Παρακλητικός κανόνας Αγίας Αναστασίας της Ρωμαίας
Παρακλητικός κανόνας Αγίας Αναστασίας της Ρωμαίας

Παρακλητικός κανόνας Αγίας Αναστασίας της Ρωμαίας

Παρακλητικός Κανόνας Αγίας Αναστασίας της Ρωμαίας

Ὁ ἱερεύς, Εὐλογητός ὁ Θεός ἡμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων

Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142

Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία Σου, εισάκουσόν μου εν τη δικαιοσύνη Σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου Σου, ότι ου δικαιωθήσεται ενώπιόν Σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος, και ηκηδίασεν επ’εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις Σου, εν ποιήμασιν των χειρών Σου εμελέτων. Διεπέτασα προς Σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός Σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν Σου απ’εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός Σου, ότι επί Σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς Σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς Σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά Σου, ότι Συ ει ο Θεός μου. Το πνεύμα Σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός Σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη Σου, εξάξεις εκ θλίψεως την ψυχήν μου. Και εν τω ελέει Σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος Σου ειμί.

Ἦχος δ΄

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Ἦχος δ’. Ὁ ὑψωθείς.

Ὑπ’ ἀμετρήτων ἀναγκῶν καὶ κακώσεων, καὶ ἀφορήτων πειρασμῶν οἱ στενούμενοι, ἐν μετανοία σπεύσωμεν, βοῶντες θερμῶς· Μάρτυς ἀξιάγαστε, ἀθληφόρε Κυρίου, σπεῦσον ἐξανάστησον, ἐκ παθῶν ἡμᾶς πάντας, ἑξαιτουμένους τὴν σὴν ἀρωγήν, Ἀναστασία, τῆς Ρώμης τὸ βλάστημα.

Δόξα. Τὸ αὐτό.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους, Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοὺ σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

ΨΑΛΜΟΣ ν’ (50).

Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα˙ όπως αν δικαιωθής εν τοις λόγοις σου και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας· τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι· πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το πνεύμα σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν· ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφορά και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ κανόνος, οὐ ἡ ἀκροστιχίς·

ΔΙΑΣΩΣΟΝ ΜΕ ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΑΣΤΑΣΙΑ. ΑΡΤ.

Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δειναῖς χειμαζόμενος προσβολαῖς, πρὸς σὲ ἀνατρέχω, ἐκζητῶν τὴν ἀναψυχὴν ὢ μάρτυς Χριστοῦ Ἀναστασία, ἐξ ὀμιχλώδους θυέλλης με λύτρωσαι.  

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰάσεων χάριν παντοδαπῶν, καὶ δύναμιν πάσαν, διασώζειν ἐκ συμφορῶν, λαβοῦσα Σεμνὴ παρὰ Κυρίου, ἐκ τῆς διττῆς ἀσθενείας με ἴασαι.

Δόξα Πατρὶ.

Ἀρρήτων χαρίτων καὶ δωρεῶν, τυχεῖν ἠξιώθης, ἐκ χειρὸς παγκρατορικῆς· διό ἐκ τῆς πλάνης καὶ τοῦ δόλου, τοῦ Ἀρχεκάκου ταχὺ με ἑξάρπασον.

Καὶ νῦν.

Σωτῆρα τεκοῦσα καὶ ποιητήν, Ἀνύμφευτε Νύμφη, ὑπερήρθης τῶν οὐρανῶν διό δυσωπῶ σὲ τῶν παγίδων, καὶ τῶν τοῦ κόσμου κακῶν με ἁπάλλαξον.

Ὠδὴ γ’.Οὐρανίας ἁψίδος

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὡς θερμὴν προστασίαν, καὶ ἀκλινῆ πρόμαχον, ὡς καταφυγὴν τῶν νοσούντων καὶ ἐπανόρθωσιν, ἀεὶ τιμῶντες σε, Ἀναστασία παρθένε, νῦν ἐπικαλούμεθα τὴν σὴν ἀντίληψιν.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σὺ ἐδέξω Ἁγία, πρὸ τοῦ σεπτοῦ τέλους σου, ἄνωθεν φωνὴν βεβαιοῦσαν, σοὶ τὸ αἰτούμενον, τὸ θεραπεύειν δή, παντοίας νόσους πασχόντων, ὅθεν νῦν ἐνέργησον τὸ ἐν σοί χάρισμα.

