Παρακλητικός Κανόνας Αγίου Λουκά Συμφερουπόλεως του Ιατρού
Ποιήμα Εδέσσης Ἰωήλ.
Ὁ ἱερεύς, Εὐλογητός ὁ Θεός ἡμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων
Ὁ χορός· Ἀμήν
Ψαλμός ρμβ΄ 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾷς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ μὲ ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖρας μου, ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρὸς Σοί. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σοῦ ἀπ’ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεὸς Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος Σου εἰμί.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Ἦχος δ’. Ὁ ὑψωθείς.
Ὡς Ἰεράρχης τοῦ Χριστού αἰγληφόρος, καὶ ἰατρός τῶν ἀσθενούντων μερόπων καὶ πρεσβευτής Λουκά πρὸς τὸν Φιλάνθρωπον, τοὺς ἐπιζητούντας σου τὴν θεόσδοτον χάριν, μὴ ἐλλείπεις Ἅγιε από πάσης ἀνάγκης καὶ χαλεπών τοῦ βίου ἀναγκών διαφυλάττων ταῖς θείαις πρεσβείαις σου.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
ΨΑΛΜΟΣ ν’ (50).
Ἐλέησόν μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστί δια παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα˙ ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου καί νικήσης ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς μέ ὑσσώπω καί καθαρισθήσομαι· πλυνεῖς μέ καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοί ἀγαλλίασιν καί εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό πνεῦμα σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μοῦ ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἶ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορά καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ κανόνος, οὐ ἡ ἀκροστιχίς·
Λουκᾶ ἰατρὲ τοὺς νοσοῦντας ἴασαι. Ἰωήλ
Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Λουκᾶ ἀρχιθύτα τόν Ἰησοῦν, πάντοτε δυσώπει ὑπέρ πάντων ὑμῶν λιταῖς, νόσων λυτρωθῆναι δυσιάτων, καί δυσπραγίας τοῦ βίου πανόβλιε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὁρμᾶς τάς ἄτακτους τῶν ἡδονῶν, Λουκά καί ἐννοίας, ψυχοφθόρους τῶν γεηρῶν, τή σή προστασία Ἱεράρχα, ἐκ τῆς ψυχῆς μου ἀνάσπασον πρόρριζον.
Δόξα Πατρὶ.
Ὑφέρπων δολίως ὁ πονηρός, προσβάλλει μέ ὄντως ἀρρωστήμασι τοῖς δεινοῖς, ἄλλ ὡς θεοκίνητος ἀκέστωρ, τήν ἰατρείαν Λουκά δός μοί τάχιστα.
Καὶ νῦν.
Καμάτου τοῦ σώματος καί ψυχῆς, τούς δούλους σου μήτερ, ἐλευθέρωσον σαῖς λιταῖς καί χάριζε πάσιν τήν ἐλπίδα τοῦ πλατυσμοῦ καί ἀνέσεως Δέσποινα.
Ὠδὴ γ’.Οὐρανίας ἁψίδος
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀπορρήτως τήν χάριν, τά σά ὀστᾶ δίδωσι, τοῖς προσερχομένοις ἐν πίστει, ταῦτα ἀσπάσασθαι ἐν Σάγματα τή μονή, καί ἐν τή χώρα Ρωσίας, ὡς πηγή ζωῆς, Λουκά ἀοίδιμε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἰαθῆναι λιταίς σου, παρακαλῶ Ἅγιε, ἐκ τῆς ταραχῆς τοῦ νοός μου καί τῆς δειλίας μου, σύ γάρ ὡς εὔτολμος ἐν τοῖς καιροις τοῖς ἐσχατοις, Χριστοῦ τήν ἀλήθεια, Λουκά ἐκήρυξας.
Δόξα Πατρὶ
Ἀρχιθύτης ὑπάρχων, ἐν οὐρανῶ ἐπαρον, τάς σεπτᾶς σου χείρας θεόφρον, πρός τόν Φιλάνθρωπον, ἁπαλλαγῆναι μέ, ἀμπλακημάτων παντοίων, ὡς ἄν τήν σωτήριον, τρῖβον πορεύσομαι.
