Κατανυκτικός εσπερινός Α΄ νηστειών
Κατανυκτικός εσπερινός Α΄ νηστειών

Κατανυκτικός εσπερινός Α΄ νηστειών

Κατανυκτικός εσπερινός Α΄ νηστειών 2024

Ὁ ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰ­ώ­νων.

Ὁ ἀναγνώστης· Ἀμήν.


Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ Χρι­στῷ τῷ βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.


Ψαλ­μὸς ργ´ (103).

Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον· Κύ­ρι­ε ὁ Θε­ός μου, ἐ­με­γα­λύν­θης σφό­δρα. Ἐ­ξο­μο­λό­γη­σιν καὶ με­γα­λο­πρέ­πει­αν ἐ­νε­δύ­σω, ἀ­να­βαλ­λό­με­νος φῶς ὡς ἱ­μά­τι­ον· Ἐ­κτεί­νων τὸν οὐ­ρα­νὸν ὡ­σεὶ δέρ­ριν, ὁ στε­γά­ζων ἐν ὕ­δα­σι τὰ ὑ­πε­ρῷ­α αὐ­τοῦ· Ὁ τι­θεὶς νέ­φη τὴν ἐ­πί­βα­σιν αὐ­τοῦ, ὁ πε­ρι­πα­τῶν ἐ­πὶ πτε­ρύ­γων ἀ­νέ­μων· Ὁ ποι­ῶν τοὺς ἀγ­γέ­λους αὐ­τοῦ πνεύ­μα­τα, καὶ τοὺς λει­τουρ­γοὺς αὐ­τοῦ πυ­ρὸς φλό­γα· Ὁ θε­με­λι­ῶν τὴν γῆν ἐ­πὶ τὴν ἀ­σφά­λει­αν αὐ­τῆς, οὐ κλι­θή­σε­ται εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος. Ἄ­βυσ­σος ὡς ἱ­μά­τι­ον τὸ πε­ρι­βό­λαι­ον αὐ­τοῦ, ἐ­πὶ τῶν ὀ­ρέ­ων στή­σον­ται ὕ­δα­τα. Ἀ­πὸ ἐ­πι­τι­μή­σε­ώς σου φεύ­ξον­ται, ἀ­πὸ φω­νῆς βρον­τῆς σου δει­λι­ά­σου­σιν. Ἀ­να­βαί­νου­σιν ὄ­ρη καὶ κα­τα­βαί­νου­σι πε­δί­α εἰς τὸν τό­πον, ὃν ἐ­θε­με­λί­ω­σας αὐ­τά. Ὅ­ρι­ον ἔ­θου, ὃ οὐ πα­ρε­λεύ­σον­ται, οὐ­δὲ ἐ­πι­στρέ­ψου­σι κα­λύ­ψαι τὴν γῆν. Ὁ ἐ­ξα­πο­στέλ­λων πη­γὰς ἐν φά­ραγ­ξιν, ἀ­να­μέ­σον τῶν ὀ­ρέ­ων δι­ε­λεύ­σον­ται ὕ­δα­τα. Πο­τι­οῦ­σι πάν­τα τὰ θη­ρί­α τοῦ ἀ­γροῦ, προσ­δέ­ξον­ται ὄ­να­γροι εἰς δί­ψαν αὐ­τῶν. Ἐπ᾿ αὐ­τὰ τὰ πε­τει­νὰ τοῦ οὐ­ρα­νοῦ κα­τα­σκη­νώ­σει, ἐκ μέ­σου τῶν πε­τρῶν δώ­σου­σι φω­νήν. Πο­τί­ζων ὄ­ρη ἐκ τῶν ὑ­πε­ρῴ­ων αὐ­τοῦ, ἀ­πὸ καρ­ποῦ τῶν ἔρ­γων σου χορ­τα­σθή­σε­ται ἡ γῆ. Ὁ ἐ­ξα­να­τέλ­λων χόρ­τον τοῖς κτή­νε­σι, καὶ χλό­ην τῇ δου­λεί­ᾳ τῶν ἀν­θρώ­πων, τοῦ ἐ­ξα­γα­γεῖν ἄρ­τον ἐκ τῆς γῆς. Καὶ οἶ­νος εὐ­φραί­νει καρ­δί­αν ἀν­θρώ­που, τοῦ ἱ­λα­ρῦ­ναι πρό­σω­πον ἐν ἐ­λαί­ῳ· καὶ ἄρ­τος καρ­δί­αν ἀν­θρώ­που