Μέγα Απόδειπνο
Μέγα Απόδειπνο

Μέγα Απόδειπνο

Μεγάλο Απόδειπνο

Τελείται το βράδυ Δευτέρας, Τρίτης, Τετάρτης & Πέμπτης, ολόκληρης της Μεγάλης Τεσσαρακοστής μέχρι Μεγ. Τρίτη. Το βράδυ Σαββάτου & Κυριακής διαβάζουμε το Μικρό Απόδειπνο, όπως και τις Παρασκευές μαζί με τους Χαιρετισμούς της Παναγίας.



Εἰς το ὄνομα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν


Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.


Βασιλεῦ οὐράνιε, Παράκλητε, τό πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἡμῖν καί καθάρισον ἡμᾶς ἀπό πάσης κηλῖδος καί σῶσον Ἀγαθέ τάς ψυχάς ἡμῶν.


Το Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Παναγία Τριάς, ἐλέησον ημάς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, επίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος Σου.


Κύριε ἐλέησον γ’ (3)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα Σου, ἐλθέτω ἡ βασιλεία Σου, γενηθήτω τό θέλημα Σοῦ ὡς ἐν ουρανώ καί ἐπί τῆς γής. Τον ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον, καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καί μή εἰσενέγκῃς ἡμᾶς εἴς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.


Κύριε ἐλέησον ιβ’ (12).


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῶ.

Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Χριστῶ τῷ Βασιλεῖ ἡμῶν Θεῶ.

Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Αὑτῷ Χριστῶ τῷ Βασιλεῖ καί Θεῶ ἡμῶν.


Ψαλμός Δ’ (4)

Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς με. Οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον. Πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με.


Ψαλμός ΣΤ’ (6)

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ, Κύριε, ἕως πότε; Ἐπίστρεψον, Κύριε, ρῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ῞ᾼδῃ τίς ἐξομολογήσεταί σοι; Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ᾿ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου· Ἤκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους.


Ψαλμός IB’ (12)

Ἔως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; Ἔως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ; Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον. Μήποτε εἴπῃ ὁ ἐχθρός μου· ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ῾Υψίστου.


Καί πάλιν

Ἐπίβλεψον, εἰσάκουσον μου, Κύριε, ὁ Θεός μου. Φώτισον τούς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου, Ἴσχυσα πρός αὑτόν.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀλληλούια, Ἀλληλούια, Ἀλληλούια, Δόξα σοι ὁ Θεός, Κύριε, ἐλέησον (γ’),

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ψαλμός ΚΔ’ (24)

Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου, ὁ Θεός μου. Ἐπὶ σοὶ πέποιθα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου· Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε, οὐ μὴ καταισχυνθῶσιν, αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε. Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος, διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος, καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσθητι τῇ ἁμαρτίᾳ μου· πολλὴ γὰρ ἐστι. Τὶς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾖ ᾑρετίσατο. Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς. Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. Ἐπίβλεψον ἐπ’ ἐμέ, καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. Φύλαξον τὴν ψυχήν μου, καὶ ῥῦσαί με, μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σέ. Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε. Λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.


Ψαλμός Λ’ (30)

Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με. Κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. Ὅτι κραταίωμά μου, καὶ καταφυγή μου εἶ σύ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με, καὶ διαθρέψεις με. Ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε, Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, ἐλυτρώσω με, Κύριε, ὁ Θεὸς τῆς ἀληθείας. Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς. Ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα, ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου. Ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι, ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου. Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου, καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς. Ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου. Οἱ θεωροῦντες με ἔξω ἔφυγον ἀπ’ ἐμοῦ, ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας. Ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός, ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. Ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ’ ἐμέ, τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. Ἐγὼ δὲ ἐπὶ σοί, Κύριε, ἤλπισα, εἶπα· Σὺ εἰ ὁ Θεός μου ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. Ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου, καὶ ἐκ τῶν καταδιωκόντων με. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. Αἰσχυνθείησαν ἀσεβεῖς, καὶ καταχθείησαν εἰς ᾅδου. Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν, ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε. Ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου, ἀπὸ ταραχῆς ἀνθρώπων. Σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Ἀπέρριμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. Διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.