Καὶ νῦν
Τάς συμβάσεις τοῦ βίου καί δυσμενῆ σκάνδαλα, τάς ἐπιφορᾶς τοῦ βελίαρ καί μηχανήματα γήινων θέλγητρα καί τῶν ματαίων ὀρέξεις ἄφ ἠμῶν ἀπόστησον Παντοβασίλισσα.
Διασωσον ὤ Ἱεράρχα Λουκά τους σέ ἀνυμνοῦντας ἐκ κινδύνων καί πονηρῶν καταστάσεων καί ἐκ τῶν νόσων κάτ ἀμφω σημειοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἴτα μνημονεύει ὁ ἱερεύς, δι’ οὖς ἡ Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ· Κύριε ἐλέησον, ιε΄.
Μετά δέ τήν εκφώνησιν, τό ἐπόμενον·
Κάθισμα.Ἦχος β’. Πρεσβεία θερμή.
Ἐν χρόνοις τοῖς νῦν, Λουκά Ἀρχιεπίσκοπε, ἐφάνης πιστοίς παραμυθία ἄφατος, διο μή παύση Ἅγιε συντηρῶν προμηθεία τή κρείττονι, ὡς παρρησίαν σχῶν ἐν οὐρανῶ, τούς πόθω φωνούντας τό σόν ὄνομα.
Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ρίζαν ἔκοψον Ἅγιέ της δαιμονικῆς σαφῶς ἀθεότητος καί Λουκά πρός ἀγαθότητα ἰθυνας ψυχᾶς τῶν ἀνυμνούντων σέ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἐπί σοῖ τάς ἐλπίδας μου ἔχων Ἱεράρχα σεβασμιώτατε, νυσταγνόν τῆς ραθυμίας μου, στῆσαι ὁ φιλόυλος ἐφίεμαι.
Δόξα Πατρὶ
Τῷ φλογμῶ παραβάσεων καί ἀσεβημάτων Λουκά Ἐπίσκοπε ἐκτακείσαν τήν καρδίαν μου, δρόσισον ρανίσι τοῦ ἐλέους σου.
Καὶ νῦν
Ὁ ὑπάρχων ἀχώρητος καί πληρῶν τά πάντα Θεός ἐχώρησεν ἐν τή μήτρα σου Πανάμωμε, ὄν ὑπέρ ἠμῶν ἀεί ἱκέτευε.
Ὠδὴ ε’. Φώτισον ἡμᾶς.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὕψωσον Λουκά πρός τήν ἄνωθεν λαμπρότητα τά νοήματα ἠμων τῶν ἐμπαθῶν, διαλύων ἁμαρτίας τά φαντάσματα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Στόνον τῶν ψυχῶν καί σωμάτων τά ἀλγήματα Ἱεράρχα ζωηφόροις σου λιταίς μή ἐλλιπής ἰατρεῦσαι τῶν τιμώντων σε.
Δόξα Πατρὶ
Νῦν ἐν Σαγματά τάς μερίδας τῶν λειψάνων σου οἱ μονάζοντες κατέχοντας Λουκά σαῖς εὐχαῖς ἐκζητούσι τήν εἰρήνευσιν.
Καὶ νῦν
Ὄν ὑπερφυῶς Θεοτόκε ἀπεκύησας δυσωπούσα μή ἐλλιπής ἐσαεί ἐκλυτρώσασθαι ἠμᾶς ἐξ ἀπογνώσεως.
Ὠδὴ στ’. Τὴν δέησιν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Συστήματα πονηρῶν ἐκύκλωσαν τάς ψυχάς ἠμών Λουκά Ἱεράρχα καί σαρκικῶν τά ἀμέτρητα πάθη πρός ἀκρασίας τόν λάκκον καθέλκουσι ἠμας τούς κράζοντας πρός σέ ἐκ φθορᾶς τούς ἰκετάς σου λύτρωσον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὁδήγησον πρός λιμένα εὐδιον Ἱεράρχα τοῦ Χριστοῦ τούς πεσόντας ἐν κλυδωνίω τῆς ζάλης τοῦ βίου καί ἐν ἀβύσσω παγίδων τοῦ ὄφεως, ὡς κεκτημένος πρός Θεόν τήν καλήν παρησίαν πανεύφημε.