Δόξα Πατρὶ

Ὁμηγύρεις ἀζύγων, ἀθωνικὸν σύστημα, καὶ πληθὺς πιστῶν ἐκ περάτων, πάντες προστρέχουσιν, ὡς ἀνυμνήσοντες ἐν τῇ Μονῇ Γρηγορίου, τὰ λαμπρά σου θαύματα καὶ ἀγωνίσματα.

Καὶ νῦν

Νοσημάτων ποικίλων, και πειρασμών έφοδος, και αλλεπαλλήλων κυμάτων, μέγα κλυδώνιον, αναχαιτίζεται, ταις κραταιαίς μεσιτείαις, και ταις παρακλήσεσι της θεομήτορος.

Διάσωσον, ὁσιομάρτυς παρθένε Ἀναστασία, τοὺς σοὺς δούλους ἐκ συμφορῶν, παθῶν τε καὶ θλίψεων, ὡς ἄληκτος κρήνη τῶν Ἰαμάτων.

Ἐπίβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἴτα μνημονεύει ὁ ἱερεύς, δι’ οὖς ἡ Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ· Κύριε ἐλέησον, ιε΄.

Μετά δέ τήν εκφώνησιν, τό ἐπόμενον·

Κάθισμα.Ἦχος β’. Τὰ ἄνω ζητῶν.

Πηγὴ δωρεῶν, ὑγείαν ἀναβρύουσα, αἰτία καλῶν, ψυχῶν θεραπευτήριος, συμπαθῶς ἐπίβλεψον Ἀναστασία τοῖς ἰκέταις σου, σαῖς μεσιτείαις ἄγουσα ἡμᾶς, εἰς θεῖον νυμφώνα καθαρότητας.

Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Μεγαλύνω τὰ πάθη σου, ἄπερ καθυπέστης διὰ τὸν Κύριον ἑξανάστησόν με δέομαι, Μάρτυς Ἀναστάσεως ἐπώνυμε. 

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἐπανέγειρον Πάνσεμνε, κλίνης ὀδυνῶν μου πίκρας τε θλίψεως, κατευθύνουσα τὸν βίον μου, ἐκ τῆς ἀκηδίας πρὸς τὰ κρείττονα.  

Δόξα Πατρὶ

Οἰδημάτων νοσήματα, ψύξεις, αἱματώσεις, κῆλαι, ἐγκαύματα, ἀσθενούντων δεομένων σου, τῇ σῇ ἐπικλήσει θεραπεύονται.  

Καὶ νῦν

Συμμαχία ὑπέρμαχος, συμπόνος καὶ συμπλοῦς τῶδε τῷ βίω μου, συνεργὸς καὶ συνεπίκουρος, στήθι μοὶ Μαρία Ἀειπάρθενε.

Ὠδὴ ε’. Φώτισον ἡμᾶς.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἴλιγγος δεινός, πυρετός, καρδιοπάθεια, νοσώδεις καὶ λοιμώδεις ἐπιφοραί, τῇ σῇ προνοία, Ἀθληφόρε ἀπελαύνονται.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὄγκοι φοβεροί, λευχαιμία, νεφροπάθεια, αἱμορραγίαι, ἀρθρίτις καὶ πληγαί, τῇ σῇ φροντίδι καὶ ἀγάπη θεραπεύονται. 

Δόξα Πατρὶ

Μόλυνσις ψυχῆς, τῇ μολύνσει νοῦ καὶ σώματος, συνῆλθε ἐν ἐμοὶ τῷ ρυπαρῶ Ἀναστασία, σαῖς λιταῖς ὅλον με κάθαρον.

Καὶ νῦν

Ἄγνισον Ἁγνή, λεπρωθείσαν τὴν καρδίαν μου, τῷ πλήθει τῶν ἀμέτρων μου κακιῶν, ὀδοποιοῦσα, πρὸς τὸ φῶς τῆς Ἀναστάσεως.