στη­ρί­ζει. Χορ­τα­σθή­σον­ται τὰ ξύ­λα τοῦ πε­δί­ου, αἱ κέ­δροι τοῦ Λι­βά­νου, ἃς ἐ­φύ­τευ­σας. Ἐ­κεῖ στρου­θί­α ἐν­νοσ­σεύ­σου­σι, τοῦ ἐ­ρω­δι­οῦ ἡ κα­τοι­κί­α ἡ­γεῖ­ται αὐ­τῶν. Ὄ­ρη τὰ ὑ­ψη­λὰ ταῖς ἐ­λά­φοις, πέ­τρα κα­τα­φυ­γὴ τοῖς λα­γω­οῖς. Ἐ­ποί­η­σε σε­λή­νην εἰς και­ρούς· ὁ ἥ­λι­ος ἔ­γνω τὴν δύ­σιν αὐ­τοῦ. Ἔ­θου σκό­τος, καὶ ἐ­γέ­νε­το νύξ· ἐν αὐ­τῇ δι­ε­λεύ­σον­ται πάν­τα τὰ θη­ρί­α τοῦ δρυ­μοῦ. Σκύ­μνοι ὠ­ρυ­ό­με­νοι τοῦ ἁρ­πά­σαι καὶ ζη­τῆ­σαι πα­ρὰ τῷ Θε­ῷ βρῶ­σιν αὐ­τοῖς. Ἀ­νέ­τει­λεν ὁ ἥ­λι­ος, καὶ συ­νή­χθη­σαν, καὶ εἰς τὰς μάν­δρας αὐ­τῶν κοι­τα­σθή­σον­ται. Ἐ­ξε­λεύ­σε­ται ἄν­θρω­πος ἐ­πὶ τὸ ἔρ­γον αὐ­τοῦ καὶ ἐ­πὶ τὴν ἐρ­γα­σί­αν αὐ­τοῦ ἕ­ως ἑ­σπέ­ρας. Ὡς ἐ­με­γα­λύν­θη τὰ ἔρ­γα σου, Κύ­ρι­ε· πάν­τα ἐν σο­φί­ᾳ ἐ­ποί­η­σας· ἐ­πλη­ρώ­θη ἡ γῆ τῆς κτί­σε­ώς σου. Αὕ­τη ἡ θά­λασ­σα ἡ με­γά­λη καὶ εὐ­ρύ­χω­ρος· ἐ­κεῖ ἑρ­πε­τά, ὧν οὐκ ἔ­στιν ἀ­ριθ­μός, ζῷ­α μι­κρὰ με­τὰ με­γά­λων. Ἐ­κεῖ πλοῖ­α δι­α­πο­ρεύ­ον­ται, δρά­κων οὗ­τος, ὃν ἔ­πλα­σας ἐμ­παί­ζειν αὐ­τῇ. Πάν­τα πρὸς σὲ προσ­δο­κῶ­σι δοῦ­ναι τὴν τρο­φὴν αὐ­τῶν εἰς εὔ­και­ρον· δόν­τος σου αὐ­τοῖς συλ­λέ­ξου­σι­ν. Ἀ­νοί­ξαν­τός σου τὴν χεῖ­ρα, τὰ σύμ­παν­τα πλη­σθή­σον­ται χρη­στό­τη­τος· ἀ­πο­στρέ­ψαν­τος δέ σου τὸ πρό­σω­πον, τα­ρα­χθή­σον­ται. Ἀν­τα­νε­λεῖς τὸ πνεῦ­μα αὐ­τῶν, καὶ ἐ­κλεί­ψου­σι, καὶ εἰς τὸν χοῦν αὐ­τῶν ἐ­πι­στρέ­ψου­σιν. Ἐ­ξα­πο­στε­λεῖς τὸ πνεῦ­μά σου, καὶ κτι­σθή­σον­ται, καὶ ἀ­να­και­νι­εῖς τὸ πρό­σω­πον τῆς γῆς. Ἤ­τω ἡ δό­ξα Κυ­ρί­ου εἰς τοὺς αἰ­ῶ­νας· εὐ­φραν­θή­σε­ται Κύ­ρι­ος ἐ­πὶ τοῖς ἔρ­γοις αὐ­τοῦ. Ὁ ἐ­πι­βλέ­πων ἐ­πὶ τὴν γῆν καὶ ποι­ῶν αὐ­τὴν τρέ­μειν· ὁ ἁ­πτό­με­νος τῶν ὀ­ρέ­ων καὶ κα­πνί­ζον­ται. ᾌ­σω τῷ Κυ­ρί­ῳ ἐν τῇ ζω­ῇ μου, ψα­λῶ τῷ Θε­ῷ μου, ἕ­ως ὑ­πάρ­χω. Ἡ­δυν­θεί­η αὐ­τῷ ἡ δι­α­λο­γή μου, ἐ­γὼ δὲ εὐ­φραν­θή­σο­μαι ἐ­πὶ τῷ Κυ­ρί­ῳ. Ἐ­κλεί­ποι­εν ἁ­μαρ­τω­λοὶ ἀ­πὸ τῆς γῆς καὶ ἄ­νο­μοι, ὥ­στε μὴ ὑ­πάρ­χειν αὐ­τούς. Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον.