Δόξα Πατρὶ
Ὑπάρχων των λογισμῶν ἀνάπλεως Ἱεραρχα πολυφρόντιδος βίου καί μεριμνών καθ’ ἑκάστην ὁ τάλας ἐν ἠδοναῖς ψυχοφθόροις τοῦ σώματος ἐκ βάθους αἴρω τήν φωνήν πρός τό θεῖον μέ φῶς καθοδήγησον.
Καὶ νῦν
Νῦν βάρει τῶν ἐμπαθῶν πταισμάτων μου καλυφθείσα ἡ καρδία μου σθένει, καί μή τολμῶν ἀτενίσαι πρός ὕψος τοῦ οὐρανοῦ Θεοτόκε ὁ ἄσωτος αἰτοῦμαι ἄφεσιν κακῶν πανσθενεί σου πρεσβεία Θεόνυμφε.
Διάσωσον ὤ Ἱεράρχα Λουκά τους σέ ἀνυμνοῦντας ἐκ κινδύνων καί πονηρῶν καταστάσεων καί ἐκ τῶν νόσων κατ’ ἄμφω σημειοφόρε.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Εἴτα μνημονεύει ὁ ἱερεύς, ὡς δεδήλωται.
Μετά δέ τήν εκφώνησιν, τό Κοντάκιον.
Ἦχος β’. Τοις των αιμάτων σου.
Ὡς Ἱεράρχης Λουκά ἀξιάγαστε Συμφερουπόλεως πάσης ὁ πρόεδρος τοῖς προσιούσιν ἐν πίστει τή λάρνακα τῶν σῶν λειψάνων ἁγίασον χάριτι παρέχων κατ’ ἄμφω τήν ἴασιν.
Τὸ Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ Οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἑξανθήσει.
ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατά Λουκάν.
(Κεφ. στ’, 17‐19, θ΄, 1‐2, ι΄, 16‐21 )
Τῷ καιρῶ ἐκείνω ἦλθε πρός τόν Ἰησοῦν ὄχλος μαθητῶν αὐτοῦ, καί πλῆθος πολύ λαοῦ, ἀπό πάσης της Ἰουδαίας καί Ἱερουσαλήμ καί τῆς παραλίου Τύρου καί Σιδῶνος, οἱ ἦλθαν ἀκοῦσαι αὐτοῦ, καί ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν, καί οἱ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων καί ἐθεραπεύοντο. Καί πᾶς ὁ ὄχλος ἐζήτει ἀπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καί ἰάτο πάντας. Συγκαλεσάμενος δέ τούς δώδεκα Μαθητᾶς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καί ἐξουσίαν ἐπί πάντα τά δαιμόνια, καί νόσους θεραπεύειν. Καί ἀπέστειλεν αὐτούς κηρύσειν τήν βασιλείαν τοῦ Θεοῦ, καί ἰάσθαι τούς ἀσθενοῦντας. Καί ἔλεγεν αὐτοῖς. Ὁ ἀκοῦν ὑμῶν, ἐμοῦ ἀκούει, καί ὁ ἀθετῶν ὑμᾶς, ἐμέ ἀθετεῖ, ὁ δέ ἐμέ ἀθετῶν, ἀθετεῖ τόν ἀποστείλαντα μέ. Ὑπέστρεψαν δέ οἱ ἑβδομήκοντα μετά χαρᾶς, λέγοντες. Κύριε, καί τά δαιμόνια ὑποτάσσεται ἠμίν ἐν τῷ ὀνόματί σου. Εἶπε δέ αὐτοῖς. Ἐθεώρουν τόν Σατανᾶν ὡς ἀστραπήν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδού δίδωμι ὑμίν τήν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καί σκορπίων , καί ἐπί πάσαν τήν δύναμιν τοῦ ἐχθροῦ, καί ὑμᾶς οὐ μή ἀδικήση. Πλήν ἐν τούτω μή χαίρετε, ὅτι τά πεύματα ὑμίν ὑποτάσσεται, χαίρετε δέ μᾶλλον , ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτή τή ὥρα ἠγαλιάσατο τῷ Πνεύματι ὁ Ἰησοῦς , καί εἶπεν. Ἐξομολογοῦμαι σοί, Πάτερ, Κύριέ του οὐρανοῦ καί τῆς γής, ὅτι ἀπέκρυψας ταῦτα ἀπό σοφῶν καί συνετῶν, καί ἀπεκάλυψας αὐτά νηπίοις, ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Δόξα. Ἦχος β’
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ἅγιε Ἀνάργυρε Ρωσίας πάσης τό κλέος τῆς Συμφερουπόλεως ἔνδοξε διδάσκαλε καί Ἐπίσκοπε τάς δεινάς μάστιγας τῶν ἀρρωστημάτων πυρετῶν τε καί τά τραύματα τῶν προσιόντων σοί ἴασαι Λουκά τῷ ἐλέει σου καί ταῖς ἰκετηρίαις πρός τόν σόν Φιλάνθρωπον Κύριον. Πάντιμε ἀκέστορ ἐλπίς κεκμηκότων ἀρραγής μή ἐπιλάθη δωρήσασθαι πάσι τά εὐφρόσυνα.