Ὠδὴ στ’. Τὴν δέησιν.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ῥωννύμενος, ἐκ πολλῶν κακώσεων, καὶ ἁλλόμενος ὡς ἔλαφος ψάλλω, ἀνευφήμων ποσαπλὼς σοῦς ἀγῶνας, καὶ ἀνύμνων σὰ λαμπρὰ κατορθώματα, προσπίπτω δὲ καὶ προσκυνῶ, τὴν παμπόθητον θείαν εἰκόνα σου.

Ἁγία του Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τὸ σῶμά σου, ἠξιώθης Πάνσεμνε, τῷ Νυμφίῳ παραστήσαι θυσίαν, καὶ δι’ ἐλαίου φρονίμων παρθένων, συνεισελθεῖν εἰς νυμφῶνα οὐράνιον, κακεῖθεν οἵα συμπαθής, καταπέμπειν ἀφθόνως δωρήματα.

Δόξα Πατρὶ

Ὑπήκοος, ἕως τέλους γέγονας, τῇ σεμνῇ σοῦ διδασκάλῳ Σοφίᾳ οὐκ ἐδειλίασας γὰρ τοὺς τυράννους, καὶ τὸ δριμὺ τῶν βασάνων ὑπήνεγκας· διὸ ἀπείληφας τρανώς, τὸν τῆς δόξῃς ἀμάραντον στέφανον.

Καὶ νῦν

Συνέλαβες, ἀπορρήτως Δέσποινα, τόν τοῦ κόσμου συνοχέα καὶ Κτίστην, ἀποκυήσασα τοῦτον ἀφράστως, καὶ μετὰ τόκον ὡς πρὶν διαμείνασα διὸ τιμῶμεν εὐλαβῶς, σὲ τὴν μόνην Ἁγνὴν Ἀειπάρθενον.

Διάσωσον, ὀσιομάρτυς παρθένε Ἀναστασία, τοὺς σοῦς δούλους ἐκ συμφορῶν, παθῶν τε καὶ θλίψεων, ὡς ἄληκτος κρήνη τῶν ἰαμάτων.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Εἴτα μνημονεύει ὁ ἱερεύς, ὡς δεδήλωται.
Μετά δέ τήν εκφώνησιν, τό Κοντάκιον.

Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.

Προστασία τῶν χειμαζόμενων ἀκράδαντε, ἱκεσία πρὸς τὸν Πλαστουργὸν ἀμετάσειστε, μὴ βραδύνης ἀνενεγκεὶν θεῷ λιτὰς ἡμῶν, ἀλλὰ πλήρωσον ὡς συμπαθής, τὸ δεδομένον ἐξ Αὐτοῦ, τοῖς πιστῶς εὐφημούσι σὲ τάχυνον ἐν ἀνάγκῃ, καὶ σπεῦσον πρὸς θεραπείαν, ἡ ἰατρεύουσα ἡμᾶς, Ἀναστάσεως φερώνυμε.

Τὸ Προκείμενον.

Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἱσήκουσε τῆς δεήσεώς μου.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

ΕΥΑΓΓΕΛΙΟΝ

Ἐκ τοῦ κατά Ματθαῖον.
(Κεφ. κε’, 1-13).

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην, ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τάς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τάς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ Νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν ἰδοὺ ὁ Νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τάς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ Νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ἡ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα. Ἦχος β’.

Ταις της Αθληφόρου, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Ὅλη εἰ πλησίον μου, περικαλλὴς καὶ ὡραία, μῶμός σοι οὐκ ἐνεστί, λέγει σοὶ ὁ Κύριος, Ὀσιόαθλε ἄσπιλον κόσμον γάρ, περιβεβλημένη, παρεὶ νῦν ἐκ δεξιῶν αὐτοῦ, πεποικιλμένη δέ, τὰ τροπαιοφόρα μαρτύρια ταῦτα δὴ ταῦτα πρότεινον, ἅπερ δι’ Αὐτὸν καθυπέμεινας, ὅπως ἐξιλάση Αὐτὸν κινοῦσα σπλάγχνα οἰκτιρμῶν, τοῦ συγχωρήσαι καὶ σώσαι μέ, ὅταν μέλλω κρίνεσθαι.

