Παρακλητικός Κανόνας στον Δεσπότη Χριστό
Υπέρ των μαθητών των υποκειμένων εις εξετάσεις
Ὁ ἱερεύς, Εὐλογητός ὁ Θεός ἡμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾷς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ μὲ ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖρας μου, ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρὸς Σοί. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σοῦ ἀπ’ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεὸς Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος Σου εἰμί.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Στιχ. α΄ Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Στιχ. β΄ Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Στιχ. γ΄ Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Ἦχος δ’. Ὁ ὑψωθείς.
Ὡς ἀγαθόδωρος Δεσπότης Χριστέ μου, καὶ χορηγός τῶν ὑπὲρ νοῦν χαρισμάτων, Σοφία τοῦ σὲ Φύσαντος ἀπέραντος, δώρησαι τοῖς δούλοις σου, μαθηταῖς τὴν σὴν ῥῶσιν, ἵνα τὴν ἐξέτασιν, καὶ τὴν πᾶσαν παιδείαν, ἐν τῇ ἑκάστου Κύριε σχολῇ, ἐν ἐπιστήμῃ καὶ γνώσει ποιήσωσι.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους, Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοὺ σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
ΨΑΛΜΟΣ ν’ (50).
Ἐλέησόν μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστί δια παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα˙ ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου καί νικήσης ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς μέ ὑσσώπω καί καθαρισθήσομαι· πλυνεῖς μέ καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοί ἀγαλλίασιν καί εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό πνεῦμα σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μοῦ ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορά καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.
Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας
Χαρίτωσον Δέσποτα Ἰησοῦ, τὸν νοῦν τῶν σῶν νέων, τοῦ εἰδέναι τὸ θαυμαστόν, καὶ θεῖόν σου θέλημα ἐν πᾶσι, τοῖς ἐπιγείοις αὐτῶν ἀγωνίσμασι.
Ἀπαύστως Πανάγαθε Ἰησοῦ, ὁδήγει τοὺς νέους, πρὸς τὸν δίαυλον ἀρετῆς, τὰ νέφη σκεδάζων ἀγνωσίας, ἐκ τοῦ νοὸς καὶ ψυχῆς αὐτῶν τάχιστα.
Ῥωσθεὶς τῇ δυνάμει σου Ἰησοῦ, χορὸς σπουδαζόντων, τὴν ἐξέτασιν τὴν δεινήν, ἐλπίζει ῥᾳδίως προσπελάσαι, εἶ καὶ σοφίσεις αὐτῶν τὴν διάνοιαν.
Ἰσχὺς σπουδαζόντων καὶ ἀρωγή, ὑπάρχουσα ὄντως, μὴ παρίδῃς τὰς εὐλαβεῖς, αἰτήσεις αὐτῶν πρὸς ἀριστείαν, ἐν τοῖς μαθήμασι Μῆτερ πανύμνητε.
Ὠδὴ γ’.Οὐρανίας ἁψίδος
Νυσταγμὸν ἀμελείας, θεοπρεπῶς Δέσποτα, ἄπωσον ἐκ τῶν ὑπὸ κρίσιν, σπουδῶν τεκνίων σου, καὶ τούτοις χάρισαι, τὸν φωτισμὸν τῆς καρδίας, τοῦ νοὸς τὴν κάθαρσιν, καὶ τὴν ἐγρήγορσιν.
Δειλαιότητος ῥῦσαι, τοὺς ἐπὶ σὲ βλέποντας, νέους καὶ νεάνιδας πάσας, τῆς Ἐκκλησίας σου, κατὰ τὴν νόμιμον, τῶν μαθημάτων κατ’ ἔτος, κρίσιν καὶ ἐξέτασιν, Χριστὲ γλυκύτατε.
Οἰκτιρμοῖς οὐρανίοις, νεανικὸν ὅμιλον, τῶν πολυπληθῶν σπουδαζόντων, Σῶτερ ἐνίσχυσον, ὡς ἂν τὸν τάραχον, τῶν ψυχικῶν ἀλγηδόνων, καὶ σωμάτων κάματον, διασκεδάσωσι.
Σῶτειρά μου Παρθένε, ἐν χαλεπαῖς κρίσεσι, φάνηθι ἐμοῖ τῷ σῷ τέκνῳ, νυνὶ σπουδάζοντι, καὶ δὸς πρεσβείαις σου, ἐπιτυχῶς διαπλεῦσαι, μαθημάτων πέλαγος, τὸ πολυκύμαντον.