Ψαλμός ϟ’ (90)

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ῾Υψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν. Ὅτι αὐτὸς ρύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας. Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν ῞Υψιστον ἔθου καταφυγήν σου. Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ᾿ ἐμὲ ἤλπισε, καὶ ρύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ, μετ᾿ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀλληλούια, Ἀλληλούια, Ἀλληλούια, Δόξα σοι ὁ Θεός, Κύριε, ἐλέησον (γ’),

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ἦχον πλ. β’


Μεθ’ ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καί ἡττᾶσθε.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς,

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Ἰσχυκότες ἡττᾶσθε.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Eάν γάρ πάλιν ἰσχύσητε, καί πάλιν ἡττηθήσεσθε.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Καί ἤν ἄν βουλήν βουλεύσησθε, διασκεδάσει Κύριος

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Καί λόγον, ὄν ἐάν λαλήσητε, οὐ μή ἐμμείνῃ ἐν ὑμῖν,

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Τόν δέ φόβον ὑμῶν οὐ μή φοβηθῶμεν, οὐδ’ οὐ μή ταραχθῶμεν.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Κύριον δέ τόν Θεόν ἡμῶν, αὑτόν ἁγιάσωμεν, καί αὑτός ἔσται ἡμῖν φόβος.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Καί ἐάν ἐπ’ αὑτῷ πεποιθώς ὦ, ἔσται μοι εἰς ἁγιασμόν.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Καί πεποιθώς ἔσομαι ἐπ’ αὑτῷ, καί σωθήσομαι δι’ αὑτοῦ.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Ἰδού ἐγώ καί τά παιδία, ἆ μοι ἔδωκεν ὁ Θεός,

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Ό λαός ὁ πορευόμενος ἐν σκότει, ἴδε φῶς μέγα.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Oί κατοικοῦντες ἐν χώρα, καί σκιά θανάτου, φῶς λάμψει ἐφ’ ἡμᾶς.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱός, καί ἐδόθη ἡμῖν,

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Oυ ἡ ἀρχή ἐγενήθη ἐπί τού ὤμου αὑτοῦ.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Καί τῆς εἰρήνης αὑτοῦ οὑκ ἔστιν ὅριον,

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Θαυμαστός σύμβουλος.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Θεός ἰσχυρός, Ἐξουσιαστής, Ἄρχων εἰρήνης.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Πατήρ τοῦ μέλλοντος αἰῶνος.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Μεθ’ ἡμῶν ὁ Θεός , γνῶτε ἔθνη καί ἡττᾶσθε,

Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.


Καί εὐθύς τά παρόντα Τροπάρια

Τὴν ἡμέραν διελθών, εὐχαριστῶ σοι, Κύριε, τὴν ἑσπέραν, αἰτοῦμαι, σὺν τῇ νυκτὶ ἀναμάρτητον, παράσχου μοι, Σωτήρ, καὶ σῶσόν με.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι


Τήν ἡμέραν παρελθών, δοξολογώ σε, Δέσποτα, τήν ἑσπέραν αἰτοῦμαι, σῦν τῆ νυκτί ἀσκανδάλιστον, παράσχου μοι, Σωτήρ, καί σῶσον με.


Kαί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Τήν ἡμέραν διαβάς, ὑμνολογῶ σε, Ἅγιε, τήν ἑσπέραν, αἰτοῦμαι, σύν τῆ νυκτί ἀνεπίβουλον, παράσχου μοι, Σωτήρ, καί σῶσον με.


Ἦχος πλ. β’

H ἀσώματος φύσις, τά Χερουβείμ, ἀσιγήτοις σε ὕμνοις, δοξολογεί. Ἑξαπτέρυγα ζῷα, τά Σεραφείμ, ταῖς ἀπαύστοις φωναῖς σε, υπερυψοί. Τών Ἀγγέλων τε πᾶσα ἡ στρατιά, τρισαγίοις σε ἆσμασιν, ευφημεί. Πρό γάρ πάντων ὑπάρχεις, ὁ ὤν Πατήρ, καί συνάναρχον ἔχεις, τόν σόν Υιόν. Καί ἰσότιμον φέρων, Πνεῦμα ζωῆς, τῆς Τριάδος δεικνύεις, τό αμερές. Παναγία Παρθένε, Μήτηρ Θεοῦ, οἱ τοῦ Λόγου αὐτόπται, καί υπουργοί. Προφητών καί Μαρτύρων, πάντες χοροί, ὡς ἀθάνατον ἔχοντες, τήν ζωήν. Ὑπέρ πάντων πρεσβεύσατε, ἐκτενῶς, ὅτι πάντες ὑπάρχομεν, ἐν δεινοῖς. Ἶνα πλάνης ῥυσθέντες, τοῦ πονηροῦ, τῶν Ἀγγέλων βοήσωμεν, τήν ᾠδήν, Ἅγιε, Ἅγιε, Ἅγιε, Τρισάγιε Κύριε, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.


