Μεγάλη Παρασκευή εσπέρας
Μεγάλη Παρασκευή εσπέρας

Μεγάλη Παρασκευή εσπέρας

Μεγάλη Παρασκευή εσπέρας


Ὁ ἱερεύς, Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός· Ἀμήν.


Δόξα σοι Χριστέ, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.


Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.


Το Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.


Κύριε, ἐλέησον (3)


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.


Ὁ ἱερεύς, Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός· Ἀμήν.


Τροπάρια

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην, διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.


Ὁ ἱερεύς, Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Βαρθολομαίου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Ὁ χορός, Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.


Ὁ ἱερεύς, Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Ὁ χορός, Ἀμήν.


Ἀρχόμεθα τοῦ Ἑξαψάλμου ἐν πάσῃ σιωπῇ καί κατανύξει, καί μετ’ εὐλαβείας καί φόβου Θεοῦ.


Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (Τρὶς)

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (Δὶς)


Ψαλμός Γ’ (3)

Κύριε τὶ ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ’ ἐμέ. Πολλοὶ λέγουσι τῇ ψυχῇ μου οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δὲ Κύριε ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου. Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.


Καὶ πάλιν·

Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου.


Ψαλμός ΛΖ΄ (37)

Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ’ ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ὅτι ἐπὶ σοὶ Κύριε ἤλπισα, σὺ εἰσακούσῃ Κύριε ὁ Θεός μου. Ὅτι εἶπον· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησαν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστί διὰ παντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου.


Καὶ πάλιν·

Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.


Ψαλμός ΞΒ΄ (62)

Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς, παραδοθήσονται εἰς χεῖρας ῥομφαίας· μερίδες ἀλωπέκων ἔσονται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.


Καὶ πάλιν·

Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου


Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς. (3)


Κύριε, ελέησον (3)


Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.


Ψαλμός ΠΖ΄ (87)

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε. Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος. Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμέ. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς· παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι; Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Κἀγὼ πρὸς σὲ Κύριε ἐκέκραξα καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε. Ἵνα τὶ Κύριε ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ, ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.


Καὶ πάλιν·

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.


Ψαλμός ΡΒ΄ (102)

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου. Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ,ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει. Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.


Καὶ πάλιν·

Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον.


Ψαλμός ΡΜΒ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοι ἤλπισα· Γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαιὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με· Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.


Καὶ πάλιν·

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς. (3)


Εἰσάκουσόν μου Κύριε ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (Δὶς)

Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.


Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.


Ὁ ἱερεύς, Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ χορός· Κύριε ἐλέησον, (καὶ μετὰ ἀπὸ κάθε αἴτηση)


Ὁ ἱερεύς, Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν Βαρθολομαίου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.


Ὁ ἱερεύς, Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Ὁ χορός· Ἀμήν.


Ἦχος β’.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. β’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καίἐστι θαυμαστὴἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Ἦχος β’.

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο. 


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.


Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον. Ζωοδότα Χριστὲὁ Θεὸς ἡμῶν, δόξα σοι.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν


Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μῦρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.


Ὁ ἱερεύς, Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.


Ὁ χορός· Σοί, Κύριε.


Ὁ ἱερεύς, Ὅτι Σὸν τὸ κράτος, καὶ Σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Καθίσματα. Ἦχος α΄.

Σινδόνι καθαρᾷ καὶ ἀρώμασι θείοις, τὸ Σῶμα τὸ σεπτόν, ἐξαιτήσας Πιλάτῳ, μυρίζει καὶ τίθησιν, Ἰωσὴφ καινῷ μνήματι, ὅθεν ὄρθριαι, αἱ μυροφόροι γυναῖκες, ἀνεβόησαν. Δεῖξον ἡμῖν ὡς προεῖπας, Χριστὲ τὴν Ἀνάστασιν.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.


