Αποστολικό Ανάγνωσμα
Αποστολικό Ανάγνωσμα

Αποστολικό Ανάγνωσμα

Κυριακή Ε΄ Ματθαίου 28/7/2024

Αποστολικό Ανάγνωσμα

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ θ’ 1 – 10

ΕΡΜΗΝΕΥΤΙΚΗ ΑΠΟΔΟΣΗ Π.ΤΡΕΜΠΕΛΑ

1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν·

1 Παρ’ ὅλον ὅμως, ἀδελφοί, ποὺ οἱ Ἰσραηλῖται ἀπίστησαν καὶ ἀπεξενώθησαν ἀπὸ τὴν σωτηρίαν τοῦ Μεσσίου, ἡ μὲν σφοδρὰ ἐπιθυμία καὶ εὐαρέσκεια τῆς καρδίας μου καὶ ἡ δέησις, ποὺ ἀπευθύνω εἰς τὸν Θεόν, εἶναι ὑπὲρ τῶν Ἰσραηλιτῶν, διὰ νὰ ἐπιτύχουν τὴν σωτηρίαν.

2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν.

2 Ἐπιθυμῶ δὲ νὰ σωθοῦν, διότι δίδω μαρτυρίαν δι’ αὐτούς, ὅτι ἔχουν ζῆλον διὰ τὸν Θεόν, ἀλλὰ δὲν διευθύνεται οὗτος ἀπὸ ὀρθὴν καὶ πλήρη περὶ Θεοῦ καὶ τῶν πρὸς αὐτὸν καθηκόντων μας γνῶσιν.

3 ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.

3 Δὲν ἐφρόντισαν δηλαδὴ νὰ γνωρίσουν τὴν δικαίωσιν, τὴν ὁποίαν ἐξ ἀγαθότητος δίδει ὁ Θεός, καὶ ζητοῦν νὰ στήσουν τὴν ἰδικήν τους ἀντίληψιν περὶ δικαιώσεως. Δι’ αὐτὸ δὲ δὲν ὑπέταξαν τὸν ἑαυτόν τους εἰς τὴν δικαίωσιν τοῦ Θεοῦ.

4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

4 Διότι ὁ Χριστὸς ἔδωκε τέλος εἰς τὴν ἀποστολὴν καὶ τὴν ἰσχὺν τοῦ νόμου, ὥστε τώρα ἐπιτυγχάνει τὴν δικαίωσιν καθένας ποὺ πιστεύει εἰς τὸν Χριστόν, καὶ ὄχι ἐκεῖνος ποὺ ἐξαρτᾷ τὴν δικαίωσίν του ἀπὸ τὸν νόμον, ὅπως τὴν ἐξαρτοῦν οἱ ἀπιστήσαντες Ἰσραηλῖται.

5 Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς·

5 Δίδεται δὲ ἡ δικαίωσις μόνον διὰ τῆς πίστεως, διότι ὁ Μωϋσῆς γράφει διὰ τὴν δικαίωσιν, ἡ ὁποία προέρχεται ἀπὸ τὸν μωσαϊκὸν νόμον, ὅτι ὁ ἄνθρωπος ποὺ θὰ τηρήσῃ ὅλα ἀνεξαιρέτως, ὅσα ὁ νόμος διατάσσει, θὰ ζήσῃ δι’ αὐτῶν καὶ συνεπῶς αὐτὸς καὶ μόνος θὰ δικαιωθῇ. Ἡ ἀκριβὴς ὅμως τήρησις τοῦ νόμου ἦτο ἀδύνατος.

6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστι Χριστὸν καταγαγεῖν·

6 Τουναντίον διὰ τὴν ἐκ πίστεως δικαίωσιν λέγει ὁ Μωϋσῆς εἰς τὸ Δευτερονόμιον· Μὴ εἰσχωρήσῃ εἰς τὴν καρδίαν σου ὁ λογισμός: Ποῖος θὰ ἀναβῇ εἰς τὸν οὐρανόν; Διὰ νὰ κατεβάσῃ τουτέστι ἀπ’ ἐκεῖ τὸν Χριστόν, ποὺ θὰ μὲ ὁδηγήσῃ εἰς τὴν σωηρίαν.

7 ἤ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.

7 Ἢ ποῖος θὰ κατεβῇ εἰς τὰ σκοτεινὰ καὶ βαθειὰ μέρη τοῦ Ἅδου; Διὰ νὰ ἀναστήσῃ τουτέστι τὸν Χριστὸν ἐκ νεκρῶν, ποὺ θὰ μᾶς δώσῃ τὴν δικαίωσιν καὶ τὴν ζωήν.

8 Ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ’ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.

8 Ἀλλὰ τί λέγει ἡ Γραφὴ διὰ τὴν ἐκ πίστεως δικαίωσιν; Λέγει τὰ ἑξῆς· Εἶναι πλησίον σου ὁ λόγος, κοντὰ εἰς τὸ στόμα σου καὶ εἰς τὴν καρδίαν σου. Τουτέστι εἶναι πλησίον σου ὁ λόγος, ποὺ πρέπει νὰ πιστεύσῃς, καὶ τὸν ὁποῖον ἡμεῖς οἱ Ἀπόστολοι κηρύττομεν.

9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·

9 Εἶναι δὲ κοντὰ εἰς τὸ στόμα σου καὶ εἰς τὴν καρδίαν σου ὁ λόγος αὐτός, διότι, ἐὰν ὁμολογήσῃς μὲ τὸ στόμα σου τὸν Ἰησοῦν ὡς ὑπέρτατον Κύριον καὶ ἐὰν πιστεύσῃς μὲ τὴν καρδίαν σου, ὅτι ὁ Θεὸς ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, θὰ σωθῇς.

10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.

10 Θὰ σωθῇς δέ, διότι μὲ τὴν καρδία του καὶ ὅλην τὴν ψυχήν του πιστεύει κανεὶς καὶ ὡς καρπὸν τῆς πίστεως ταύτης ἔχει τὴν δικαίωσίν του, μὲ τὸ στόμα του δὲ ὁμολόγει τὴν πίστιν καὶ ὡς καρπὸν αὐτῆς ἔχει τὴν σωτηρίαν του.