Το σύμβολον της πίστεως

Πιστεύω εἴς ἔνα Θεόν, Πατέρα παντοκράτορα, ποιητήν οὐρανοῦ καί γῆς, ὁρατῶν τε πάντων καί ἀοράτων. Καί εἰς ἔνα Κύριον Ιησοῦν Χριστόν, τόν Υἱόν τοῦ Θεοῦ τόν μονογενῆ, τόν ἐκ τοῦ Πατρός γεννηθέντα πρό πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεόν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὐ τά πάντα ἐγένετο. Τόν δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καί σαρκωθέντα ἐκ Πνεύματος Ἀγίου καί Μαρίας τῆς Παρθένου καί ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπέρ ἡμῶν ἐπί Ποντίου Πιλάτου καί παθόντα καί ταφέντα. Καί ἀναστάντα τῆ τρίτη ἡμέρα κατά τάς Γραφάς. Καί ἀνελθόντα εἴς τούς οὐρανούς καί καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός, Καί πάλιν ἐρχόμενον μετά δόξης κρίναι ζῶντας καί νεκρούς, οὗ τῆς βασιλείας ούκ ἔσται τέλος. Καί εἰς τό Πνεῦμα τό Ἅγιον, τό Κύριον, τό ζωοποιόν, τό ἐκ τοῦ Πατρός ἐκπορευόμενον, τό σύν Πατρί καί Υἱῶ συμπροσκυνούμενον καί συνδοξαζόμενον, τό λαλῆσαν διά τῶν προφητῶν. Εἴς μίαν, ἀγίαν, καθολικήν καί αποστολικήν Ἐκκλησίαν. Ὁμολογῶ ἐν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρών. Καί ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.


Ἦχος πλ. β’

Παναγία Δέσποινα Θεοτόκε, πρέσβευε ὑπέρ ἡμῶν τῶν ἁμαρτωλῶν (τρίς). Πᾶσαι αἱ οὐράνιαι Δυνάμεις τῶν ἁγίων Ἀγγέλων καί Ἀρχαγγέλων, πρεσβεύσατε ὑπέρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς). Ἅγιε Ἰωάννη, Προφῆτα καί Πρόδρομε, καί Βαπτιστά τού Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πρέσβευε ὑπέρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς). Ἅγιοι ἔνδοξοι Ἀπόστολοι, Προφῆται, καί καί πάντες Ἅγιοι, πρεσβεύσατε ὑπέρ ἡμῶν τῶν ἁμαρτωλῶν. Ὅσιοι, θεοφόροι Πατέρες ἡμῶν, Ποιμένες, καί Διδάσκαλοι τῆς οἰκουμένης, πρεσβεύσατε ὑπέρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς). Η ἀήττητος, καί ἀκατάλυτος, καί θεία δύναμις τού τιμίου καί ζωοποιοῦ Σταυροῦ, μή ἐγκαταλίπῃς ἡμᾶς τούς ἁμαρτωλούς (δίς). Ο Θεός, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς (τρίς). Καί ἐλέησον ἡμᾶς.


Το Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Παναγία Τριάς, ἐλέησον ημάς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, επίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος Σου.


Κύριε ἐλέησον γ’ (3)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα Σου, ἐλθέτω ἡ βασιλεία Σου, γενηθήτω τό θέλημά Σου ὡς ἐν ουρανώ καί ἐπί τῆς γής. Τον ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον, καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καί μή εἰσενέγκῃς ἡμᾶς εἴς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.



Ἐὰν μὲν τύχῃ Ἑορτή, λέγομεν τὰ τῆς ἑορτῆς Τροπάρια.
Εἰ δὲ μή, ἡμέραν παρ’ ἡμέραν, τὰ Τροπάρια ταῦτα.


Ἦχος β’

Φώτισον τούς ὀφθαλμούς μου, Χριστέ ὁ Θεός, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου, Ἴσχυσα πρός αὑτόν.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι


Ἀντιλήπτωρ τῆς ψυχῆς μου, γενοῦ, ὁ Θεός, ὅτι μέσον διαβαίνω παγίδων πολλῶν, ρύσαί με ἐξ αὑτῶν, καί σῶσον με, ἀγαθέ, ὡς φιλάνθρωπος.