Καὶ πά­λιν.

Ὁ ἥ­λι­ος ἔ­γνω τὴν δύ­σιν αὐ­τοῦ· ἔ­θου σκό­τος, καὶ ἐ­γέ­νε­το νύξ. Ὡς ἐ­με­γα­λύν­θη τὰ ἔρ­γα σου, Κύ­ρι­ε· πάν­τα ἐν σο­φί­ᾳ ἐ­ποί­η­σας.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α, ἀλ­λη­λού­ϊ­α· δό­ξα σοι, ὁ Θε­ός. (ἐκ γ´)


Ἡ ἐλ­πὶς ἡ­μῶν, Κύ­ρι­ε, δό­ξα σοι.


Ὁ ἱερεύς· Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν Βαρθολομαίου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.


Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς· Ὅ­τι πρέ­πει σοι πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Λειτουργικό σχόλιο

Καὶ εὐ­θύς, ἄ­νευ στι­χο­λο­γί­ας Ψαλ­τη­ρί­ου, οἱ χο­ροὶ ψάλ­λουν τὸ Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα·


Ψαλ­μὸς ρμ´ (140).

Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα πρὸς σέ, εἰ­σά­κου­σόν μου· εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε. Κύ­ρι­ε, ἐ­κέ­κρα­ξα πρὸς σέ, εἰ­σά­κου­σόν μου· πρό­σχες τῇ φω­νῇ τῆς δε­ή­σε­ώς μου ἐν τῷ κε­κρα­γέ­ναι με πρὸς σέ. Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε.

Κα­τευ­θυν­θή­τω ἡ προ­σευ­χή μου ὡς θυ­μί­α­μα ἐ­νώ­πι­όν σου, ἔ­παρ­σις τῶν χει­ρῶν μου θυ­σί­α ἑ­σπε­ρι­νή. Εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε.


Καὶ ἡ στι­χο­λογί­α.

Θοῦ, Κύ­ρι­ε, φυ­λα­κὴν τῷ στό­μα­τί μου, καὶ θύ­ραν πε­ρι­ο­χῆς πε­ρὶ τὰ χεί­λη μου. Μὴ ἐκ­κλί­νῃς τὴν καρ­δί­αν μου εἰς λό­γους πο­νη­ρί­ας, τοῦ προ­φα­σί­ζε­σθαι προ­φά­σεις ἐν ἁ­μαρ­τί­αις, Σὺν ἀν­θρώ­ποις ἐρ­γα­ζο­μέ­νοις τὴν ἀ­νο­μί­αν, καὶ οὐ μὴ συν­δυ­ά­σω με­τὰ τῶν ἐ­κλε­κτῶν αὐ­τῶν. Παι­δεύ­σει με δί­και­ος ἐν ἐ­λέ­ει καὶ ἐ­λέγ­ξει με, ἔ­λαι­ον δὲ ἁ­μαρ­τω­λοῦ μὴ λι­πα­νά­τω τὴν κε­φα­λήν μου. Ὅ­τι ἔ­τι καὶ ἡ προ­σευ­χή μου ἐν ταῖς εὐ­δο­κί­αις αὐ­τῶν· κα­τε­πό­θη­σαν ἐ­χό­με­να πέ­τρας οἱ κρι­ταὶ αὐ­τῶν. Ἀ­κού­σον­ται τὰ ῥή­μα­τά μου, ὅ­τι ἡ­δύν­θη­σαν· ὡ­σεὶ πά­χος γῆς ἐρ­ρά­γη ἐ­πὶ τῆς γῆς, δι­ε­σκορ­πί­σθη τὰ ὀ­στᾶ αὐ­τῶν πα­ρὰ τὸν ᾅ­δην. Ὅ­τι πρὸς σέ, Κύ­ρι­ε Κύ­ρι­ε, οἱ ὀ­φθαλ­μοί μου· ἐ­πὶ σοὶ ἤλ­πι­σα, μὴ ἀν­τα­νέ­λῃς τὴν ψυ­χήν μου. Φύ­λα­ξόν με ἀ­πὸ πα­γί­δος, ἧς συ­νε­στή­σαν­τό μοι, καὶ ἀ­πὸ σκαν­δά­λων τῶν ἐρ­γα­ζο­μέ­νων τὴν ἀ­νο­μί­αν. Πε­σοῦν­ται ἐν ἀμ­φι­βλή­στρῳ αὐ­τῶν οἱ ἁ­μαρ­τω­λοί· κα­τὰ μό­νας εἰ­μὶ ἐ­γώ, ἕ­ως ἂν πα­ρέλ­θω.


Ψαλ­μὸς ρμα´ (141)

Φω­νῇ μου πρὸς Κύ­ρι­ον ἐ­κέ­κρα­ξα, φω­νῇ μου πρὸς Κύ­ρι­ον ἐ­δε­ή­θην. Ἐκ­χε­ῶ ἐ­νώ­πι­ον αὐ­τοῦ τὴν δέ­η­σίν μου, τὴν θλῖ­ψίν μου ἐ­νώ­πι­ον αὐ­τοῦ ἀ­παγ­γε­λῶ. Ἐν τῷ ἐ­κλεί­πειν ἐξ ἐ­μοῦ τὸ πνεῦ­μά μου, καὶ σὺ ἔ­γνως τὰς τρί­βους μου. Ἐν ὁ­δῷ ταύ­τῃ, ᾗ ἐ­πο­ρευ­ό­μην, ἔ­κρυ­ψαν πα­γί­δα μοι. Κα­τε­νό­ουν εἰς τὰ δε­ξι­ὰ καὶ ἐ­πέ­βλε­πον, καὶ οὐκ ἦν ὁ ἐ­πι­γι­νώ­σκων με. Ἀ­πώ­λε­το φυ­γὴ ἀπ᾿ ἐ­μοῦ, καὶ οὐκ ἔ­στιν ὁ ἐκ­ζη­τῶν τὴν ψυ­χήν μου. Ἐ­κέ­κρα­ξα πρὸς σέ, Κύ­ρι­ε· εἶ­πα· Σὺ εἶ ἡ ἐλ­πίς μου, με­ρίς μου εἶ, ἐν γῇ ζών­των. Πρό­σχες πρὸς τὴν δέ­η­σίν μου, ὅ­τι ἐ­τα­πει­νώ­θην σφό­δρα. Ῥῦ­σαί με ἐκ τῶν κα­τα­δι­ω­κόν­των με, ὅ­τι ἐ­κρα­ται­ώ­θη­σαν ὑ­πὲρ ἐ­μέ.


Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ὅτι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου, δός μοι χεῖρα σῶσόν με, ὡς τῷ Πέτρῳ ὁ Θεός, καὶ ἐλέησόν με.

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Ὅτι ἐννοίαις πονηραῖς, καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι, ἐπι στροφῆς ὁ Θεός, ἵνα κράζω· Σῶσόν με, Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με.

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Ἄλλος σε κόσμος ψυχὴ ἀναμένει, καὶ Κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά· μὴ οὖν ἐμμείνῃς τοῖς ὧδε, ἀλλὰ πρόφθασον βοῶσα τῷ Κριτῇ· Ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Μὴ ἀποδοκιμάσῃς με Σωτήρ μου, τῇ ῥαθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον· διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ
ἀμπελῶνος, ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοι τῆς ἑνδεκάτης ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος.


Στι­χη­ρὰ Προ­σό­μοι­α.
Ἦχος δ´. Ἔδωκας σημείωσιν.

Στίχ. Ἐ­ὰν ἀ­νο­μί­ας πα­ρα­τη­ρή­σῃς, Κύ­ρι­ε Κύ­ρι­ε, τίς ὑ­πο­στή­σε­ται; ὅ­τι πα­ρὰ σοὶ ὁ ἱ­λα­σμός ἐ­στιν.
Δίδου μοι κατάνυξιν, καὶ τῶν κακῶν ἀλλοτρίωσιν, καὶ τελείαν διόρθωσιν, εἰς πάθη τοῦ σώματος, νῦν βεβυθισμένῳ, καὶ μεμακρυσμένῳ, ἐκ σοῦ Θεὲ Παμβασιλεῦ, καὶ μηδαμόθεν ἐλπίδα ἔχοντι· καὶ σῶσόν με τὸν ἄσωτον, διὰ πολλὴν ἀγαθότητα, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου ὑ­πέ­μει­νά σε, Κύ­ρι­ε· ὑ­πέ­μει­νεν ἡ ψυ­χή μου εἰς τὸν λό­γον σου, ἤλ­πι­σεν ἡ ψυ­χή μου ἐ­πὶ τὸν Κύ­ρι­ον.
Μωσῆς ὁ θεσπέσιος, διὰ νηστείας τεθέαται, καθαρθεὶς τὸν ποθούμενον. Τοῦτον οὖν ζηλώσασα, ταπεινὴ ψυχή μου, σπεῦσον ἐν ἡμέρᾳ, τῆς ἐγκρατείας τῶν κακῶν, ἐκκαθαρθῆναι, ὅπως τὸν Κύριον, διδόντα σοι τὴν ἄφεσιν, νῦν θεωρήσῃς ὑπάρχοντα, ἀγαθὸν καὶ φιλάνθρωπον, παντοδύναμον Κύριον.


Ἦχος πλ. β´. Ἀρχαγγελικῶς ἀνυμνήσωμεν.

Στίχ. Ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας μέ­χρι νυ­κτός, ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας ἐλ­πι­σά­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τὸν Κύ­ρι­ον.
Τὰ τῶν Νηστειῶν νῦν δισέβδομα φαιδρῶς, ἐναρξώμεθα τελοῦντες, ἡμέραν ἐξ ἡμέρας ἀδελφοί, ἅρμα πυρὸς ἐργασάμενοι ἡμῖν, ὡς Ἠλίας ὁ Θεσβίτης, τὰς τέσσαρας μεγάλας ἀρετάς, τὸν νοῦν ἀνυψώσωμεν ἀπαθείᾳ, τὴν σάρκα ὁπλίσωμεν τῇ ἁγνείᾳ, τρέποντες, καὶ νικῶντες τὸν ἐχθρόν.


Καὶ τοῦ Μη­ναί­ου, Προ­σό­μοι­α γ´.
Δό­ξα. Καὶ νῦν. Θε­ο­το­κί­ον.

Λειτουργικό σχόλιο

Ψαλ­λο­μέ­νου τοῦ “Καὶ νῦν…” γί­νε­ται ἡ εἴ­σο­δος ὑ­πὸ τοῦ ἱ­ε­ρέ­ως με­τὰ τοῦ θυ­μι­α­τοῦ, ἥ­τις γί­νε­ται ὡς ἀ­κο­λού­θως ἐν πά­σαις ταῖς Κυ­ρι­α­καῖς τῆς ἁ­γί­ας Τεσ­σα­ρα­κο­στῆς.

Τοῦ ἱ­ε­ρέ­ως εὐ­λο­γή­σαν­τος τὸ θυ­μί­α­μα, ἐ­ξέρ­χον­ται δι­ὰ τῆς βο­ρεί­ας πύ­λης, προ­πο­ρευ­ο­μέ­νου λαμ­πα­δού­χου καὶ ἑ­πο­μέ­νου τοῦ ἱ­ε­ρέ­ως. Δι­α­σχί­σαν­τες δὲ τὸ βό­ρει­ον καὶ τὸ κεν­τρι­κὸν κλῖ­τος ἔρ­χον­ται εἰς τὸ μέ­σον τοῦ να­οῦ.


