανθρώπων δὲ πάντων διδάσκαλος ἔνθεος, καὶ πιστῶν τῆς Ὀρθοδοξίας πρότυπον σεπτόν, διὸ ἔλαβες ἐν οὐρανοῖς, τὴν Βασιλείαν τοῦ Θεοῦ, καὶ χαρὰν ἀνεκλάλητον, δίδαξον σαῖς πρεσβείαις, τὴν ἐλεημοσύνην, τοῖς εὐφημοῦσί σε πιστῶς, καὶ τιμῶσί σου τὸ ὄνομα.


Τὸ Προκείμενον.

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.


Στίχ. Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.


ΕΥΑΓΓΕΛΙΟΝ

Ἐκ τοῦ κατά Ματθαῖον.
(Κεφ. ια’, 27‐30)


Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου, καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ, οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει εἰμή ὁ Υἱός,  καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πράος εἰμί καί ταπεινός τή καρδία καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστι.


Δόξα. Ἦχος β’

Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Χαῖρε θεοτίμητε, Ἀλεξανδρείας τὸ κλέος, Ἱεράρχα ἔνθεε, ὀρθοδόξων καύχημα καὶ ἀγλάϊσμα, ἐν χαρᾷ ἔδωκας, τοῖς πτωχοῖς τὸν πλοῦτον, καὶ τὸ δίκαιον ἀπένειμας, τοῖς πᾶσιν ἄριστα, εὐαγγελικῶς θεοπρόβλητε, πτωχείαν θεοδίδακτον, ὄντως Ἐλεῆμον ἠγάπησας, ὅθεν ὑπὲρ πάντων, πενήτων δεομένων σεαυτόν, περιχαρῶς κατατέθυκας, Ἰωάννη ἔνδοξε.


Ὁ ἱερεύς· Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

Ὁ λαός· Κύριε, ἐλέησον ιβ´.

Ὁ ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς.


Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Σεπτῶς ἀνευφημοῦμεν Ἰωάννου τὸν βίον ἐκλιπαροῦντες αὐτόν, διδάξαι ἡμᾶς πάντας, λιταῖς αὐτοῦ ἀγάπην, ἵνα σύμψυχοι ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Τῇ χάριτι Κυρίου κατεστόλισε πάσαις ταῖς ἀρεταῖς τὴν ψυχήν, ὁ μέγας Ἐλεήμων, καὶ ἔψαλλεν ἐνθέως, σὺν ἀπόροις πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


Δόξα Πατρὶ.

Ὁ θεῖος Ἰωάννης ἡ πηγὴ τοῦ ἐλέους ἐν οὐρανοῖς κατοικεῖ, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ἐλεούντων, καὶ βοώντων πρὸς Κύριον·  Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


Καὶ νῦν.

Ὑπέρτιμε Μαρία ἐλευθέρωσον πάντας ἐκ τῶν τοῦ πλάνου δεσμῶν, καὶ πύλη μετανοίας, ὑπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


Ὠδὴ η’. Τὸν βασιλέα.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Νενεκρωμένας, ἐξ ἀμελείας καρδίας, σαῖς πρεσβείαις ἀνάστησον Πάτερ, τοῦ τιμᾶν ἐν ἔργοις, Χριστὸν εἰς τοὺς αἰῶνας.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Νενεκρωμένας, ἐξ ἀμελείας καρδίας, σαῖς πρεσβείαις ἀνάστησον Πάτερ, τοῦ τιμᾶν ἐν ἔργοις, Χριστὸν εἰς τοὺς αἰῶνας.


Δόξα Πατρὶ

Κατατρυφῶντες, τῆς βιοτῆς Ἰωάννου, ἐγκωμίοις αὐτὸν εὐφημοῦμεν, καὶ Χριστὸν ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.


Καὶ νῦν

Ὁ Λόγος Κόρη, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, ἐσαρκώθη ὑπὲρ τῶν ἀνθρώπων, ὑφ’ ὧν ἀνυμνεῖται, εἰς πάντας τοὺς αἰῶνας.


Ὠδὴ θ’. Κυρίως θεοτόκον.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Διέσωσας ἐκ πλάνων, Πάτερ τὸν λαόν σου, ἀγωνισθεὶς ἐν δυνάμει ὡς στόμα Χριστοῦ, Ὃν μεγαλύνειν ἐν ἔργοις, ἡμᾶς ἀξίωσον.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ἠξίωσαι παμμάκαρ, τὸν Κτίστην θεᾶσθαι, καθικετεύεις δὲ Τοῦτον, ὑπὲρ τῶν θερμῶς, ἐπιποθούντων συντρέχειν, ἐν ἔργοις πένησιν.


Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Μεγάλυνον ψυχή μου, ἐν ὕμνοις Ἰωάννην, καὶ καθικέτευε τοῦτον πρεσβεύειν Χριστῷ, ὑπὲρ πιστῶν ἐλεούντων, μετὰ συνέσεως.


Δόξα Πατρὶ

Ὁρῶν σὺν τοῖς Ἁγίοις, Χριστὸν Ἰωάννη, ἐπιδαψίλευσον πᾶσι ἀγάπην θερμήν, ἵνα συμπάσχωμεν πένησιν, ὡς ὁ Κύριος.


Καὶ νῦν

Ὑμνοῦντες Θεοτόκε, Χριστὸν τὸν Υἱόν Σου, καθικετεύομεν πάντες τοῦ δοῦναι ἡμῖν, τῶν ὀφλημάτων τὴν λύσιν, καὶ μέγα ἔλεος.


Καὶ εὐθὺς τό Ἄξιόν ἐστιν,
καί τά παρόντα Μεγαλυνάρια.


Δεῦτε Ἰωάννην τὸν θαυμαστόν, πενήτων προστάτην, ἀρετῆς τε ὑπογραμμόν, τῆς φιλανθρωπίας, τὸν κήρυκα ἐν ἔργοις, τὸν θεῖον Ἐλεήμονα εὐφημήσωμεν.

Χαίροις τῶν πενήτων ὁ χορηγός, καὶ τῶν ἐν ἀνάγκαις ἀντιλήπτωρ καὶ βοηθός, θεῖε Ἰωάννη, τῆς ἐλεημοσύνης, ἐπώνυμος καὶ τύπος, Χριστοῦ ἀντίγραφον.

Χαίροις τῆς λιτότητος προβολεύς, μάκαρ Ἰωάννη, καὶ ἐλέους ὑπογραμμός, τῆς δικαιοσύνης, ὁ κήρυξ καὶ ἐκφάντωρ, Χριστοῦ τοῦ Βασιλέως, τὸ ἀφομοίωμα.

Ὕμνοις εὐφημήσωμεν ἀδελφοί, θεῖον Ἰωάννην, οἱ ποθοῦντες θεοσεβῶς, τῆς φιλανθρωπίας, τὸ ἔργον ἐκτελέσαι, μιμούμενοι τὸν βίον, αὐτοῦ τὸν ἔνθεον.

Τῆς Ἀλεξανδρείας τὸν φρυκτωρόν, μέγαν Ἰωάννην, ἐλεήμονα καὶ σεμνόν, τιμήσωμεν ὕμνοις, διάκονον πενήτων, καὶ πάντων ὀρθοδόξων, τὸ ἐγκαλλώπισμα.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.


Τρισάγιον· Παναγία Τριάς, Πάτερ ἡμῶν· Ὅτι Σοῦ ἐστιν.


Εἶτα τὸ παρόν Ἀπολυτίκιον.


Ήχος πλ. δʹ.

Ἐν τῇ ὑπομονῇ σου ἐκτήσω τὸν μισθόν σου Πάτερ, Ὅσιε, ταῖς προσευχαῖς ἀδιαλείπτως ἐγκαρτερήσας, τοὺς πτωχοὺς ἀγαπήσας, καὶ τούτοις ἐπαρκέσας· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Ἰωάννη Ἐλεῆμον μακάριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Ὁ ἱερεύς μνημονεύει·

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κ.τ.λ.


Είτα ποιεῖ τήν Ἀπόλυσιν.

Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, ψάλλονται τὰ παρόντα·


Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε Ἰωάννην ἀδελφοί, τῶν Ἀλεξανδρέων τὸ κλέος, ἐν ἐγκωμίων ᾠδαῖς, πάντες εὐφημήσωμεν καὶ μεγαλύνομεν, τὸ Χριστοῦ ἀφομοίωμα, πενήτων πατέρα, τῶν ἀδικουμένων δέ, προστάτην ἄμαχον, οὗτος, οὐρανίῳ παστάδι, χαίρει σὺν Ἀγγέλοις ἀπαύστως, ἀνυμνῶν Χριστὸν τὸν ὑπεράγαθον.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἤμάς, ἄπό πάσης ἀνάγκης καί θλίψεως.


Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ εὐχῶν.