Διάσωσον ὦ Πολυέλεε Σῶτερ πάντας, ἐκ τῶν σκανδάλων τῶν μαθημάτων τοὺς δούλους σου, τοὺς ἐπ’ ἐλπίδι κρειττόνων ἐσπουδακότας.
Ἐπίβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἴτα μνημονεύει ὁ ἱερεύς, δι’ οὖς ἡ Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ· Κύριε ἐλέησον, ιε΄.
Μετά δέ τήν εκφώνησιν, τό ἐπόμενον·
Κάθισμα.Ἦχος β’. Πρεσβεία θερμή.
Ἀνδρείας πνοήν, καὶ γνῶσιν ἀκαταίσχυντον, καὶ θάρσος ψυχῆς, καὶ γνώμης τὴν ὀρθότητα, τῇ νεολαίᾳ Κύριε, τῷ ἀπείρῳ μὴ παύσῃ ἐλέει σου, ἐν τοῖς καιροῖς τῆς κρίσεως διδούς, τῶν μαθημάτων αὐτῶν ὡς φιλάνθρωπος.
Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Τὸν καιρὸν τῆς ἐτάσεως, τῶν ὑποψηφίων πρὸς τὰ ἱδρύματα, τὰ ἀνώτατα καὶ Λύκεια, κούφισον Χριστέ μου ἐνεργείαις σου.
Ὁ ἐχθρὸς ὁ παμπόνηρος, τὴν μαθητιῶσαν ὀχλεῖ νεότητα, ἀλλὰ τούτου τὰ φρυάγματα, σύντριψον Χριστέ μου τῷ σῷ νεύματι.
Ἰοβόλα νοήματα, καὶ ψυχοβλαβῆ Χριστὲ ἀποσόβησον, ἀκηδίας ἐκ τῶν δούλων σου, τῶν ὑποψηφίων πρὸς ἐξέτασιν.
Σωτηρίας ἡ πρόξενος, ἀνεδείχθης μῆτερ Χριστὸν τὸν πάνσοφον, ἡ τεκοῦσα τὴν νεότητα, τὴν μαθητιῶσαν περιφρούρησον.
Ὠδὴ ε’. Φώτισον ἡμᾶς.
Σόφισον Χριστέ, ἀοράτως τὰς νεάνιδας, καὶ τοὺς νέους ταῖς βολαῖς τῶν ἀστραπῶν, τῆς Θεότητος τῆς σῆς κατὰ τὴν ἔτασιν.
Πρόθυμον σπουδήν, πρὸς μελέτην καὶ ἐμπέδωσιν, τῇ νεότητι χορήγησον Χριστέ, ὡς πηγῇ τῶν δωρεῶν ἡ ἀνεξάντλητος.
Ὄμβρισον Χριστέ, τὰς ῥανίδας τῆς σοφίας σου, ἑν τῇ γῇ τῇ ἀγαθῇ τῶν μαθητῶν, ἵνα γένηται καρπὸς αὐτοῖς σωτήριος.
Ὕψωσον τὸν νοῦν, μαθητῶν ἐξ’ ἀπογνώσεως, πρὸ τοῦ χρόνου τῆς ἐτάσεως Ἁγνή, τῶν κρειττόνων μαθημάτων ταῖς πρεσβείαις σου.
Ὠδὴ στ’. Τὴν δέησιν.
Διόρθωσον, Ἰησοῦ μου πάνσοφε, τὴν διάνοιαν τῶν νέων ἀνθρώπων, τῶν πρὸς τὴν κρείττονα Σῶτερ παιδείαν, ὑποψηφίων ἐκ πάσης στενώσεως, καὶ ἐκ παγίδων χαλεπῶν, τῆς συγχύσεως, ζάλης καὶ θλίψεως.
Ἀπέλασον, ταχινῶς τὰ σκάνδαλα, τὰ κωλύοντα τὴν εἴσοδον Σῶτερ, πρὸς τὰς σχολὰς τῆς βροτείου σοφίας, τῶν εὐελπίδων ἀνθρώπων καὶ πρόφθασον, τὰς θλιβερᾶς ἐπιπλοκάς, ἐν τῷ χρόνῳ αὐτῶν τῆς παιδεύσεως.