Kαί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ὅτι οὑκ ἔχομεν παρρησίαν, διά τά πολλά ἡμῶν ἁμαρτήματα, σύ τόν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε, πολλά γάρ ἰσχύει δέησις Μητρός, πρός εὐμένειαν Δεσπότου, μή παρίδῃς ἁμαρτωλῶν ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καί σῴζειν δυνάμενος, ὁ καί παθεῖν ὑπέρ ἡμῶν, σαρκί καταδεξάμενος.


Ἔτερα Τροπάρια, ψαλλόμενα ἡμέραν παρ’ ἡμέραν.


Ἦχος πλ. δ’

Τῶν ἀοράτων ἐχθρῶν μου, τὸ ἄϋπνον ἐπίστασαι, Κύριε, καὶ τῆς ἀθλίας σαρκός μου, τὸ ἄτονον ἔγνως, ὁ πλάσας με· διὸ εἰς χεῖράς σου, παραθήσομαι τὸ πνεῦμά μου. Σκέπασόν με πτέρυξι τῆς σῆς ἀγαθότητος, ἵνα μὴ ὑπνώσω εἰς θάνατον, καὶ τοὺς νοεροὺς ὀφθαλμούς μου φώτισον, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου, καὶ διέγειρόν με ἐν καιρῷ εὐθέτῳ, πρὸς σὴν δοξολογίαν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.


Στίχ. Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.


Ὡς φοβερὰ ἡ κρίσις σου, Κύριε, τῶν Ἀγγέλων παρισταμένων, τῶν ἀνθρώπων εἰσαγομένων, τῶν βίβλων ἀνεῳγμένων, τῶν ἔργων ἐρευνωμένων, τῶν λογισμῶν ἐξεταζομένων. Ποία κρίσις ἔσται ἐν ἐμοί, τῷ συλληφθέντι ἐν ἁμαρτίαις; τίς μου τὴν φλόγα κατασβέσει; τίς μου τὸ σκότος καταλάμψει; εἰ μή, σύ, Κύριε, ἐλεήσεις με, ὡς φιλάνθρωπος;


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι


Δάκρυά μοι δός, ὁ Θεός, ὥς ποτε τῇ γυναικὶ τῇ ἁμαρτωλῷ, καὶ ἀξίωσόν με βρέχειν τοὺς πόδας σου, τοὺς ἐμὲ ἐκ τῆς ὁδοῦ, τῆς πλάνης ἐλευθερώσαντας, καὶ μύρον εὐωδίας σοι προσφέρειν, βίον καθαρὸν ἐν μετανοίᾳ μοι κτισθέντα, ἵνα ἀκούσω κἀγὼ τῆς εὐκταίας σου φωνῆς. Ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην.


Kαί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Τὴν ἀκαταίσχυντον, Θεοτόκε, ἐλπίδα σου ἔχων, σωθήσομαι, τὴν προστασίαν σου κεκτημένος, Πανάχραντε, οὐ φοβηθήσομαι, καταδιώξω τοὺς ἐχθρούς μου, καὶ τροπώσομαι αὐτούς, μόνην ἀμπεχόμενος, ὡς θώρακα, τὴν σκέπην σου, καὶ τὴν παντοδύναμον βοήθειάν σου, καθικετεύων, βοῶ σοι· Δέσποινα, σῶσόν με ταῖς πρεσβείαις σου, καὶ ἀνάστησόν με ἐκ ζοφώδους ὕπνου, πρὸς σὴν δοξολογίαν, δυνάμει τοῦ ἐκ σοῦ σαρκωθέντος, Υἱοῦ τοῦ Θεοῦ.



Κύριε, ἐλέησον μ’ (40).


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.