Ὁ ἱερεύς· Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

Ὁ λαός· Κύριε, ἐλέησον ιβ´.

Ὁ ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς.

Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἀνεγείρεις πεσόντας, νουθετεῖς τοὺς πιστούς, καὶ νεύροις τοὺς κάμνοντας, ὑψοῖς ἡμῶν τὸ κέρας, εὐφραίνεις τοὺς ὑμνούντας, ἐκ καρδίας καὶ μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, θεὸς εὐλογητὸς εἰ.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νοεραῖς ταῖς ἀκτῖσιν, ἐλαμπρύνθης Παμμάκαρ ψυχὴ καὶ σώματι· διὸ ἡ μυροθήκη, τῶν θείων σοῦ λειψάνων, θεραπεύει τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, θεὸς εὐλογητὸς εἰ.

Δόξα Πατρὶ.

Ἀγαπῶσα τὸν Κτίστην, τὴν διττὴν ἐντολὴν Μάρτυς ἐξεπλήρωσας, ἐπεὶ καὶ τὸν πλησίον, ἠγάπησας ὡς ἔδει, ἐν τῇ πράξει διδάσκουσα· ὁ τῶν Πατέρων θεός, ὄντως ἐστὶν Ἀγάπη.

Καὶ νῦν.

Στάμνος ὄντως ἐφάνης, συλλα-βοῦσα Χριστὸν μάννα τὸ οὐράνιον, καὶ τοῦτον ἐκτεκοῦσα, τροφὴν ἀθανασίας, καὶ τρυφὴν ἠμῶν ἄρρητον, τὸν τῶν Πατέρων ἠμῶν, θεὸν εὐλογημένον.

Ὠδὴ η’. Τὸν βασιλέα.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὶς μὲ χωρίσει, ἀπὸ ἀγάπης Κυρίου; οὐ λιμός, οὐ γυμνότης, οὐ θλῖψις· Αὐτῶ ποθῶ συνεῖναι, ἔφης εἰς τοὺς αἰῶνας.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνακουφίζεις, παραμυθεῖς ἀσθενοῦντας, ἀναψύχεις καταπονουμένους· πάντα δρᾶς εἰς δόξαν, Χριστοῦ τοῦ ἀναστάντος.

Δόξα Πατρὶ

Συμπαθέστατη καὶ φιλανθρώπῳ προνοίᾳ, συμπαρίστασαι τοῖς ἐνδεέσι, καὶ εὐγνωμονούσι, σὲ Κόρη εἰς αἰῶνας.

Καὶ νῦν

Ἰλαρωτάτη, καὶ ἀγαθὴ διαθέσει, ἀσφαλίζεις παντοίων ἐκ κινδύνων, τοὺς ὑπερυψούντας σε μόνη Θεοτόκε.

Ὠδὴ θ’. Κυρίως θεοτόκον.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Αἱμάτων σου ἐκχύσεις, κάλλος παρθενίας, καὶ ἀκλινεῖς μεσιτείαί σου Πάνσεμνε, ἀποκαθαίρουσι πάθη, πληγὰς καὶ τραύματα.

Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἀμόλυντον νυμφῶνα, Κόρη ἐκληρώσω, εἰς οὐρανίους θαλάμους χορεύουσα, τοὺς εὐσεβῶς σὲ τιμῶντας ἐπιβραβεύουσα.

Δόξα Πατρὶ

Ῥοαῖς τῶν σῶν αἱμάτων, μύροις δὲ λειψάνων, ἐν ἐπικλήσει σεπτού σου ὀνόματος, Ἀναστασία πηγάζεις, ἄφθιτα νάματα.

Καὶ νῦν

Τρυφὴ πιστῶν Παρθένε, δόξα σύ Μαρτύρων, Ἱεραρχῶν τὸ σεπτὸν ἐγκαλλώπισμα, Ἀθωνιτὼν δὲ Πατέρων στερρὸν προτείχισμα.