Δεῖξον ἡμῖν ὡς προεῖπας, Χριστὲ τὴν Ἀνάστασιν.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν


Ἐξέστησαν χοροί, τῶν Ἀγγέλων ὁρῶντες, τὸν ἐν τοῖς τοῦ Πατρός, καθεζόμενον κόλποις, πῶς τάφῳ κατατίθεται, ὡς νεκρὸς  ὁἀθάνατος, ὃν τὰ τάγματα, τὰ τῶν Ἀγγέλων κυκλοῦσι, καὶ δοξάζουσι, σὺν τοῖς νεκροῖς ἐν τῷ ᾅδη, ὡς Κτίστην καὶ Κύριον.


Ψαλμός N΄ (50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


ᾨδὴ α΄

Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ’ ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν. Ἐνδόξως γάρ δεδόξασται.


Δόξα Σοι ὁ θεὸς ἡμῶν, δόξα Σοι.

Κύριε Θεέ μου, ἐξόδιον ὕμνον, καὶ ἐπιτάφιον, ᾠδὴν σοι ᾄσομαι, τῷ τῇ ταφῇ σου ζωῆς μοι, τὰς εἰσόδους διανοίξαντι, καὶ θανάτῳ θάνατον, καὶ ᾅδην θανατώσαντι.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω ἐν τάφῳ, τὰ ὑπερκόσμια, καὶ ὑποχθόνια, κατανοοῦντα Σωτήρ μου, ἐδονεῖτο τῇ νεκρώσει σου, ὑπὲρ νοῦν ὡράθης γάρ, νεκρὸς ζωαρχικώτατος.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἵνα σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, καταπεφοίτηκας, ἐν κατωτάτοις τῆς γῆς, ἀπὸ γὰρ σοῦ οὐκ ἐκρύβη, ἡ ὑπόστασίς μου ἡ ἐν Ἀδάμ, καὶ ταφεὶς φθαρέντα με, καινοποιεῖς, Φιλάνθρωπε.


Καταβασία.

Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ’ ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν. Ἐνδόξως γάρ δεδόξασται.


ᾨδὴ γ΄

Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ Κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα.


Δόξα Σοι ὁ θεὸς ἡμῶν, δόξα Σοι.

Σύμβολα τῆς ταφῆς σου, παρέδειξας τὰς ὁράσεις πληθύνας, νῦν δὲ τὰ κρύφιά σου, θεανδρικῶς διετράνωσας, καὶ τοῖς ἐν ᾅδῃ Δέσποτα, οὐκ ἔστιν ἅγιος, πλὴν σου Κύριε, κραυγάζουσιν.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Ἥπλωσας τὰς παλάμας, καὶ ἥνωσας τὰ τὸ πρὶν διεστῶτα, καταστολῇ δὲ Σῶτερ, τῇ ἐν σινδόνι καὶ μνήματι, πεπεδημένους ἔλυσας. Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζοντας.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μνήματι καὶ σφραγῖσιν, ἀχώρητε συνεσχέθης βουλήσει, καὶ γὰρ τὴν δύναμίν σου, ταῖς ἐνεργείαις ἐγνώρισας, θεουργικῶς τοῖς μέλπουσιν, οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε.


Καταβασία.

Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ Κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα.


Ὁ ἱερεύς, Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.


Ὁ χορός· Σοί, Κύριε.


Ὁ ἱερεύς, Ότι σύ εἶ ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.


Καθίσματα
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷἀναστάντι ἐκ τάφου.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷἀναστάντι ἐκ τάφου.


ᾨδὴ δ΄

Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακοὺμ ἐξεστηκὼς ἐβόα. Σὺ δυναστῶν διέκοψας κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾅδη, ὡς παντοδύναμος.


Δόξα Σοι ὁ θεὸς ἡμῶν, δόξα Σοι.

