Παράκληση στους τρεις Ιεράρχες
Παράκληση στους τρεις Ιεράρχες

Παράκληση στους τρεις Ιεράρχες

Παράκληση στους τρεις Ιεράρχες

Ποιήμα Γερασίμου Μικραγιαννανίτου Μοναχοῦ.



Ὁ ἱερεύς, Εὐλογητός ὁ Θεός ἡμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων


Ὁ χορός· Ἀμήν.


Ψαλμός ρμβ΄ 142

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὗ δικαιωθήσεται ἐνώπιόν Σοῦ πᾷς ζων. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ μὲ ἕν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθῃ ἡ καρδία μου. Ἐμνήσθῃν ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖρας μου, ἡ ψυχὴ μοῦ ὡς γῆ ἄνυδρὸς Σοί. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σοῦ ἀπ’ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοὶ τὸ πρωὶ τὸ ἔλεὸς Σοῦ, ὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν μοί, Κύριε, ὁδόν, ἐν ἡ πορεύσομαι, ὅτι πρὸς Σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον, δίδαξόν μέ του ποιεῖν τὸ θέλημά Σοῦ, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἕν γῆ εὐθεῖα, ἕνεκεν τοῦ ὀνόματός Σοῦ, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει Σοῦ ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος Σου εἰμί.


Ἦχος δ΄

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου


Ἦχος δ’. Ὁ ὑψωθεῖς.

Ὡς οἰκονόμοι τῶν σεπτῶν μυστηρίων, καί βραβευταί τῶν ἐκ Θεοῦ χαρισμάτων, Βασίλειε, Γρηγόριε, Χρυσόστομε, λύσατε τόν καύσωνα τῆς ἀθλίας ψυχῆς μου, παύσατε τόν κλύδωνα, τῶν ἀγρίων παθῶν μου, καί πρός σοφίας κτῆσιν ἀληθοῦς, δί’ ἐναρέτου ζωῆς μέ ἰθύνατε.


Δόξα. Τὸ αὐτό.

Καὶ νῦν. Θεοτοκίον.


Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους, Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοὺ σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.


ΨΑΛΜΟΣ ν’ (50).

 Ἐλέησόν μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστί δια παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα˙ ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου καί νικήσης ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς μέ ὑσσώπω καί καθαρισθήσομαι· πλυνεῖς μέ καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοί ἀγαλλίασιν καί εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό πνεῦμα σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μοῦ ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ,εἶ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορά καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.


Καὶ ἀρχόμεθα τοῦ κανόνος, οὐ ἡ ἀκροστιχίς·

Σῶζοιτε ἡμᾶς ὣ Ἀρχιθῦται. Γερασίμου.


Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Σωτήριοι φύλακες καί φρουροί, ἐδείχθητε πάσιν, Ἱεράρχαι θεοειδεῖς, Βασίλειε σύν τῷ Γρηγορίω, καί Χρυσοστόμω, ἠμᾶς περιέποντες.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ὡς μύσται σοφίας τῆς θεϊκῆς δεινῶν σοφισμάτων, τῆς τοῦ πλάνου ἐπιβουλῆς, Βασίλειε σύν τῷ Γρηγορίω, καί Χρυσοστόμω, ἠμᾶς ἐκλυτρώσασθε.


Δόξα Πατρὶ.

Ζωῆς κεκρυμμένης τῆς ἐν Χριστῷ, σοφοί δημηγόροι. τῶν κρύφιων ἠμῶν παθῶν, νεκρώσατε τάς ἐπαναστάσεις, καί πρός ζωήν ἠμᾶς θεῖον ἐγείρατε.


Καὶ νῦν.

Ὁ βίος μου πλήρης ὤφθη δεινῶν, Πανύμνητε Κόρη, διά πλήθους ἁμαρτιῶν, σύ οὔν μή παρίδης μέ εἰς τέλος, ἀλλ’ ἐπιστάσα τό ἄλγος μου κούφισον.