Ὁ ἱερεύς· Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
Ὁ λαός· Κύριε, ἐλέησον ιβ´.
Ὁ ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς.
Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Τή σή σκέπη προστρέχω Ἱεράρχα αἰτούμενος τήν καρδιάν μου τήν γέμουσαν ἀκάνθας τῆς ὑπερηφανίας καί δαιμόνων θρασύτητος ἀποκαθάραι ταῖς σαῖς ἐντεύξεσι Λουκά μου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἁγιώτατε Πάτερ νοητῶν Αἰθιόπων καί κακοτρόπων βροτῶν συμβάσως ἀλόγου καί τῆς κακοπραγίας ἀνωτέρους συντήρησον τούς ἑξαιτούντας Λουκά τήν σήν ἐπικουρίαν.
Δόξα Πατρὶ.
Στηριγμόν ἐν τή θλίψει ἐν πελάγει τοῦ βίου τοῦ Σαγματά ἡ μονή τά λείψανά σου πάτερ κατέχουσα τό θαρσος κάθ ἑκάστην ἀρύεται. Ἴνα πρός πλάτος χαρᾶς τῆς ὄντως καταντήση.
Καὶ νῦν.
Ἰησοῦ τάς ἀγκάλας τῆς θερμῆς σου ἀγάπης καί θυμηδίας ὁμοῦ ὑπάνοιξον μοί Σῶτερ λιταῖς τῆς σῆς τεκούσης ἴνα ψάλλω γηθόμενος ὁ τῶν Πατέρων ἠμων Θεός εὐλογητός εἰ.
Ὠδὴ η’. Τὸν βασιλέα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀτρέμας Πάτερ πρό τῶν βημάτων ἀθέων ὠμολόγησας Χριστόν Ἐσταυρωμένον ὄν μή διαλίπης ὑπέρ ἠμῶν λιτάζων.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Σοφίας μάκαρ τῆς θεικῆς ὧν δοχεῖον τόν θυμόν καί ταραχώδεις ἐννοήσεις θραῦσον τῆς ψυχῆς μου Λουκά σημειοφόρε.
Δόξα Πατρὶ
Ἅγιε λύσον τῆς ταλαιπώρου ψυχῆς μου καί τοῦ σώματος τούς πόνους καί ὀδύνας, σύ γάρ, Ἀρχιθύτης τυγχάνεις καί ἀκέστωρ.
Καὶ νῦν
Ἰσχύς ἡ ὄντως καί ἡ ἐλπίς καί τό φάος, ἡ παράκλησις καί ἴαμα κατ’ ἄμφω Δέσποινα ὑπάρχεις ἠμῶν τῶν ὀρθοδόξων.
Ὠδὴ θ’. Κυρίως θεοτόκον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἰάτρευσον τάς νόσους τῶν ψυχοπασχόντων καί ἀλγουμένων Λουκᾶ ὑπέρ ἔννοιαν διευθετῶν τάς ἐννοίας αὐτῶν μακάριε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὡς μέλισσα ἐτρύγεις τήν σοφίαν πάσαν ἐπί τῆς γής Ἱεράρχα ἀοίδιμε διο νοός μου ἀπέλασον τήν σκοτόμαιναν.