Καὶ εὐθὺς τό Ἄξιόν ἐστιν,
καί τά παρόντα Μεγαλυνάρια.

Όνυχας, οδόντας τε και μαστούς, χείρας τε και πόδας, εκκοπείσα ανηλεώς, όνυξιν εξέσθης, πυρί καταφλεχθείσα, Αναστασία μάρτυς οσιοπάρθενε.

Δόξης ακήρατου κατατρυφάν, κατηξιωμένη, εν ταις άνω διαμοναίς, πρόσδεξαι δεήσεις, λαού ημαρτηκότος, και σαις πρεσβείαις ρύσαι, πάντας κολάσεως.

Τρεις λαμπρούς στεφάνους απολαβείν, Μάκαρ ηξιώθης, εκ χειρός του Δημιουργού τον της παρθενίας, και τον του μαρτυρίου, τον της υπακοής δε, εν τη ασκήσει σου.

Άφθονα Ιάματα παρασχείν, νυν μη κατοκνήσης, μηδέ πέμψης ημάς κενούς• ώ Αναστασία, το δύνασθαι γαρ έχεις, ως φέρουσα την χάριν του Παντοκράτορας.

Ζη η ση ψυχή εν χειρί Θεού, άνευθεν βασάνων, εν ειρήνη διηνεκεί χαίρει δε πλουτούσα, Μονή του Γρηγορίου, τα θεία λείψανα σου, κόσμον ως άφθαρτον.

Έλαιον αγάπης παρθενικής, νήψεως εν πάσι, εγρηγόρσεως μυστικής, έσχες εν λαμπάδι, τη ση Αναστασία, διο νυν εμβατεύεις εις τα ουράνια.

Έλαιον επίσταξον επ´ έμέ, τον κεναίς απάταις, δουλωθέντα και ηδοναίς, φώτισον τον νουν μου, ψυχήν τε και καρδίαν, χριόμενα ελαίω αγαλλιάσεως.

Δίδαξόν με Μάρτυς επιτελείν, την αγιωσύνην, εν τω φόβω τω προς Θεόν, και τη ση πρεσβεία καθήλωσον τας σάρκας, και προς τον Ιησούν μου, στρέψον την έφεσιν.

Ως απολαβούσα δόξης τρισσώς, το λογιστικόν μου, συν τω επιθυμητικώ, και θυμοειδεί μου καταύγασαν φωτί σου, και της θεώσεώς με ποίησον άξιον.

Πάσαι των αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Τρισάγιον· Παναγία Τριάς, Πάτερ ἡμῶν· Ὅτι Σοῦ ἐστιν.

Εἶτα τὸ παρόν Ἀπολυτίκιον.

Ἦχος γ’. Τὴν ὡραιότητα.

Τὴν ὀσιόαθλον καὶ καλλιπάρθενον, Ῥώμης τὸ βλάστημα, καὶ μέγα καύχημα, τῆς ἀναστάσεως Χριστοῦ, ἀξίως τὴν ἐπώνυμον, δεῦτε εὐφημήσωμεν, Ἀναστασίαν τὴν πάνσεμνον, βρύει γὰρ ἰάσεων, ἀκεσώδυνα φάρμακα, τοῖς τῶν λειψάνων αὐτῆς τὴν θήκην, προσπτυσσομένοις μετὰ πίστεως.

Ὁ ἱερεύς μνημονεύει·

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κ.τ.λ.

Είτα ποιεῖ τήν Ἀπόλυσιν.

Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, ψάλλονται τὰ παρόντα·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντες οἱ ἐν νόσοις χαλεπαῖς, καὶ ταῖς τρικυμίαις τοῦ βίου, ἐκταρασσόμενοι νῦν, δεῦτε δὴ προσδράμωμεν καὶ προσκυνήσω-μεν, τὴν εἰκόνα τὴν πάντιμον, τῆς Ἀναστασίας, ταύτην ἱκετεύοντες ἐν κατανύξει πολλῇ· σπεῦσον, ἐξεγέρθητι ὅπως πάντας ἐκ παθὼν ἀναστήσῃς, Μάρτυς Ἀναστάσεως φερώνυμε.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.