Ὠδὴ γ’.Οὐρανίας ἁψίδος


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ἰατροί θεηγόροι, πάθη ψυχῶν παύσατε καί τῶν καρδιῶν τάς ὀδύνας, ἠμῶν ἰάσασθε, τή μυστική δωρεά, μυσταγωγοῦντες ἀΰλως, ἠμᾶς πρός ἐνάρετον, βίον καί κρείττονα.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Τοῦ ἐχθροῦ τήν μανίαν, τήν καθ’ ἠμῶν λύσατε, μέγιστε Βασίλειε πάνυ, καί θεῖε Γρηγόριε, καί Ἰωάννη κλεινέ, καί ἐν εἰρήνη ἀπτώτω, καί ἀγάπη ἅπαντας, ἠμᾶς συνάξατε.


Δόξα Πατρὶ

Ἐκ πηγῶν σωτηρίου, ὕδωρ ζωῆς ἄϋλον, τοῖς ἐν νοητή οὔσι δόξη, πλουσίως βλύσατε, ὡς Ἱεράρχαι σοφοί, καί πρός νομάς ἀφθαρσίας, τόν λαόν ἰθύνατε, τόν περιούσιον.


Καὶ νῦν

Ἡ ἀπόφασις Κόρη, ἡ κατ’ ἐμοῦ ἤγγικε, καί ἡ καταισχύνη πρός θύραν, πρόδηλος ἔστηκεν, ἐγώ δέ ἄφρων ὧν, τόν ἀδελφόν κατακρίνω, οἶμοι τί γενήσωμαι; σύ οὔν μέ λύτρωσαι.


Διασωσον Ἱεραρχῶν ἐνθέων τριάς ἁγία, ἐκ βιαίων καί χαλεπῶν περιστάσεων, τούς προσιόντας προφρόνως ὑμῶν τή σκέπη.


Ἐπίβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Εἴτα μνημονεύει ὁ ἱερεύς, δι’ οὖς ἡ Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ· Κύριε ἐλέησον, ιε΄.

Μετά δέ τήν εκφώνησιν, τό ἐπόμενον·


Κάθισμα.Ἦχος β’. Πρεσβεία θερμή.

Προστᾶται θερμοί, καί εὐκλεεῖς ποιμάντορες, καί πύργοι στερροί, ἠμῶν καί ἀντιλήπτορες, Βασίλειε, Γρηγόριε, καί Χρυσόστομε, μύσται οὐράνιοι, ἐκ κινδύνων καί πόνων ὀχληρῶν, ἀτρώτους ἠμᾶς διατηρήσατε.


Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Μυστηπόλοι οὐράνιοι, πρός μυσταγωγίαν σοφίας κρείττονος, ἐκ δεινῶν περιπλανήσεων, τάς ψύχος ἠμῶν καθοδηγήσατε.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ἀροτῆρες τοῦ Πνεύματος, τήν κεχερσωμένην ταῖς παραβάσεσιν, γεωργήσατε καρδίαν μου, ἐν αὐτή τά κρείττω κατασπείροντες.


Δόξα Πατρὶ

Σωτηρίαν αἰτήσατε, τήν κατά ψυχήν καί σῶμα μακάριοι, Ἰωάννη καί Γρηγόριε, σύν τῷ Βασιλείω ἠμίν ἔνδοξοι.


Καὶ νῦν

Ὡς πιπτόντων ἀνόρθωσις, τόν κατερραγμένον καί ἀπολλύμενον, σπεῦσον σῶσον μέ Πανάμωμε, φόρον μοί τόν θεῖον πρυτανεύουσα.


Ὠδὴ ε’. Φώτισον ἡμᾶς.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ἄνωθεν ἠμᾶς, Ἱεράρχαι παμμακάριστοι, ἐποπτεύσατε στοργή τή πατρική, τήν ζωήν ἠμῶν σεπτῶς διαρρυθμίζοντες.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ρῶσιν ἀληθῆ, ὥσπερ δρόσος ἀναψύχουσα, Ἱεράρχαι, τῆς Τριάδος λειτουργοί, ὁ σοφός ὑμῶν παρέχει λόγος ἄπασι.


Δόξα Πατρὶ

Χείλη πονηρά, ὤ Βασίλειε μακάριε, καί Γρηγόριε Χρυσόστομε σοφέ, τά λαλοῦντα καθ’ ἠμῶν ἄδικα φράγματα.


Καὶ νῦν

Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τήν κατάπτωσιν, καί τόν σάλον τῶν πολλῶν μου πειρασμῶν, εἰς γαλήνην καί ἀνάπαυσιν μετάβαλε.