Δόξα Πατρὶ
Ἠδέως οἱ Πατέρες μάνδρας Σαγματίου τά σᾶ ὀστᾶ ὡς μαργάρους κατέχοντες ἐπιζητούσιν θεοφρον τήν σήν ἀντίληψιν.
Καὶ νῦν
Λαόν τῶν ὀρθοδόξων φύλαττε ἐκ λύκων αἱρετικῶν Παναγία Πανύμνητε ἀποκαλύπτουσα πάσαν αὐτῶν κακότητα.
Καὶ εὐθὺς τό Ἄξιόν ἐστιν,
καί τά παρόντα Μεγαλυνάρια.
Χαίροις ἐπισκόπων ὁ κοινωνός τῆς Ρωσίας πάσης ὁ θεόσοφος ἰατρός χαίροις τῆς Κριμαίας ὁ θεῖος ποιμενάρχης Λουκᾶ τῶν Ὀρθοδόξων ὁ νέος Ἅγιος.
Ἔχων τήν σοφίαν παρά Θεοῦ τῶν νενοσηκότων ἐθεράπευες τά δεινά καί τούς πεπτωκότας ἐν λάκκω τῶν ἀθέων τή σῆ δυνάμει Πάτερ Λουκᾶ ἐξήρπασας.
Πάντα τά ὀνείδη διά Χριστόν, φύλακας διώξεις καί αἰκίας σωματικᾶς σκύβαλα ἠγήσω καί ἔφερες γενναίως Λουκά σημειοφόρε καί ἀκατάβλητε.
Θαύματα τεράστια τῷ λαῶ ἡ σεπτή σωρός σου ἐν Ρωσία ἐπιτελεῖ, καί ἐν Σαγματίω, ἐκ ταύτης αἵ μερίδες ἐκβλύζουσιν ἰάσεις Λουκᾶ τοῖς πάσχουσι.
Ηὔγασας ὡς ἥλιος παμφαής ἐν Συμφερουπόλει τάς χορείας τῶν εὐσεβῶν καί τῆς ἀθεΐας ἐμείωσας τό σκότος, ἐν χώρα τῆς Ρωσίας Λουκᾶ ἀοίδιμε.
Μάνδρα τῶν θρεμμάτων τῶν λογικῶν ἐν τῷ Σαγματίω ταῖς πρεσβείαις σου πρός Χριστόν φύλαττε θεόφρον ἐκ πάσης κακουργίας, δαιμόνων τῶν ἐχθίστων Λουκᾶ πανάριστε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.
Τρισάγιον· Παναγία Τριάς, Πάτερ ἡμῶν· Ὅτι Σοῦ ἐστιν.
Εἶτα τὸ παρόν Ἀπολυτίκιον.
Ήχος πλ. αʹ. Τον συνάναρχον λόγον.
Ἰατρόν καί ποιμένα, Λουκᾶν τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Ἀρχιερέα λαμπρόν, τόν βαστάσαντα Χριστοῦ τά θεία στίγματα, τάς ἐξορίας, τά δεινά, ἐγκλεισμούς ἐν φυλακαῖς, τάς θλίψεις καί τά ὀνείδη, τόν ἐπί ἐσχάτων φανέντα, ἐν τή Ρωσία νέον Ἅγιον.
Ὁ ἱερεύς μνημονεύει·
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κ.τ.λ.
Είτα ποιεῖ τήν Ἀπόλυσιν.
Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, ψάλλονται τὰ παρόντα·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ Ἱεράρχα τοῦ Χριστοῦ, ἔνδοξε Λουκᾶ μή κατόκνει, ἐπιστασίαις σου, ἐν ποικίλαις θλίψεσι καί περιστάσεσι, συντηρῶν τόν φιλοχριστόν λαόν τοῦ Κυρίου, τόν ἐπικαλούμενον, ἐν εὐλαβεία πολλή, ὄνομα τό σόν θεοφόρε, καί ὑμνολογοῦντα ἐνθέως, θαύματα καί βίον σου τόν ἅγιον.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἤμάς, ἄπό πάσης ἀνάγκης καί θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν.