Παράκληση Τιμίου Σταυρού
Ποιήμα Νικηφόρου Σιναϊτου τοῦ Κρητός
Ὁ ἱερεύς, Εὐλογητός ὁ Θεός ἡμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾷς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ μὲ ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖρας μου, ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρὸς Σοί. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σοῦ ἀπ’ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεὸς Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος Σου εἰμί.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Ἦχος δ’. Ὁ ὑψωθείς.
Τῷ ζωηφόρῳ νῦν Σταυρῷ προσπελάσωμεν, οἱ μακρυνθέντες τοῖς κακοῖς καί προσψαύσωμεν, ἐν ἐπιστρόφῳ λέγοντες καρδίᾳ πιστῶς· πρόφθασον, βοήθησον, ὁ Σταυρός τοῦ Κυρίου, φάνηθι λυτρούμενος ἐκ παντοίων κινδύνων· μή ἐποφθῶμεν ἄπρακτα ζητεῖν· τήν σήν γάρ σκέπην βεβαίαν ἐλπίζομεν.
Δόξα. Καὶ νῦν.
Οὐ δυνησόμεθα Σταυρέ τοῦ Κυρίου, τά σά θαυμάσια ὑμνεῖν οἱ κατάκριτοι. Εἰ μή γάρ σύ παρεῖχες τά δωρήματα, τίς ἡμῖν τήν ἴασιν τῶν τοῦ σώματος νόσων; τίς δέ καί τήν κάθαρσιν τῶν ψυχῶν ἄν ἐδίδου; οὑκ ἀπομακρυνθῶμεν πώποτε ἐκ σοῦ· σύ γάρ σκέπεις πάντας θνητούς ἐκ παντοίων κακῶν.
ΨΑΛΜΟΣ ν’ (50).
Ἐλέησόν μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστί δια παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα˙ ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου καί νικήσης ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς μέ ὑσσώπω καί καθαρισθήσομαι· πλυνεῖς μέ καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοί ἀγαλλίασιν καί εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό πνεῦμα σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μοῦ ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορά καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.
Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Σταυρέ σκῆπτρον ἅγιον καί σεπτόν, τούς ἔν εὐλαβείᾳ προσκυνοῦντας τήν ἱεράν σκέπην σου ἀτρώτους ἀπό βλάβης, καί πειρασμῶν καί κίνδυνον διάσωσον.
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Σταυρέ σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, τούς σέ προσκυνοῦντας καταξίωσον ἐσαεί, τῷ Κτίστῃ Θεῷ καθυπακούειν, καί ὑπ’ αὐτοῦ βασιλεύεσθαι ποίησον.
Δόξα Πατρὶ.
Σταυρέ ἡ βοήθεια τῶν πιστῶν, δίδου βοηθείας τοῖς ὑμνοῦσι τό ἱερόν, κράτος σου καί αἴρειν τά βραβεῖα, κατά παθῶν ψυχοφθόρων ἐνίσχυσον.
Καὶ νῦν.
Σταυρόν καθορῶσα Ἁγνή ἀμνάς, τοῦ ἁγνῶς τεχθέντος ἐξ αὐτῆς, οὗτος νῦν ἐστι, πιστῶν σωτηρία ἀνεβόα, καί κραταιά προστασία καί στήριγμα.
Ὠδὴ γ’.Οὐρανίας ἁψίδος
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Ὅ Σταυρός τοῦ Δεσπότου, χαῖρε νεκρῶν ἔγερσις, χαῖρε ἀσθενούντων ἡ ῥῶσις, χαῖρε ἀντίληψις· τούς προσκυνοῦντας σε, φύλαττε φρούρει καί σκέπε, ἐκ τῶν ὁρωμένων τε, καί ἀοράτων ἐχθρῶν.
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Ὅ Σταυρός τοῦ Κυρίου, χαῖρε πιστῶν καύχημα, χαῖρε κραταιᾷ προστασίᾳ, χαῖρε παράκλησις· τούς προσκυνοῦντας σε, ἐκ περιστάσεως ῥῦσαι, καί δεινῆς κακώσεως καί πάσης θλίψεως.
Δόξα Πατρὶ
Ὅ Σταυρός τού Κυρίου χαῖρε στερρόν ἔρεισμα, χαῖρε τῶν ὑμνούντων σε φύλαξ, χαῖρε προπύργιον τούς προσκυνοῦντας σε ἐκ τῶν τοῦ βίου σκανδάλων, ‘ῥῦσαι καί διάσωσον θεία δυνάμει σου.