Ὠδὴ στ’. Τὴν δέησιν.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Θεράποντες τῆς Τριάδος πάνσοφοι, θεολόγε καί Βασίλειε μάκαρ, καί Ἰωάννη κλεινέ Χρυσολόγε, τήν ἀληθῆ θεραπείαν βραβεύσατε, πρεσβευτικαῖς ὑμῶν λιταῖς, τοῖς τή σκέπη ὑμῶν καταφεύγουσιν.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ὑπάρχοντες θησαυροί τῆς χάριτος, ὡς ποικίλων ἀρετῶν ὑποφῆται, τάς πενομένας ἠμῶν διανοίας, τοῦ Παρακλήτου τῷ ἄρτω στηρίξατε, σύν Βασιλείω τῷ Σοφῶ, Θεολόγε κλεινέ καί Χρυσόστομε.


Δόξα Πατρὶ

Τήν ἄϋλον λειτουργίαν Ἅγιοι, ἀναφερόντες Θεῶ ἐν ὑψίστοις, ἰλαστηρίους θερμᾶς καί δεήσεις, ὑπέρ ἠμῶν ἀναπέμπειν μή παύσησθε• τῷ Ζωοδότη Ἰησοῦ, ὅπως πάσης ρυσθῶμεν κακώσεως.


Καὶ νῦν

Ἀπείρανδρε Μαριάμ ὁλόφωτε, κοσμοπόθητε Πανύμνητε Κόρη, τῶν ἐπελθόντων μου ρύσαι κινδύνων, καί τῆς μελλούσης ἀνάγκης καί θλίψεως, ἁπάλλαξον μέ τόν οἰκτρόν, ὅπως βίον διάγω ἠσύχιον.


Διασωσον Ἱεραρχῶν ἐνθέων τριάς Ἁγία, ἐκ βιαίων καί χαλεπῶν περιστάσεων, τούς προσιόντας προφρόνως ὑμῶν τή σκέπη.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.


Εἴτα μνημονεύει ὁ ἱερεύς, ὡς δεδήλωται.
Μετά δέ τήν εκφώνησιν,
τό Κοντάκιον.


Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.

Ἱεράρχαι τῆς Ἐκκλησίας θεοσοφοί, καί φωστῆρες τῆς εὐσεβείας θεοφωτοι, ἐπισπεύσατε ὡς συμπαθεῖς εἰς τήν βοήθειαν ἠμῶν, μή οὔν παρίδητε τάς φωνᾶς, καί τούς ἐκ βάθους στεναγμούς, τῶν βοώντων ἑκάστοτε. Βασίλειε θεοφάντορ, Γρηγόριε Θεολόγε, σύν Ἰωάννη τῷ κλεινῶ, βοηθεῖτε ἠμίν πάντοτε.


Τὸ Προκείμενον.

Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στίχ. Εἰς πάσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καί εἰς τό πέρατα τῆς οἰκουμένης τά ρήματα αὐτῶν.


ΕΥΑΓΓΕΛΙΟΝ

Ἐκ τοῦ κατά Ματθαῖον (κεφ. ε’, 14 – 19).


Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς• Ὑμεῖς ἔστε τό φῶς τοῦ κόσμου• οὐ δύναται πόλι; κρυβῆναι ἐπάνω ὀρούς κειμένη• οὐδέ καίουσι λύχνον καί τιθέασιν αὐτόν ὑπό τόν μόδιον, ἀλλ’ ἐπί τήν χνίαν, καί λάμπει πάσι τοῖς ἐν τή οἰκία. Οὕτω λαμψάτω τό φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τά καλά ἔργα καί δοξάσωσι τόν Πατέρα ὑμῶν τόν ἐν τοῖς οὐρανοῖς. Μή νομίσητε ὅτι ἦλθον καταλύσαι τόν νόμον ἤ τούς ποοφήτας, οὐκ ἦλθον καταλύσαι, ἀλλά πληρῶσαι. Ἀμήν γάρ λέγω ὑμίν. Ἕως ἄν παρέλθη, ὁ οὐρανός καί ἡ γῆ, ἰῶτα ἐν ἡ μία κεραία οὐ μή παρέλθη ἀπό τοῦ νόμου, ἕως ἄν πάντα γένηται. Ὅς ἐάν οὔν λύση μίαν τῶν ἐντολῶν τοῦτον τῶν ἐλαχίστων καί διδάξη οὕτω τούς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τή βασιλεῖς τῶν οὐρανῶν• ὅς δ’ ἄν ποιήση καί διδάξη, οὗτος μέγας κληθήσεται ἐν τή βασιλεῖς τῶν οὐρανῶν.