Ὁ ἱ­ε­ρεὺς· Σο­φί­α· ὀρ­θοί.

Φῶς ἱ­λα­ρὸν ἁ­γί­ας δό­ξης, ἀ­θα­νά­του Πα­τρός, οὐ­ρα­νί­ου, ἁ­γί­ου, μά­κα­ρος, Ἰ­η­σοῦ Χρι­στέ, ἐλ­θόν­τες ἐ­πὶ τὴν ἡ­λί­ου δύ­σιν, ἰ­δόν­τες φῶς ἑ­σπε­ρι­νόν, ὑ­μνοῦ­μεν Πα­τέ­ρα, Υἱ­όν, καὶ ἅ­γι­ον Πνεῦ­μα, Θε­όν. Ἄ­ξι­όν σε ἐν πᾶ­σι και­ροῖς ὑ­μνεῖ­σθαι φω­ναῖς αἰ­σί­αις, Υἱ­ὲ Θε­οῦ, ζω­ὴν ὁ δι­δούς· δι­ὸ ὁ κό­σμος σὲ δο­ξά­ζει.

Ὁ ἱ­ε­ρεὺς· Ἑ­σπέ­ρας προ­κεί­με­νον.


Ἦ­χος πλ. δ´. Ψαλ­μὸς ξη´ (68).

Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀ­πὸ τοῦ παι­δός σου, ὅ­τι θλί­βο­μαι· τα­χὺ ἐ­πά­κου­σόν μου· πρό­σχες τῇ ψυ­χῇ μου καὶ λύ­τρω­σαι αὐ­τήν.

Στίχ. α´. Πτω­χὸς καὶ ἀλ­γῶν εἰ­μι ἐ­γώ· ἡ σω­τη­ρί­α σου, ὁ Θε­ός, ἀν­τι­λά­βοι­τό μου.
Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀ­πὸ τοῦ παι­δός σου, ὅ­τι θλί­βο­μαι· τα­χὺ ἐ­πά­κου­σόν μου· πρό­σχες τῇ ψυ­χῇ μου καὶ λύ­τρω­σαι αὐ­τήν.

Στίχ. β´. Ἰ­δέ­τω­σαν πτω­χοὶ καὶ εὐ­φραν­θή­τω­σαν· ἐκ­ζη­τή­σα­τε τὸν Θε­όν, καὶ ζή­σε­ται ἡ ψυ­χὴ ὑ­μῶν.
Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀ­πὸ τοῦ παι­δός σου, ὅ­τι θλί­βο­μαι· τα­χὺ ἐ­πά­κου­σόν μου· πρό­σχες τῇ ψυ­χῇ μου καὶ λύ­τρω­σαι αὐ­τήν.


Ὁ ἱ­ε­ρεὺς· Εἴ­πω­μεν πάν­τες ἐξ ὅ­λης τῆς ψυ­χῆς καὶ ἐξ ὅ­λης τῆς δι­α­νοί­ας ἡ­μῶν εἴ­πω­μεν.
Κύ­ρι­ε παν­το­κρά­τορ, ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
Ἐ­λέ­η­σον ἡ­μᾶς, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου· δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν Βαρθολομαίου.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν ἀ­δελ­φῶν ἡ­μῶν τῶν ἱ­ε­ρέ­ων, ἱ­ε­ρο­μο­νά­χων, ἱ­ε­ρο­δι­α­κό­νων καὶ μο­να­χῶν καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ πό­λει ταύ­τῃ, τῶν ἐ­νο­ρι­τῶν, ἐ­πι­τρό­πων, συν­δρο­μη­τῶν καὶ ἀ­φι­ε­ρω­τῶν τῆς ἁ­γί­ας ἐκ­κλη­σί­ας ταύ­της.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν μα­κα­ρί­ων καὶ ἀ­οι­δί­μων κτι­τό­ρων τοῦ ἁ­γί­ου να­οῦ τού­του καὶ ὑ­πὲρ πάν­των τῶν προ­α­να­παυ­σα­μέ­νων πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἐν­θά­δε εὐ­σε­βῶς κει­μέ­νων καὶ ἁ­παν­τα­χοῦ ὀρ­θο­δό­ξων.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν καρ­πο­φο­ρούν­των καὶ καλ­λι­ερ­γούν­των ἐν τῷ ἁ­γί­ῳ καὶ παν­σέ­πτῳ να­ῷ τού­τῳ, κο­πι­ών­των, ψαλ­λόν­των καὶ ὑ­πὲρ τοῦ πε­ρι­ε­στῶ­τος λα­οῦ, τοῦ ἀ­πεκ­δε­χο­μέ­νου τὸ πα­ρὰ σοῦ μέ­γα καὶ πλού­σι­ον ἔ­λε­ος.


Ὁ ἱ­ε­ρεὺς· Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.


Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, ἐν τῇ ἑ­σπέ­ρᾳ ταύ­τῃ ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς. Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν. Γέ­νοι­το, Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ. Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε· δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου. Εὐ­λο­γη­τὸς εἶ, Δέ­σπο­τα· συ­νέ­τι­σόν με τὰ δι­και­ώ­μα­τά σου. Εὐ­λο­γη­τὸς εἶ, Ἅ­γι­ε· φώ­τι­σόν με τοῖς δι­και­ώ­μα­σί σου. Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου εἰς τὸν αἰ­ῶ­να· τὰ ἔρ­γα τῶν χει­ρῶν σου μὴ πα­ρί­δῃς. Σοὶ πρέ­πει αἶ­νος, σοὶ πρέ­πει ὕ­μνος, σοὶ δό­ξα πρέ­πει, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.


Ὁ ἱ­ε­ρεὺς· Πλη­ρώ­σω­μεν τὴν δέ­η­σιν ἡ­μῶν τῷ Κυ­ρί­ῳ.
Ἀν­τι­λα­βοῦ, σῶ­σον, ἐ­λέ­η­σον καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς, ὁ Θε­ός, τῆ σῇ χά­ρι­τι.
Τὴν ἑ­σπέ­ραν πᾶ­σαν, τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κὴν καὶ ἀ­να­μάρ­τη­τον πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.
Ἄγ­γε­λον εἰ­ρή­νης, πι­στὸν ὁ­δη­γόν, φύ­λα­κα τῶν ψυ­χῶν καὶ τῶν σω­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.
Συγ­γνώ­μην καὶ ἄ­φε­σιν τῶν ἁ­μαρ­τι­ῶν καὶ τῶν πλημ­με­λη­μά­των ἡ­μῶν πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.
Τὰ κα­λὰ καὶ συμ­φέ­ρον­τα ταῖς ψυ­χαῖς ἡ­μῶν καὶ εἰ­ρή­νην τῷ κό­σμῳ πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.
Τὸν ὑ­πό­λοι­πον χρό­νον τῆς ζω­ῆς ἡ­μῶν ἐν εἰ­ρή­νῃ καὶ με­τα­νοί­ᾳ ἐ­κτε­λέ­σαι πα­ρὰ τοῦ Κυ­ρί­ου αἰ­τη­σώ­με­θα.
Χρι­στι­α­νὰ τὰ τέ­λη τῆς ζω­ῆς ἡ­μῶν, ἀ­νώ­δυ­να, ἀ­νε­παί­σχυν­τα, εἰ­ρη­νι­κὰ καὶ κα­λὴν ἀ­πο­λο­γί­αν τὴν ἐ­πὶ τοῦ φο­βε­ροῦ βή­μα­τος τοῦ Χρι­στοῦ αἰ­τη­σώ­με­θα.
Τῆς πα­να­γί­ας, ἀ­χράν­του, ὑ­πε­ρευ­λο­γη­μέ­νης, ἐν­δό­ξου, δε­σποί­νης ἡ­μῶν, Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας με­τὰ πάν­των τῶν ἁ­γί­ων μνη­μο­νεύ­σαν­τες, ἑ­αυ­τοὺς καὶ ἀλ­λή­λους καὶ πᾶ­σαν τὴν ζω­ὴν ἡ­μῶν Χρι­στῷ τῷ Θε­ῷ πα­ρα­θώ­με­θα.


Ὁ ἱ­ε­ρεὺς· Ὅ­τι ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεὺς εὐ­λο­γῶν τὸν λα­όν· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ ἱ­ε­ρεὺς· Τὰς κε­φα­λὰς ἡ­μῶν τῷ Κυ­ρί­ῳ κλί­νω­μεν.

Ὁ χο­ρός· Σοί, Κύ­ρι­ε.

Ὁ ἱ­ε­ρεὺς· τὴν εὐ­χὴν τῆς κε­φα­λο­κλι­σί­ας.
Κύ­ρι­ε ὁ Θε­ὸς ἡ­μῶν, ὁ κλί­νας οὐ­ρα­νοὺς καὶ κα­τα­βὰς ἐ­πὶ σω­τη­ρί­ᾳ τοῦ γέ­νους τῶν ἀν­θρώ­πων, ἔ­πι­δε ἐ­πὶ τοὺς δού­λους σου καὶ ἐ­πὶ τὴν κλη­ρο­νο­μί­αν σου· σοὶ γὰρ τῷ φο­βε­ρῷ καὶ φι­λαν­θρώ­πῳ κρι­τῇ οἱ σοὶ δοῦ­λοι ὑ­πέ­κλι­ναν τὰς κε­φα­λάς, τοὺς δὲ αὐ­τῶν ὑ­πέ­τα­ξαν αὐ­χέ­νας, οὐ τὴν ἐξ ἀν­θρώ­πων ἀ­να­μέ­νον­τες βο­ή­θει­αν, ἀλ­λὰ τὸ σὸν πε­ρι­μέ­νον­τες ἔ­λε­ος καὶ τὴν σὴν ἀ­πεκ­δε­χό­με­νοι σω­τη­ρί­αν· οὓς δι­α­φύ­λα­ξον ἐν παν­τὶ και­ρῷ καὶ κα­τὰ τὴν πα­ροῦ­σαν ἑ­σπέ­ραν καὶ τὴν προ­σι­οῦ­σαν νύ­κτα ἀ­πὸ παν­τὸς ἐ­χθροῦ, ἀ­πὸ πά­σης ἀν­τι­κει­μέ­νης ἐ­νερ­γεί­ας δι­α­βο­λι­κῆς καὶ δι­α­λο­γι­σμῶν μα­ταί­ων καὶ ἐν­θυ­μή­σε­ων πο­νη­ρῶν.