Καὶ νῦν
Ὅ Σταυρός τοῦ Υἱοῦ σου, παρθενικόν καύχημα, πᾶσι σου τόν Τόκον ὑμνοῦσι, δύναμις πέφυκεν, οὗ ἡ προσκύνησις καί τό πρός σέ καταφεύγειν, πάθη θεραπεύουσι ψυχῆς καί σώματος.
Εἴτα μνημονεύει ὁ ἱερεύς, καὶ ἡμεῖς ψάλλομεν τὸ· Κύριε ἐλέησον, ιε΄.
Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Ὅ Σταυρός ὁ Πανάγιος, πᾶσι τοῖς ὑμνοῦσιν αὐτόν τήν ἴασιν, καί πταισμάτων ἀπολύτρωσιν, ἐμφανῶς ὁρᾶται χαριζόμενος.
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Τῶν ἀμέτρων πταισμάτων μου, ῥοῦν τόν θολερώτατον ἀποξήρανον, ὁ βαστάσας τόν ξηράναντα, ἀθεΐας ὕλην, Σταυρέ Τίμιε.
Δόξα Πατρὶ
Ἁμαρτίαις συμπέφυρμαι, καί ἐκ τούτων ἦλθον εἰς ἀλλεπάλληλον, ἀρρωστίαν· ὅθεν κράζω σοι, ἄμφω τάς ἰάσεις, Σταυρέ δώρησαι.
Καὶ νῦν
Οἱ Σταυρόν καί τήν Ἄχραντον, ἔχοντες ἐλπίδα οὑκ αἰσχυνθήσονται· ἡ πρεσβεία γάρ καί δύναμις, τῆς Μητρός καί σκήπτρου σφόδρα δύνανται.
Ὠδὴ ε’. Φώτισον ἡμᾶς.
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Γλύκανον ἡμῶν, τήν πικρίαν τῶν θλίψεων, Σταυρέ Κυρίου, ὁ πάλαι τῆς Μεῤῥᾶς, πικρῶν ὑδάτων τήν πικρίαν ἰασάμενος.
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Σκέπασον ἡμᾶς, τῇ δυνάμει σου πανάγιε, Σταυρέ Κυρίου, ἐν σοί γάρ τοῦ Πατρός, Ἰσχύς ἐπήρθη, τό σόν κράτος ἐνισχύουσα.
Δόξα Πατρὶ
Κούφισον ἡμῶν, ἅπαν ἄλγος τε καί κάκωσιν, καί σκυθρωπότητα ἐκ τῶν καρδιῶν, Σταυρέ Κυρίου· δέδοται σοι γάρ τό δύνασθαι.
Καὶ νῦν
Ἔχομεν πιστοί, προστασίαν πρός τόν Κύριον, τήν Παναγίαν Παρθένον καί τόν Σταυρόν, ὧν καταπλήττει καί τούς δαίμονας ἡ δύναμις.
Ὠδὴ στ’. Τὴν δέησιν.
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Τό ὅπλον τῶν βασιλέων ὑμνῶ σε, τήν στολήν τῶν Ἱερέων ὑψῶ σε, Χριστιανῶν τήν ἐλπίδα ἁπάντων, ὑμνολογῶ σε Σταυρέ Παμμακάριστε, τό καύχημα κἀμοῦ ὅν σε, ὅπλον ὡς μέγα ἀμπέχομαι.
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Σέ σκέπην Xριστιανοί γινώσκομεν, καί καυχώμεθα ἐν σοί Ξύλον θεῖον· εἰς πάντα γάρ σέ εὑρίσκομεν κράτος, καί παντελῆ σωτηρίαν καί σύμμαχον, τήν χάριν ὅθεν καί ἡμῖν, τοῖς ὑμνοῦσι σε πόθῳ κατάπεμψον.
Δόξα Πατρὶ
Ὁ Κύριος ἰσχυρόν ἡμῖν τεῖχος, καί προστάτην καί φρουρόν σε παρέσχε, καί γάρ ἐν σοί ἐναντίαι δυνάμεις, ἐξηφανίσθησαν σθένει τοῦ κράτους σου. Ὡς ἔχεις οὖν πᾶσαν ἰσχύν, ἀσθενοῦντας ἡμᾶς ἰσχύν ἔνδυσον.
Καὶ νῦν
Σωτῆρας μου ἐπιγράφομαι πόθῳ, τούς τόν Κτίστην μου σαρκί δεξαμένους, τήν μέν Ἁγνήν, ὡς ζωήν ἀφθαρτοῦσαν· τόν δέ Σταυρόν, ὡς νεκρῶν ζωοπάροχον. Νεκρώσει οὖν ζωοποιῷ, ὁ Σταυρός καί ἡ Κόρη ζωώσατε.
Διάσωσον Σταυρέ Κυρίου τήν ποίμνην σου ἀπό βλάβης, ὅτι πάντες ἐν σοί καυχόμεθα, καί γινώσκομεν τήν σκέπην σου, σωτηρίαν καί κράτος.