Συνέσεως, τῷ φωτὶ καταύγασον, τὴν φιλόυλον χορείαν τῶν νέων, ἐν τῷ ἐμμένειν στεῤῥῶς Ἰησοῦ μου, εἰς τὴν ἐκμάθησιν πάσης τῆς γνώσεως, τῆς δυναμένης πρὸς Σχολάς, εὐχερῶς ὁδηγῆσαι τὰς κρείττονας.
Τὸν τόκον σου, εὑραμένη πρόπαλαι, ἐν τῷ μέσῳ τῶν σοφῶν διδασκάλων, ἐπερωτῶντα αὐτοὺς ἐν φρονήσει, μὴ διαλίπῃς νυνὶ ἱκετεύουσα, ὑπὲρ τῶν νέων Μαριάμ, τῶν ζητούντων τὴν γνῶσιν τὴν ἔμφρονα.
Διάσωσον ὦ Πολυέλεε Σῶτερ πάντας, ἐκ τῶν σκανδάλων τῶν μαθημάτων τοὺς δούλους σου, τοὺς ἐπ’ ἐλπίδι κρειττόνων ἐσπουδακότας.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Εἴτα μνημονεύει ὁ ἱερεύς, ὡς δεδήλωται.
Μετά δέ τήν εκφώνησιν, τό Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Τοῦ Προανάρχου Πατρὸς συναΐδιος, καὶ ἡ Σοφία αὐτοῦ ἡ παντέλειος, τῶν σπουδαστῶν τὴν χορείαν προστάτευσον, ἐκ φρενοβλάβης καὶ πάσης κακώσεως, καὶ πλάνης τοῦ πλάνου ἀλάστορος.
Τὸ Προκείμενον.
Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
Στίχ. Δράξασθε παιδείας μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.
ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. β΄ 41 – 52).
Τῷ καιρῶ ἐκείνῳ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ. Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν. Καὶ ἐγένετο μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ρῆμα ὃ ἐλάλησεν αὐτοῖς. Καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ρήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Γνῶσιν τὴν ψευδώνυμον, καὶ μωρολόγων ἀπάτην, τοῦ νοὸς τὴν τύφλωσιν, φιλοσόφων καύχησιν τὴν ἀδόκιμον, ἀπρεπῆ ῥήματα, καὶ σατᾶν ἰδέας, ἀθεΐας τὰ διδάγματα, Χριστὲ διάλυσον, ἐκ τῶν καρδιῶν τῶν τεκνίων σου, τῶν πίστει προσκυνούντων σε, καὶ ἐξαιτουμένων βοήθειαν, ἵνα εὐθυπόρως, τὴν τρίβον βαδιοῦνται τὴν στενήν, τῆς ἐπιστήμης καὶ πίστεως, Κύριε μακρόθυμε.
Ὁ ἱερεύς· Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
Ὁ λαός· Κύριε, ἐλέησον ιβ´.
Ὁ ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς.
Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνεπίληπτον βίον, παιδευμάτων τὴν γνῶσιν, σεμνοπρεπῆ ἀγωγήν, ἀγάπην πρὸς πλησίον, εὐθύτητα ἐν τρόποις, καὶ διάνοιαν ἄμεμπτον, οἱ μαθηταὶ παρὰ σοῦ, αἰτοῦσιν Ἰησοῦ μου.
σχυροὺς Ἰησοῦ μου, ἐν τῷ ἤθει καὶ γνώσει, τῶν φοιτητῶν τὸν χορόν, τῇ θείᾳ σου δυνάμει, ἐν κρίσει μαθημάτων, εὐμενῶς σὺ κατάστησον, ἵνα τοῦ βίου καλῶς, διέλθωσι τοὺς χρόνους.
Συστροφὰς διανοίας, κωλυούσας ἀλόγως τῶν μαθητῶν πλοκήν, ἀνάπτυξιν Χριστέ μου, ὀρθὴν τῶν παιδευμάτων, ἐν τῇ ὥρᾳ ἐξετάσεως, τῶν νεαρῶν μαθητῶν, διάλυσον ταχέως.
Κραταιᾷ προστασία, Θεοτόκε παρθένε, τῶν μαθητῶν ἀληθῶς, ὑπάρχεις ταῖς εὐχαῖς σου, καὶ τῶν αὐτῶν τοκέων, παραμύθιον ἄριστον, ὅθεν μὴ παύσῃ ποτέ, αὐτοὺς ἐπευλογοῦσα.