Ὁ ἱερεύς: Εὐχὴν τοῦ Μεγάλου Βασιλείου

Κύριε, Κύριε, ὁ ῥυσάμενος ἡμᾶς ἀπὸ παντὸς βέλους πετομένου ἡμέρας, ῥῦσαι ἡμᾶς καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου. Πρόσδεξαι θυσίαν ἑσπερινήν, τὰς τῶν χειρῶν ἡμῶν ἐπάρσεις. Καταξίωσον δὲ ἡμᾶς καὶ τὸ νυκτερινὸν στάδιον ἀμέμπτως διελθεῖν, ἀπειράστους κακῶν, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ταραχῆς καὶ δειλίας, τῆς ἐκ τοῦ διαβόλου ἡμῖν προσγινομένης. Χάρισαι ταῖς ψυχαῖς ἡμῶν κατάνυξιν, καὶ τοῖς λογισμοῖς ἡμῶν μέριμναν τῆς ἐν τῇ φοβερᾷ καὶ δικαίᾳ σου κρίσει ἐξετάσεως. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ νέκρωσον τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, ἵνα καὶ ἐν τῇ καθ’ ὕπνον ἡσυχίᾳ ἐμφαιδρυνώμεθα τῇ θεωρίᾳ τῶν κριμάτων σου. Ἀπόστησον δὲ ἀφ’ ἡμῶν πᾶσαν φαντασίαν ἀπρεπῆ, καὶ ἐπιθυμίαν βλαβεράν. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν τῇ πίστει, καὶ προκόπτοντας ἐν τοῖς παραγγέλμασί σου, εὐδοκίᾳ καὶ ἀγαθότητι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.


Ψαλμός Ν’ (50)

Ἐλέησον με, ὁ Θεός, κατά τό μέγα ἔλεος Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλύνον με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἔστι διαπαντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα ὅπως ἀν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτίεις μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός καί πνεῦμα ευθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό πνεῦμα Σου τό ἅγιον μή αντανέλῃς απ΄εμού. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξον με. Διδάξω ἀνόμους τάς ὀδούς Σου καί ἀσεβεῖς ἐπί Σε ἐπιστρέψουσι. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν ὁλοκαυτώματα ούκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ὰγάθυνον Κύριε ἐν τῆ εὐδοκία Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.


Ψαλμός ΡΑ’ (101)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου. Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. Ἐπλήγην ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ᾿ ἐμοῦ ὤμνυον. Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέῤῥαξάς με. Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἥκει καιρός· Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε. Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν ῾Ιερουσαλὴμ. Ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. Κατ᾿ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· Aὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.


Ὁ ἱερεύς: Προσευχὴ Μανασσῆ, Βασιλέως Ἰουδαίας

Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, τοῦ Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σύν παντὶ τῷ κόσμῳ αὐτῶν, ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματος, σου, ὁ κλείσας τὴν ἄβυσσον, καὶ σφραγισάμενος αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου τῆς δυνάμεώς σου, ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου, καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοῖς ἀπειλῆς σου, ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου. Σὺ γὰρ εἶ Κύριος ὕψιστος, εὔσπλαγχνος, μακρόθυμος, καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ κακίας ἀνθρώπων. Σύ, Κύριε, κατὰ τὸ πλῆθος τῆς χρηστότητός σου ἐπηγγείλω μετάνοιαν, καὶ ἄφεσιν τοῖς ἡμαρτηκόσι σοι, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν σου ὥρισας μετάνοιαν ἁμαρτωλοῖς εἰς σωτηρίαν. Σὺ οὖν, Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, τοῖς οὐχ ἡμαρτηκόσι σοι, ἀλλ’ ἔθου μετάνοιαν ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ, διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης. Ἐπλήθυναν αἱ ἀνομίαι μου, Κύριε, ἐπλήθυναναἱ ἀνομίαι μου, καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι, καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ, ἀπὸ τοῦ πλήθους τῶν ἀδικιῶν μου, κατακαμπτόμενος πολλῷ δεσμῷ σιδηρῷ, εἰς τὸ μὴ ἀνανεῦσαι τὴν κεφαλήν μου, καὶ οὐκ ἔστι μοι ἄνεσις, διότι παρώργισα τὸν θυμόν σου, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, μὴ ποιήσας τὸ θέλημά σου, καὶ μὴ φυλάξας τὰ προστάγματά σου. Καὶ νῦν, κλίνω γόνυ καρδίας, δεόμενος τῆς παρὰ σοῦ χρηστότητος. Ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω, ἀλλ’ αἰτοῦμαι δεόμενος. Ἄνες μοι, Κύριε, ἄνες μοι, καὶ μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου, μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι, μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς· διότι σὺ εἶ Θεός, Θεὸς τῶν μετανοούντων, καὶ ἐν ἐμοὶ δείξεις πᾶσαν τὴν ἀγαθωσύνην σου, ὅτι ἀνάξιον ὄντα, σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου, καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου. Ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Το Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Παναγία Τριάς, ἐλέησον ημάς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, επίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος Σου.


Κύριε ἐλέησον γ’ (3)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα Σου, ἐλθέτω ἡ βασιλεία Σου, γενηθήτω τό θέλημά Σου ὡς ἐν ουρανώ καί ἐπί τῆς γής. Τον ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον, καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καί μή εἰσενέγκῃς ἡμᾶς εἴς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.