Ἐπίσκεψαι τῇ σῇ δυνάμει τούς πίστει σε προσκυνοῦντας, Τίμιε Σταυρέ, ἐξ ἐχθρῶν παντοίας κακώσεως, καί δίωξον τάς αὐτῶν περιστάσεις.
Εἴτα μνημονεύει ὁ ἱερεύς, ὡς δεδήλωται.
Μετά δέ τήν εκφώνησιν, τό Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Τό ξύλον τῆς ζωῆς καί δύναμις ὑπέροπλος, ἐλπίς τῶν πιστῶν καί σκέπη καί κραταίωμα, ἐκ ψυχῆς βοῶμέν σοι, Σταυρέ Κυρίου φύλαξ φάνηθι, καί ἐκ σκανδάλων τῶν τοῦ πονηροῦ, προφθάσας ῥῦσαι ἡμᾶς τούς ὑμνοῦντας σε.
Τὸ Προκείμενον.
Ὑψοῦτε Κύριον τόν Θεόν ἡμῶν καί προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι Ἅγιος ἐστί (δίς).
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο.
ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. γ’ 13 – 17).
Εἶπεν ὅ Κύριος. Οὐδείς ἀναβέβηκεν εἰς τόν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ καθὼς Μωυσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.
Δόξα. Ἦχος β’.
Τῇ τοῦ Θείου Σταυροῦ σου δυνάμει Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Σταυρέ πανσεβάσμιε, ὅν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι· σήμερον ὁρώμενος θείῳ πνεύματι, δικαιοῖς ἅπαντας, τούς κλοπῇ βρώσεως, ἀπωσθέντας καί εἰς θάνατον, καθυποκύψαντας· ὅθεν σε καρδίᾳ καί χείλεσι, πιστῶς περιπτυσσόμενοι, τόν ἁγιασμόν ἀρυόμεθα· ὑμνεῖτε βοῶντες, Χριστόν τόν ὑπεράγαθον Θεόν, καί τό αὐτοῦ προσκυνήσωμεν, θεῖον ὑποπόδιον.
Ὁ ἱερεύς· Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
Ὁ λαός· Κύριε, ἐλέησον ιβ´.
Ὁ ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς.
Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Τό κράτος τοῦ θανάτου, τεθανάτωται πάλαι τῆς κρεμασθείσης ζωῆς, θανάτῳ ζωηφόρῳ, Σταυρέ ἐν σοί διό σε, ἱκετεύω κραυγάζων σοι, τῶν θανατούντων παθῶν, ῥῦσαι με νῦν καί σῶσον.
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Τήν βροτῶν σωτηρίαν, ὁ Σωτήρ ἠβουλήθη ἐναπεργάσασθαι, ἐν ξύλῳ ζωηφόρῳ, διδούς τοῖς σῳζομένοις, μελῳδεῖν τά σωτήρια· χαῖρε Σταυρέ τοῦ Χριστοῦ, πιστῶν ἁπάντων σωστά.
Δόξα Πατρὶ.
Τοῦ ξύλου τῆς κατάρας, οἱ τρυφήσαντες εὗρον τάς ἀφεσίμους ἐν σοί, ἐκτάσει εὐλογίας χειρῶν τῶν τοῦ Δεσπότου, διό πάντες σοι κράζομεν· τήν εὐλογίαν Σταυρέ δίδου τοῖς σέ τιμῶσι.
Καὶ νῦν.
Καυχῶμαι τήν δυάδα, προβαλλόμενος πρέσβεις πρός τόν Σωτῆρα Χριστόν, Μητέρα καί τό σκῆπτρον· ἰσχύει γάρ ἡ Μήτηρ, καί τό σκῆπτρον κρατύνει με, χαῖρε τό σκῆπτρον Χριστοῦ, χαῖρε ἡ Μήτηρ τούτου.
Ὠδὴ η’. Τὸν βασιλέα.
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Τούς προσκυνοῦντας σε, ὦ Σταυρέ διατήρει, πειρασμῶν καί κινδύνων ἀτρώτους· ἔχεις γάρ σήν σκέπην φρουροῦσαν πιστούς πάντας.
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Τάς ἀρρωστίας τάς τῆς σαρκός ἰατρεύεις, καί σπιλάδας ψυχῶν ἐκκαθαίρεις. Ὅθεν σέ ὑμνοῦμεν, Σταυρόν τόν τοῦ Κυρίου.
Δόξα Πατρὶ
Τούς τῷ σημείῳ σου ἑαυτούς σημειοῦντας, τῶν παγίδων λυτροῦσαι τοῦ σκότους, Σταυρέ τοῦ Κυρίου διά τοῦ σοῦ σημείου.