Δόξα.

Ταῖς τῶν διδασκάλων πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Ἄστρα φαεινότατα, τῆς νοητῆς φωταυγείας, σάλπιγγες θεοπνενστοι, τῶν ὑπέρ κατάληψιν ἀναβάσεων, χαλεπῶν θλίψεων, καί ἀσθενημάτων, καί ποικίλων παραπτώσεων, ἀτρώτους πάντοτε, ἅπαντας ἠμᾶς διασώζετε, πταισμάτων τήν συγχώρησιν, παρά τοῦ Χριστοῦ, ἠμίν νέμοντες, σύν τῷ Βασιλείω, Γρηγόριε, σοφίας ὁ φωστήρ, καί Ἰωάννης Χρυσόστομε, Ἐκκλησίας πρόβολοι.


Ὁ ἱερεύς· Σῶσον, ὁ Θεὸς τὸν λαόν σου …

Ὁ λαός· Κύριε, ἐλέησον ιβ´.

Ὁ ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς.


Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ἱλασμόν τῶν πταισμάτων, καί ἠμῶν ἀκηράτων, καρποφορίαν σεμνήν, Βασίλειε τρισμάκαρ, Γρηγόριε Θεοφρον, καί Χρυσόστομε Ὅσιε, τοῖς πεποιθόσιν ὑμίν βραβεύσαντες ἀξίως.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Γαλήνην τήν καρδίαν, εὐκραές δέ τό σῶμα, καί τήν ψυχήν ἱλαράν, Βασίλειε τρισμάκαρ, Γρηγόριε Θεοφρον, καί Χρυσόστομε Ὅσιε, διατηρεῖτε ἀεί, ἠμῶν δί’εὐτραγίας.


Δόξα Πατρὶ.

Εὐσυμπάθητον τρόπον, εὐπροσήγορον λόγον, καί γνώμην θεοπειθῆ, φιλαλήθως, ἠμᾶς δί’ εὐσεβείας, ἀξιώσατε Ἅγιοι, ὡς Ἱεράρχαι σοφοί, ὡς μύσται τῶν ἀρρήτων.


Καὶ νῦν.

Ραντισμῶ ζωηφόρω, τῶν ἀΰλων χαρίτων, τῆς σῆς κυρείας Ἁγνή, ψυχῆς μου τήν κακίαν, καί πάσαν ρυπαρίαν, ἐκκαθάρασα ἔκπλυνον, ἴνα ὑμνῶ σέ ἀεί, τήν Κεχαριτωμένην.


Ὠδὴ η’. Τὸν βασιλέα.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ἀμέμπτου βίου, θεοειδεῖς ὑποφῆται, κυβερνήσατε ἠμᾶς δί’ ἐμμελείας, πρός δικαιοσύνης, ἐνθέους ἀναβάσεις.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Συντετριμμένον, τή πονηρά μέ ἀπάτη, ἀνορθώσατε ὡς θεῖοι Ἱεράρχαι, καί τήν τῆς ψυχῆς μου, ἰάσασθε ὀδύνην.


Δόξα Πατρὶ

Ἱερομύσται, τῆς ὑπέρ νοῦν ἐπιπνοίας, ἱερώσατε ἠμῶν τάς διανοίας, τή ἐκφαντορία, τῆς θείας εὐδοκίας.


Καὶ νῦν

Μεμολυσμένον, τή τῶν παθῶν ἐργασία ἀποκάθαρον τόν νοῦν μου Θεοτόκε, καί τῆς ἐνεστώσης, ρύσαι μέ καταδίκης.


Ὠδὴ θ’. Κυρίως θεοτόκον.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Οἱ φίλοι του Σωτῆρος, Βασίλειε παμμάκαρ, καί Ἰωάννη καί θεῖε Γρηγόριε, τῆς τῶν χειρόνων φιλίας, ἠμᾶς λυτρώσασθε.


Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ὑψώσατε τάς χείρας ὑμῶν τή Τριάδι, ὤ θεηγόροι Πατέρες τρισμέγιστοι, ὑπέρ ὑμῶν τῶν αἰνούντων, ὑμῶν τήν ἔλλαμψιν.