Ἦχος πλ. β’

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὦς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι


Κύριε, ελέησον ημάς, επί σοί γάρ πεποίθαμεν, μή οργισθής ημίν σφόδρα, μηδέ μνησθής τών ανομιών ημών, αλλ’ επίβλεψον καί νύν, ώς εύσπλαγχνος, καί λύτρωσαι ημάς εκ τών εχθρών ημών, σύ γάρ εί Θεός ημών, καί ημείς λαός σου, πάντες έργα χειρών σου, καί τό όνομά σου επικεκλήμεθα.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων


Τής ευσπλαγχνίας τήν πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις σέ, μή αστοχήσωμεν, ρυσθείημεν διά σού τών περιστάσεων, σύ γάρ εί η σωτηρία τού γένους τών χριστιανών.


Κύριε, ἐλέησον μ’ (40).


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.


Ὁ ἱερεύς

Δέσποτα Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν, καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.


Ψαλμός ΞΘ’ (69)

Ὁ Θεός, εἰς τήν βοήθειαν μου πρόσχες Κύριε, εἰς τό βοηθήσαι μοι σπεῦσον. Αἰσχυνθήτωσαν καί ἐντραπήτωσαν οἱ ζητοῦντες τήν ψυχήν μου ἀποστραφήτωσαν εἰς τά ὀπίσω καί καταισχυνθήτωσαν οἱ βουλόμενοι μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντες μοι Εὖγε, εὖγε! Αγαλλιάσθωσαν καί εὐφρανθήτωσαν ἐπί σοι πάντες οἱ ζητοῦντες Σε, ὁ Θεός καί λεγέτωσαν διαπαντός. Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τό σωτήριον Σου. Ἐγώ δε πτωχός εἰμί καί πένης ὁ Θεός, βοήθησον μοι, βοηθός μου καί ῥύστης μου εἰ Σύ, Κύριε μή χρονίσῃς.


Ψαλμός ΡΜΒ’ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου πᾶς ζῶν. ΄Οτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου• ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ηκηδίασεν επ΄ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σε τάς χεῖρας μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου απ΄ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοι τό πρωί τό ἔλεος Σου, ὅτι ἐπί σοι ἤλπισα Γνώρισον μοι, Κύριε, ὀδόν, ἐν ἡ πορεύσομαι, ὅτι πρός Σε ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε πρός Σε κατέφυγον δίδαξον με τοῦ ποιεῖν τό θέλημα Σου, ὅτι Σύ εἷ ὁ Θεός μου. Τό πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῆ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῆ δικαιοσύνη Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἶμι.


Δοξολογία Μικρά

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν Σε, εὐλογοῦμέν Σε, προσκυνοῦμέν Σε, δοξολογοῦμέν Σε, εὐχαριστοῦμέν Σοι, διὰ τὴν μεγάλην Σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ Παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων  τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι Σὺ εἶ μόνος Ἅγιος, Σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἑσπέραν εὐλογήσω Σε, καὶ αἰνέσω τὸ ὄνομά Σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν Σοι. Κύριε, πρὸς Σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ Σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί Σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός Σου τοῖς γινώσκουσί Σε. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά Σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός Σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ Σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά Σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά Σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί Σου. Κύριε, τὸ ἔλεός Σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν Σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Το Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Παναγία Τριάς, ἐλέησον ημάς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, επίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ονόματός Σου.


Κύριε ἐλέησον γ’ (3)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα Σου, ἐλθέτω ἡ βασιλεία Σου, γενηθήτω τό θέλημά Σου ὡς ἐν ουρανώ καί ἐπί τῆς γής. Τον ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον, καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καί μή εἰσενέγκῃς ἡμᾶς εἴς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.


Κύριε τών Δυνάμεων, μεθ’ ημών γενού, άλλον γάρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε τών Δυνάμεων, ελέησον ημάς.


Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Κύριε τών Δυνάμεων, μεθ’ ημών γενού, άλλον γάρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε τών Δυνάμεων, ελέησον ημάς.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείας αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Κύριε τών Δυνάμεων, μεθ’ ημών γενού, άλλον γάρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε τών Δυνάμεων, ελέησον ημάς.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Κύριε τών Δυνάμεων, μεθ’ ημών γενού, άλλον γάρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε τών Δυνάμεων, ελέησον ημάς.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Κύριε τών Δυνάμεων, μεθ’ ημών γενού, άλλον γάρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε τών Δυνάμεων, ελέησον ημάς.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Κύριε τών Δυνάμεων, μεθ’ ημών γενού, άλλον γάρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε τών Δυνάμεων, ελέησον ημάς.


Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε τών Δυνάμεων, μεθ’ ημών γενού, άλλον γάρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε τών Δυνάμεων, ελέησον ημάς.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι


Κύριε, εἰ μὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν, Σῶτερ, ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων


Πολλὰ τὰ πλήθη τῶν ἐμῶν, Θεοτόκε, πταισμάτων, πρὸς σὲ κατέφυγον, Ἁγνή, σωτηρίας δεόμενος. Ἐπίσκεψαι τὴν ἀσθενοῦσάν μου ψυχήν, καὶ πρέσβευε τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, δοθῆναί μοι τὴν ἄφεσιν, ὧν ἔπραξα δεινῶν, μόνη εὐλογημένη.


Παναγία Θεοτόκε, τὸν χρόνον τῆς ζωῆς μου, μὴ ἐγκαταλίπῃς με, ἀνθρωπίνη προστασία, μὴ καταπιστεύσῃς με, ἀλλ’ αὐτὴ ἀντιλαβοῦ, καὶ ἐλέησόν με.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Κύριε, ἐλέησον μ’ (40).


Ο ἐν παντί καιρῶ καί πάσῃ ὤρα ἐν οὐρανῶ καί ἐπί γῆς προσκυνούμενος καί δοξαζόμενος Χριστός ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τούς δικαίους ἀγαπῶν καί τούς ἁμαρτωλούς ἐλεών, ὁ πάντας καλῶν πρός σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν. Αὑτός, Κύριε, πρόσδεξαι καί ἡμῶν ἐν τῆ ὤρα ταύτῃ τάς ἐντεύξεις καί ἴθυνον τήν ζωήν ἡμῶν πρός τάς ἐντολάς σου. Τάς ψυχάς ἡμῶν ἁγίασον, τά σώματα ἅγνισον, τούς λογισμούς διόρθωσον, τάς ἐννοίας κάθαρον καί ῥῦσαι ἡμᾶς ἀπό πάσης θλίψεως, κακῶν καί ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἶνα τῆ παρεμβολῇ αὑτῶν φρουρούμενοι καί ὁδηγούμενοι καταντήσωμεν εἰς τήν ἑνότητα τῆς πίστεως καί εἰς τήν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητός εἰ εἰς τούς αἰῶνας τῶν αἰώνων, Ἀμήν.


Κύριε ἐλέησον γ’ (3)


Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Την τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφίμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, Σε μεγαλύνομεν.


Κύριε, καί Δέσποτα τής ζωής μου, πνεύμα αργίας, περιεργίας, φιλαρχίας, καί αργολογίας μή μοι δώς. 
Πνεύμα δέ σωφροσύνης, ταπεινοφροσύνης, υπομονής καί αγάπης, χάρισαί μοι τώ σώ δούλω. 
Ναί, Κύριε Βασιλεύ, δώρησαί μοι τού οράν τά εμά πταίσματα, καί μή κατακρίνειν τόν αδελφόν μου, ότι ευλογητός εί, εις τούς αιώνας τών αιώνων. Αμήν.


Κύριε ἐλέησον ιβ’ (12).


Το Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Παναγία Τριάς, ἐλέησον ημάς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, επίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ονόματός Σου.


Κύριε ἐλέησον γ’ (3)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα Σου, ἐλθέτω ἡ βασιλεία Σου, γενηθήτω τό θέλημά Σου ὡς ἐν ουρανώ καί ἐπί τῆς γής. Τον ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον, καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καί μή εἰσενέγκῃς ἡμᾶς εἴς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.