Ὁ ἱ­ε­ρεὺς εκ­φώ­νως· Εἴ­η τὸ κρά­τος τῆς βα­σι­λεί­ας σου εὐ­λο­γη­μέ­νον καὶ δε­δο­ξα­σμέ­νον τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.


Δεῦτε ἐκκαθάρωμεν ἑαυτούς, ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων, μὴ σαλπίζοντες, μὴ δημοσιεύοντες ἡμῶν τὴν εὐποιΐαν· μὴ ἐπιγνώτω ἡ ἀριστερά, τῆς δεξιᾶς τὸ ἔργον· μὴ σκορπίσῃ ἡ κενοδοξία, τὸν καρπὸν τῆς ἐλεημοσύνης· ἀλλ᾿ ἐν κρυπτῷ, τῷ τὰ κρυπτὰ εἰδότι κράξωμεν· Πάτερ, ἄφες τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων, αὐτῶν ὡς
ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Καὶ πά­λιν· Δεῦτε ἐκκαθάρωμεν …


Εἶ­τα τὸ Μαρ­τυ­ρι­κόν. Ἦ­χος ὁ αὐ­τός.

Στίχ. Ἐ­λέ­η­σον ἡ­μᾶς, Κύ­ρι­ε, ἐ­λέ­η­σον ἡ­μᾶς, ὅ­τι ἐ­πὶ πο­λὺ ἐ­πλή­σθη­μεν ἐ­ξου­δε­νώ­σε­ως, ἐ­πὶ πλεῖ­ον ἐ­πλή­σθη ἡ ψυ­χὴ ἡ­μῶν. Τὸ ὄ­νει­δος τοῖς εὐ­θη­νοῦ­σι, καὶ ἡ ἐ­ξου­δέ­νω­σις τοῖς ὑ­πε­ρη­φά­νοις.

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε· καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.


Δό­ξα. Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ἦ­χος ὁ αὐ­τός. Ὡς γεν­ναῖ­ον ἐν Μάρ­τυ­σιν.

Τὰ οὐράνια ὑμνεῖ σε κεχαριτωμένη, Μῆτερ ἀνύμφευτε· καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Ὁ ἱ­ε­ρεὺς· Νῦν ἀ­πο­λύ­εις τὸν δοῦ­λόν σου, Δέ­σπο­τα, κα­τὰ τὸ ῥῆ­μά σου, ἐν εἰ­ρή­νῃ· ὅ­τι εἶ­δον οἱ ὀ­φθαλ­μοί μου τὸ σω­τή­ρι­όν σου, ὃ ἡ­τοί­μα­σας κα­τὰ πρό­σω­πον πάν­των τῶν λα­ῶν· φῶς εἰς ἀ­πο­κά­λυ­ψιν ἐ­θνῶν καὶ δό­ξαν λα­οῦ σου Ἰσ­ρα­ήλ.


Το Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς. (3)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ημάς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἡμῖν. Ἅγιε, επίσκεψε καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος Σου.


Κύριε ἐλέησον γ’ (3)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα Σου, ἐλθέτω ἡ βασιλεία Σου, γενηθήτω τό θέλημα Σοῦ ὡς ἐν ουρανό καί ἐπί τῆς γής. Τον ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον, καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καί μή εἰσενέγκῃς ἡμᾶς εἴς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.


Ὁ ἱ­ε­ρεὺς ἐκ­φώ­νως· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.


Ἦ­χος πλ. α´.

Θε­ο­τό­κε Παρ­θέ­νε, χαῖ­ρε, κε­χα­ρι­τω­μέ­νη Μα­ρί­α, ὁ Κύ­ρι­ος με­τὰ σοῦ· εὐ­λο­γη­μέ­νη σὺ ἐν γυ­ναι­ξὶ καὶ εὐ­λο­γη­μέ­νος ὁ καρ­πὸς τῆς κοι­λί­ας σου, ὅ­τι Σω­τῆ­ρα ἔ­τε­κες τῶν ψυ­χῶν ἡ­μῶν.

Βα­πτι­στὰ τοῦ Χρι­στοῦ, πάν­των ἡ­μῶν μνή­σθη­τι, ἵ­να ῥυ­σθῶ­μεν τῶν ἀ­νο­μι­ῶν ἡ­μῶν· σοὶ γὰρ ἐ­δό­θη χά­ρις πρε­σβεύ­ειν ὑ­πὲρ ἡ­μῶν.


Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Ἱ­κε­τεύ­σα­τε ὑ­πὲρ ἡ­μῶν, ἅ­γι­οι ἀ­πό­στο­λοι καὶ ἅ­γι­οι πάν­τες, ἵ­να ῥυ­σθῶ­μεν κιν­δύ­νων καὶ θλί­ψε­ων· ὑ­μᾶς γὰρ θερ­μοὺς προ­στά­τας πρὸς τὸν Σω­τῆ­ρα κε­κτή­με­θα.


Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ὑ­πὸ τὴν σὴν εὐ­σπλαγ­χνί­αν κα­τα­φεύ­γο­μεν, Θε­ο­τό­κε· τὰς ἡ­μῶν ἱ­κε­σί­ας μὴ πα­ρί­δῃς ἐν πε­ρι­στά­σει, ἀλλ᾿ ἐκ κιν­δύ­νων λύ­τρω­σαι ἡ­μᾶς, μό­νη ἁ­γνή, μό­νη εὐ­λο­γη­μέ­νη.


Κύ­ρι­ε, ἐ­λέ­η­σον μ´ (40).


Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, τὴν ὄν­τως Θε­ο­τό­κον, σὲ με­γα­λύ­νο­μεν.

Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου, εὐ­λό­γη­σον, πά­τερ.

Ὁ ἱ­ε­ρεύς· Ὁ ὢν εὐ­λο­γη­τὸς Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν πάν­το­τε, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεύς· Ἐ­που­ρά­νι­ε βα­σι­λεῦ, τοὺς πι­στοὺς βα­σι­λεῖς ἡ­μῶν στε­ρέ­ω­σον· τὴν πί­στιν στή­ρι­ξον· τὰ ἔ­θνη πρά­υ­νον· τὸν κό­σμον εἰ­ρή­νευ­σον· τὴν ἁ­γί­αν ἐκ­κλη­σί­αν καὶ τὴν πό­λιν ταύ­την κα­λῶς δι­α­φύ­λα­ξον· τοὺς προ­α­πελ­θόν­τας πα­τέ­ρας καὶ ἀ­δελ­φοὺς ἡ­μῶν ἐν σκη­ναῖς δι­καί­ων τά­ξον· καὶ ἡ­μᾶς ἐν με­τα­νοί­ᾳ καὶ ἐ­ξο­μο­λο­γή­σει πα­ρά­λα­βε, ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.


Εὐ­χῆ τοῦ ὁ­σί­ου Ἐ­φραὶμ τοῦ Σύ­ρου.

Λειτουργικό σχόλιο

Καὶ ποι­οῦ­μεν τρεῖς με­γά­λας με­τα­νοί­ας, λέ­γον­τες ἐν ἑ­κά­στῃ ἕ­να στί­χον τῆς εὐ­χῆς τοῦ ὁ­σί­ου Ἐ­φραὶμ τοῦ Σύ­ρου.

Κύ­ρι­ε καὶ δέ­σπο­τα τῆς ζω­ῆς μου, πνεῦ­μα ἀρ­γί­ας, πε­ρι­ερ­γί­ας, φι­λαρ­χί­ας καὶ ἀρ­γο­λο­γί­ας μή μοι δῷς. Πνεῦ­μα δὲ σω­φρο­σύ­νης, τα­πει­νο­φρο­σύ­νης, ὑ­πο­μο­νῆς καὶ ἀ­γά­πης χά­ρι­σαί μοι τῷ σῷ δού­λῳ. Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν. Ναί, Κύ­ρι­ε βα­σι­λεῦ, δώ­ρη­σαί μοι τοῦ ὁ­ρᾶν τὰ ἐ­μὰ πταί­σμα­τα, καὶ μὴ κα­τα­κρί­νειν τὸν ἀ­δελ­φόν μου· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ὁ ἱ­ε­ρεύς· Δό­ξα σοι, Χρι­στὲ ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.

Ὁ χο­ρός· Δό­ξα, καὶ νῦν. Κύ­ρι­ε, ἐ­λέ­η­σον γ´.


Καὶ ὁ ἱ­ε­ρεὺς τὴν με­γά­λην ἀ­πό­λυ­σιν.

Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου ἁ­γί­ας αὐ­τοῦ Μη­τρός· δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ Σταυ­ροῦ· προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων δυ­νά­με­ων ἀ­σω­μά­των· ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου προ­φή­του, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου· τῶν ἁ­γί­ων, ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων· τῶν ἁ­γί­ων, ἐν­δό­ξων καὶ καλ­λι­νί­κων μαρ­τύ­ρων· τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν· τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης· καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.


Πρὸ δὲ τοῦ Δι᾿ εὐ­χῶν ψάλ­λει ὁ χο­ρὸς τὸ πα­ρὸν θε­ο­το­κί­ον.

Ἦ­χος β´. Ὅ­τε ἐκ τοῦ ξύ­λου.

Πάν­των προ­στα­τεύ­εις, ἀ­γα­θή, τῶν κα­τα­φευ­γόν­των ἐν πί­στει τῇ κρα­ται­ᾷ σου χει­ρί· ἄλ­λην γὰρ οὐκ ἔ­χο­μεν ἁ­μαρ­τω­λοὶ πρὸς Θε­ὸν ἐν κιν­δύ­νοις καὶ θλί­ψε­σιν ἀ­εὶ με­σι­τεί­αν, οἱ κα­τα­καμ­πτό­με­νοι ὑ­πὸ πται­σμά­των πολ­λῶν, Μῆ­τερ τοῦ Θε­οῦ τοῦ ὑ­ψί­στου· ὅ­θεν σοι προ­σπί­πτο­μεν· Ῥῦ­σαι πά­σης πε­ρι­στά­σε­ως τοὺς δού­λους σου.

Ὁ ἱ­ε­ρεύς· Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στὲ ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ χο­ρὸς· Ἀ­μήν.