Δόξα Πατρὶ

Ὑδάτων ψυχοτρόφων, Βασίλειε Θεοφρον, καί Χρυσολόγε καί θεῖε Γρηγόριε, τάς ζωτικᾶς ἐπιρροίας, ἠμίν ὀμβρήσατε.


Καὶ νῦν

Ὑφέρπων μοί δολίως, ὁ ἀνθρωποκτόνος, τάς πονηρᾶς ὑπολήψεις ἐκχέει μοί, ἀλλά τούτου τό θράσος, Παρθένε συντριψον.


Καὶ εὐθὺς τό Ἄξιόν ἐστιν,
καί τά παρόντα Μεγαλυνάρια.


Τούς τῆς εὐσεβείας καθηγητᾶς, καί τῆς ἐκκλησίας, νυμφοστόλους καί ὁδηγούς, σύν τῷ Βασιλείω, Γρηγόριον τόν Μέγαν, καί Ἰωάννην ἅμα, ὕμνοις τιμήσωμεν.

Χαίρετε σοφίας μυσταγωγοί, καί τῶν ἀπορρήτων, δημηγόροι ὑφηγηταί, χαίρετε δογμάτων, οἱ ρήτορες τῶν θείων, φωστῆρες οἰκουμένης, Πατέρες μέγιστοι.

Βάσις ὁ Βασίλειος τῶν πιστῶν, γρήγορον δέ στόμα, ὁ Γρηγόριος τοῦ Χριστοῦ, χάριν δέ προχέων, ὁ Ἰωάννης ὤφθη. Ὑμνήσωμεν οὔν πάντες, τούτων τήν ἕνωσιν.

Χαίροις θεηγόρε σεπτή Τριάς, Βασίλειε Πάτερ, καί Γρηγόριε Ἱερέ, σύν τῷ Ἰωάννη, τῷ ὄντι χρυσολόγω, Τριάδος τῆς Ἁγίας, λαμπροί ἐκφάντορες.

Ἔλλαμψιν αἰτήσατε ἐκ Θεοῦ, καί πταισμάτων λύσιν, καί κινδύνων ἀποφυγήν, ἠμίν δωρηθῆναι, τοῖς ἀτενῶς ὀρῶσιν, ὑμῶν τή μεσιτεία, Πατέρες Ὅσιοι.

Σύνεσιν ἐν βίω καρποφορεῖν, καί εὔσχημον τρόπον, καί ἀγάπην εἰλικρινῆ, ρεύσατε ἐνθέως, ὑμῶν ταῖς προστασίαις, πατέρες πρωτοπόροι, ἠμᾶς δεόμεθα.

Πάσαι των αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.


Τρισάγιον· Παναγία Τριάς, Πάτερ ἡμῶν· Ὅτι Σοῦ ἐστιν.


Ὁ ἱερεύς μνημονεύει·

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κ.τ.λ.


Απολυτίκιον. Ἦχος α’.

Τούς τρεῖς μεγίστους φωστήρας τῆς τρισηλίου Θεότητος, τούς τήν Οἰκουμένην ἀκτίσι, δογμάτων θείων πυρσεύσαντας, τούς μελιρρύτους ποταμούς τῆς σοφίας, τούς τήν κτίσιν πάσαν, θεογνωσίας νάμασι καταρδεύσαντας, Βασίλειον τόν μέγαν, καί τόν Θεολόγον Γρηγόριον, σύν τῷ κλείνω Ἰωάννη, τῷ τήν γλώτταν χρυσορρήμονι. Πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν, αὐτοί γάρ τή Τριάδι ὑπέρ ἠμῶν ἀεί πρεσβεύουσιν.


Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου.

Πάσης σκοτοδίνης τῶν παθῶν, καί καταφορᾶς κακοτρόπου, καί πονηρᾶς ἀγωγῆς, ἅπαντας λυτρώσασθε ἠμᾶς μακάριοι, θεοφάντορ Βασίλειε, Γρηγόριε θεῖε, καί κλεινέ Χρυσόστομε, Χριστοῦ θεράπονποντες, γνώσει δέ ὑμῶν τῶν δογμάτων, χάριν φωτισμοῦ σωτηρίου, λάμψατε αἰσίως ταῖς ψυχαῖς ἠμῶν.


Είτα ποιεῖ τήν Ἀπόλυσιν.


Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.