Ευχή εις την Υπεραγίαν Θεοτόκον

Ἄσπιλε, Ἃμόλυντε, Ἃφθορε, Ἃχραντε, Ἀγνή Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεόν Λόγον τοῖς ἀνθρώποις τῆ παραδόξῳ σου κυήσει ἑνώσασα καί τήν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπίς καί τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σε προστρεχόντων, καί πάντων τῶν Χριστιανῶν τό καταφύγιον, μή βδελύξῃ με τόν ἁμαρτωλόν, τόν ἐναγῆ, τόν αἰσχροῖς λογισμοῖς καί λόγοις καί πράξεσιν ὅλον ἐμαυτόν ἀχρειώσαντα, καί τῶν ἡδονῶν τοῦ βίου, ῥαθυμία γνώμης, δοῦλον γενόμενον. Αλλ’ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι ἐπ’ ἐμοί τῷ ἁμαρτωλῷ καί ἀσώτῳ, καί δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν, καί τόν σόν Υἱόν , καί ἡμῶν Δεσπότην καί Κύριον, τῆ μητρικῇ σου παρρησίᾳ χρωμένη δυσώπησον, ἶνα ἀνοίξῃ καμοί τά φιλάνθρωπα σπλάγχνα τῆς αὑτοῦ ἀγαθότητος καί, παριδών μου τά ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρός μετάνοιαν καί τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καί πάρεσό μοι ἀεί ὡς ἐλεήμων καί συμπαθής καί φιλάγαθος, ἐν μέν τῷ παρόντι βίῳ θερμή προστάτις καί βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καί πρός σωτηρίαν καθοδηγοῦσα με, καί ἐν τῷ καιρῶ τῆς ἐξόδου μου τήν ἀθλίαν μου ψυχήν περιέπουσα καί τάς σκοτεινάς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὑτῆς ἀπελαύνουσα. Εν δε τῆ φοβερᾷ ἥμερα τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀπορρήτου δόξης τοῦ σου Υἱοῦ καί Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἦς καί τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σής μεσιτείας καί ἀντιλήψεως, χάριτι καί φιλανθρωπία τοῦ μονογενοῦς Υἱοῦ, τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ώ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις, σύν τῷ ἀνάρχῳ αὑτοῦ Πατρί καί τῷ παναγίῳ καί ἀγαθῶ καί ζωοποιῶ αὑτοῦ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων, Ἀμήν.


Ευχή εις τον Κύριον ημών Ιησούν Χριστόν

Καί δός ἡμῖν, Δέσποτα, πρός ὕπνον ἀπιοῦσιν , ἀνάπαυσιν σώματος καί ψυχῆς, καί διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καί ἀπό πάσης σκοτεινῆς καί νυκτερινῆς ἡδυπαθείας. Παῦσον τάς ὁρμᾷς τῶν παθῶν, σβέσον τά πεπυρωμένα βέλη τοῦ πονηροῦ τά καθ’ ἡμῶν δολίως κινούμενα, τάς τῆς σαρκός ἡμῶν ἐπαναστάσεις κατάστειλον καί πάν γεῶδες καί ὑλικόν ἡμῶν φρόνημα κοιμίσον. Καί δώρησαι ἡμῖν, ο Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν , ὕπνον ἐλαφρόν καί πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον, Διανάστησον δε ἡμᾶς ἐν τῷ καιρῶ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καί τήν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας, Παννύχιον ἡμῖν τήν σήν δοξολογίαν χάρισαι εἰς τό ὑμνεῖν καί εὐλογεῖν καί δοξάζειν τό πάντιμον καί μεγαλοπρεπές ὄνομα σου, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ἀγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων, Ἀμήν.


Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τήν ἡμετέραν προσευχήν τῷ Υἱῶ σου καί Θεῶ ἡμῶν , καί αἴτησαι ἶνα σώσῃ διά σου τάς ψυχάς ἡμῶν.


Η ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τό Πνεῦμα τό Άγιον, Τριάς ἀγία, δόξα σοι.


Τήν πᾶσαν ἐλπίδα μου εἰς σε ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.


Ὁ ἱερεύς ποιεῖ τήν Ἀπόλυσιν. Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, ψάλλονται τὰ παρόντα· Τροπάρια


Τῇ μὲν Δευτέρᾳ καὶ Τετάρτῃ ἑσπέρας. Ἦχος β΄

Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων, πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν· Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.


Τῇ δὲ Τρίτῃ ἑσπέρας καὶ τῇ Πέμπτῃ. Ἦχος α΄

Σφαγήν σου τήν άδικον Χριστέ, η Παρθένος βλέπουσα, όδυρομένη έβόα σοι Τέκνον γλυκύτατον, πώς αδίκως θνήσκεις; πώς τώ ξύλω κρέμασαι, ο πάσαν γήν κρεμάσας τοίς ύδασι; Μή λίπης μόνην με, Ευεργέτα πολυέλεε, τήν Μητέρα καί δούλην σου δέομαι.


Δι’ ευχών των αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς. Αμήν.