Ὠδὴ η’. Τὸν βασιλέα.
Ὑπὸ τὴν σκέπην, τῶν οἰκτιρμῶν σου ἐλπίζει, ἡ χορεία σπουδαζόντων τὰς εἰσόδους, πρὸς σχολὰς ποιήσαι, τῆς γνώσεως Χριστέ μου.
Ῥερυπωμένοι, ἁμαρτιῶν ταῖς κηλῖσιν, ἐπὶ σὲ ἐπεστηρίχθημεν Σωτήρ μου, μὴ ἐάσῃς μόνα, τῶν μαθητῶν τὰ πλήθη.
Ἰδόντες πάντες, τῶν δωρεῶν σου τὸ πλῆθος, ἱκετεύομεν ὑπὲρ τῆς νεολαίας, τῆς ἐπὶ τὰ κρείττω, θελούσης ἀναβῆναι.
Ἐπιμονῆς τε, ἐν τοῖς μαθήμασι Κόρη, χρείαν ἔχουσι νεάνιδες καὶ νέοι, ὅθεν ταῖς λιταῖς σου, αὐτοῖς παράσχου ταῦτα.
Ὠδὴ θ’. Κυρίως θεοτόκον.
Ἰδεῖν τῆς νεολαίας, Σῶτερ ἀγωνίαν, τῶν ἐξετάσεων πάντες δεόμεθα, καὶ παρασχεῖν τὴν ἐλπίδα, αὐτῇ Φιλάνθρωπε.
Ὡς πάλαι τῷ Εὐνούχῳ, διὰ τοῦ Φιλίππου, τὴν ἀληθῆ ἑρμηνείαν ἐδώρησας, οὕτω καὶ νῦν τὴν μελέτην, τοῖς νέοις χάρισαι.
Ἡ πᾶσα νεολαία, προσδοκᾶ Χριστέ μου, ἐπιτυχίας κομίσαι ὠφέλειαν, ἐκ τῶν ποικίλων ἀγώνων, αὐτῆς τῇ ῥώμῃ σου.
Λαλήσαι εἰς τὰ ὦτα, μαθητῶν καὶ νέων, τὰ ἀκριβῆ καὶ τὰ ἄριστα Πάναγνε, κατὰ τὴν ὥραν αἰτοῦμεν, τῶν ἐξετάσεων.
Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Σῶτερ Ἰησοῦ μου πάρεσο νῦν, καὶ δίδου τὴν ῥῶσιν, καὶ τὴν γνῶσιν τὴν ἀληθῇ, τῇ μαθητιώσῃ, σεμνῇ σου νεολαία, ἵνα τὰς ἐξετάσεις, ποιήσῃ ἄριστα.
Ἄγχος τῆς καρδίας τὸ χαλεπόν, συνοχὴν τὴν ἔσω, τῶν δυνάμεων τῆς ψυχῆς, τὴν ἀπελπισίαν, Χριστὲ τῆς νεολαίας, ἀπέλασον ἐν ὥρᾳ, τῶν ἐξετάσεων.
Ἄνωθεν παράσχου τοῖς μαθηταῖς, τοῖς ἁμιλλωμένοις, τὴν σὴν χάριν καὶ ἀρωγήν, ἵνα ἐπαξίως, ἀνοίξωσι τὰς πύλας, τοῦ Πανεπιστημίου, Χριστὲ γλυκύτατε.
Πᾶσι τοῖς γονεῦσι τῶν μαθητῶν, καὶ τοῖς διδασκάλοις, ἱερεῦσι πνευματικοῖς, πόρισον πλουσίως, τῆς προσευχῆς τὸ δῶρον, ὑπὲρ τῆς νεολαίας, Χριστέ μου πάνσοφε.
Μέμνησο τῶν δούλων σου μαθητῶν, τῶν ἐταζομένων, Ἰησοῦ μου παμβασιλεῦ, ἐν τῇ ἀναπτύξει, τῆς γνώσεως ἑκάστου, καὶ δὸς κατὰ τὴν χρείαν, αὐτῶν τὰ πρόσφορα.
Ἅγιοι πανένδοξοι ἀθληταῖς, Ἀπόστολοι θείοι, Ἰεράρχες θεοειδεῖς, Μῆτερ τοῦ Δεσπότου, πρεσβεύετε Κυρίῳ, ὑπὲρ ἐπιτυχίας, τῶν νέων πάντοτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα τά Τροπάρια. Ἦχος β’
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς˙ πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς Σε, μὴ ἀστοχήσωμεν˙ ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων˙ Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ὁ ἱερεύς μνημονεύει·
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κ.τ.λ.