Καὶ νῦν
Τοῦ Βασιλέως τῶν Οὐρανῶν τήν Μητέρα, καί Σταυρόν τοῦ Σωτῆρος ἐν πίστει, πάντες προσκυνοῦμεν, ὥσπερ κοινούς προστάτας.
Ὠδὴ θ’. Κυρίως θεοτόκον.
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Ἥν φέρω σοι ἐκ πόθου, δέησιν Κυρίου, δέξαι Σταυρέ, καί τήν χάριν παράσχου πιστῶς, σέ προσκυνοῦντι ἐν πίστει καί μεγαλύνοντι.
Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῆ δυνάμει σου.
Σημεῖον νικηφόρον, πάντες οἴδασι σε, οἱ διά σοῦ βραβεῖα καί νίκας αὐτῶν, σύν εὐλαβείᾳ λαβόντες, καί μεγαλύνουσι.
Δόξα Πατρὶ
Τό χαῖρε τοῦτο τέλος, τοῦ μικροῦ μου ὕμνου, τοῦ διά σοῦ νικηφόρου ὀφθέντος Σταυροῦ, δέξαι Χριστέ μου τό χαῖρε, καί δίδου μοι τά χαρμόσυνα.
Καὶ νῦν
Οὐ θέλω σιωπῆσαι τά τῆς Θεοτόκου, καί τόν Σταυρόν μή κηρύττειν, ὅς σκέπει πιστούς· οὐ σιωπῶ, ἀλλά λέγω, εἰ καί ἐσίγησα.
Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Τόν Σταυρόν τόν τίμιον τοῦ Χριστοῦ, σήμερον ἐκ πόθου προσκυνήσωμεν εὐλαβῶς, καί ἐν κατανύξει βοήσωμεν συμφώνως, Σταυρέ ζωῆς τό ξύλον πιστούς στερέωσον.
Πάντες προσκυνοῦμεν πανευλαβῶς, καί φόβῳ καί πόθῳ, σύν ἀγάπῃ τε καί χαρᾷ τιμῶντες ὑμνοῦμεν τό πανάγιον ξύλον, χείλεσιν ἀναξίοις κατασπαζόμενοι.
Σκῆπτρον ἁγιώτατον τοῦ Χριστοῦ, ζωηφόρον ξύλον, ἱερέων ἡ καλλονή, Βασιλέων νῖκος, στήριγμα ὀρθοδόξων, πάντας τούς σέ τιμῶντας, Σταυρέ διάσωσον.
Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή προσκυνούντων τόν Σταυρόν τόν ζωοποιόν, τόν ἁγιασθέντα Αἵματι τῷ πανσέπτῳ, Χριστοῦ τοῦ ζωοδότου ὅν μεγαλύνομεν.
Θέλων ἐπιδεῖξαι τοῖς Μαθηταῖς, δύναμιν ἐξ ὕψους, καί σοφίαν παρά Πατρός, ἐν ὄρει ἀνῆλθες, Χριστέ τῷ Θαβωρίῳ, καί λάμψας ὡς Δεσπότης, τούτους ἐφώτισας.
Ὡς ὑπέρ τήν ψάμμον τῶν θαλασσῶν, ὑπέρ ἀριθμόν τε τῶν ἀστέρων τοῦ Οὐρανοῦ, μόνος ἁμαρτήσας καί μόνος κατεκρίθην, ὦ Δέσποινα τοῦ Κόσμου, σύ με διάσωσον.
Τρισάγιον· Παναγία Τριάς, Πάτερ ἡμῶν· Ὅτι Σοῦ ἐστιν.
Εἶτα τά Τροπάρια. Ἦχος β’
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς˙ πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς Σε, μὴ ἀστοχήσωμεν˙ ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων˙ Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ὁ ἱερεύς μνημονεύει·
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κ.τ.λ.
Είτα ποιεῖ τήν Ἀπόλυσιν.
Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, ψάλλονται τὰ παρόντα· Τροπάρια
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Λάμψον φῶς ἀπρόσιτον ἡμῖν· ἔργον γάρ ἐσμέν τῶν χειρῶν σου, πάντες Χριστέ Βασιλεῦ· νίκῃ δέ στεφάνωσον, τούς σέ ὑμνοῦντας πιστῶς, κατ’ ἐχθρῶν ἀοράτων τε, καί ὁρατῶν ἅμα, τεῖχος καί ὀχύρωμα, ἰσχύν καί ἄσυλον, ὄλβον τόν Σταυρόν σου πλουτοῦντας, Σῶτερ, ὁ τήν ἄφθορον μήτραν, ὑποδύς ἀῤῥήτως τῆς Θεόπαιδος.
Ἦχος πλ. δ’.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β’.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.