Εἶτα ἡ συνήθης ἐκτενὴς καὶ ἐν ταῖς αἰτήσεσι ἡ
Ἔτι δεόμεθα ὑπὲρ ἐπιτυχίας καὶ ἀριστεύσεως τῶν μαθητῶν, σπουδαστῶν καὶ νέων ἐν ταῖς ἐξετάσεσιν αὐτῶν καὶ ὑπὲρ τοῦ ἐλθεῖν Κύριον τὸν Θεὸν βοηθὸν ἐν ταῖς προσπαθείαις καὶ τοῖς ἀγῶσιν αὐτῶν.
Και τὴν παροῦσαν εὐχήν.
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ἡ Σοφία τοῦ ἀνάρχου Πατρός, ἡ πηγὴ καὶ ὁ χορηγὸς τῆς γνώσεως, ὁ πανσόφως δημιουργήσας τὰ ὄντα καὶ τὸν ἄνθρωπον, ὁ τοὺς ἀγραμμάτους ἁλιεῖς σοφίσας καὶ αὐτοὺς μαθητάς σου καὶ Ἀποστόλους καὶ κήρυκας τοῦ Εὐαγγελίου σου ἐν τῇ οἰκουμένῃ ἀναδείξας, ὁ δοὺς τοῖς μάρτυσι καὶ τοῖς ἁγίοις σου λόγον ἀγαθὸν ἐν ἀνοίξει τοῦ στόματος αὐτῶν, ὁ εἰδὼς ἕκαστον ἐκ κοιλίας τῆς μητρὸς αὐτοῦ, ὁ κατευθύνων ὀρθῶς πρὸς τὸ συμφέρον ἑκάστου τὴν διάνοιαν τῶν ἀνθρώπων, ὁ Κύριος καὶ Θεὸς ἡμῶν, ἔπιδε ἰλεῷ σου ὄμματι ἐπὶ τὴν χορείαν τῶν μαθητῶν τῶν προσιόντων εἰς τὴν κατ’ ἔτος ἐξέτασιν τῶν μαθημάτων αὐτῶν καὶ προσδοκώντων τὴν προαγωγὴν αὐτῶν καὶ τὴν εἴσοδον ἐν ταῖς κρείττοσι σχολαῖς καὶ ἐνίσχυσον αὐτούς. Ἀπέλασον ἀπ’ αὐτῶν πᾶσαν κακόνοιαν, ἀγνωσίαν, ῥαθυμίαν τε καὶ ἀπόγνωσιν. Φώτισον αὐτῶν τὸν νοῦν εἰς τὸ εἰδέναι ἕκαστος τὴν ὀρθότητα τῶν σκέψεων καὶ τῶν γραφομένων αὐτοῦ ἐν ταῖς ἐξετάσεσιν. Ἀνάδειξον, Κύριε, πάντας τοὺς ὑποψηφίους διὰ τὰς ἀνωτέρας καὶ ἀνωτάτας Σχολὰς ἀξίους τοῦ θελήματος σου καὶ ἐργάτας τῶν ἐντολῶν σου. Ὅτι σὺ εἶ τῶν νέων ὁ πιστὸς φίλος καὶ ὁ ἀδελφὸς πάντων τῶν ἀνθρώπων τῶν ἐλπιζόντων ἐπὶ τὸ ἔλεος σου καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ζωοποιῶ σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Είτα ποιεῖ τήν Ἀπόλυσιν.
Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, ψάλλονται τὰ παρόντα· Τροπάρια
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάνσοφε Χριστέ μου Ἰησοῦ, ἡ πηγὴ τῆς ὄντως σοφίας, τοὺς μαθητεύοντας, φώτισον δεόμεθα ταῖς ἐνεργείας σου, ὅπως ἔχωσιν ἅπαντες, ἐν τῇ ἐξετάσει, νοῦν ὀξὺν καὶ γρήγορον εἰς τὸ συγγράψασθαι, πάσας τὰ ὀρθὰς ἀποκρίσεις, ἐν ταῖς ἐρωτήσεσι Σῶτερ, ταῖς ὑποκειμέναις αὐτοῖς πάντοτε.
Ἦχος πλ. δ’.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β’.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.