Ἑβδόμην σήμερον ἡγίασας, ἣν εὐλόγησας πρίν, καταπαύσει τῶν ἔργων, παράγεις γὰρ τὰ σύμπαντα, καὶ καινοποιεῖς, σαββατίζων Σωτήρ μου, καὶἀνακτώμενος.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Ῥωμαλαιότητι τοῦ κρείττονος, ἐκνικήσαντός σου, τῆς σαρκὸς ἡ ψυχή σου, διῄρηται σπαράττουσα, ἄμφω γὰρ δεσμούς, τοῦ θανάτου καὶ ᾅδου, Λόγε τῷ κράτει σου.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ ᾅδης Λόγε συναντήσας σοι, ἐπικράνθη, βροτὸν ὁρῶν τε θεωμένον, κατάστικτον τοῖς μώλωψι, καὶ πανσθενουργόν, τῷ φρικτῷ τῆς μορφῆς δέ, διαπεφώνηκεν.


Καταβασία.

Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακοὺμ ἐξεστηκὼς ἐβόα. Σὺ δυναστῶν διέκοψας κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾅδη, ὡς παντοδύναμος.


ᾨδὴ ε΄

Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ ἀγαλλιάσονται.


Δόξα Σοι ὁ θεὸς ἡμῶν, δόξα Σοι.

Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ πλαστουργὸς χοϊκὸς χρηματίσας, καὶ σινδὼν καὶ τάφος ὑπεμφαίνουσι, τὸ συνὸν σοι Λόγε μυστήριον, ὁ εὐσχήμων γὰρ βουλευτής, τήν τοῦ σὲ φύσαντος βουλὴν σχηματίζει, ἐν σοὶ μεγαλοπρεπῶς καινοποιοῦντός με.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Διὰ θανάτου τὸ θνητόν, διὰ ταφῆς τὸ φθαρτὸν μεταβάλλεις, ἀφθαρτίζεις γὰρ θεοπρεπέστατα, ἀπαθανατίζων τὸ πρόσλημμα, ἡ γὰρ σάρξ σου διαφθορὰν οὐκ εἶδε Δέσποτα, οὐδὲ ἡ ψυχή σου εἰς ᾅδου, ξενοπρεπῶς ἐγκαταλέλειπται.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐξ ἀλοχεύτου προελθών, καὶ λογχευθεὶς τὴν πλευρὰν Πλαστουργέ μου, ἐξ αὐτῆς εἰργάσω τὴν ἀνάπλασιν, τὴν τῆς Εὔας Ἀδὰμ γενόμενος, ἀφυπνώσας ὑπερφυῶς, ὕπνον φυσίζωον, καὶ ζωὴν ἐγείρας ἐξ ὕπνου, καὶ τῆς φθορᾶς ὡς παντοδύναμος.


Καταβασία.

Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ ἀγαλλιάσονται.


ᾨδὴ Ϛ΄

Συνεσχέθη, ἀλλ‘ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς, σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου, τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ. Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.


Δόξα Σοι ὁ θεὸς ἡμῶν, δόξα Σοι.

Ἀνῃρέθης, ἀλλ‘ οὐ διῃρέθης, Λόγε ἧς μετέσχες σαρκός, εἰ γὰρ καὶ λέλυταί σου, ὁ ναὸς ἐν τῷ καιρῷ τοῦ πάθους, ἀλλὰ καὶ οὕτω μία ἦν ὑπόστασις, τῆς θεότητος καὶ τῆς σαρκός σου, ἐν ἀμφοτέροις γάρ, εἷς ὑπάρχεις Υἱός, Λόγος τοῦ Θεοῦ, Θεὸς καὶ ἄνθρωπος.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Βροτοκτόνον, ἀλλ‘ οὐ θεοκτόνον, ἔφυ τὸ πταῖσμα τοῦ Ἀδάμ, εἰ γὰρ καὶ πέπονθέ σου, τῆς σαρκὸς ἡχοϊκὴ οὐσία, ἀλλ‘ ἡ θεότης ἀπαθὴς διέμεινε, τὸ φθαρτὸν δὲ σου πρὸς ἀφθαρσίαν μετεστοιχείωσας, καὶ ἀφθάρτου ζωῆς, ἔδειξας πηγὴν ἐξ ἀναστάσεως.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Βασιλεύει, ἀλλ‘ οὐκ αἰωνίζει, ᾅδης τοῦ γένους τῶν βροτῶν, σὺ γὰρ τεθεὶς ἐν τάφῳ, κραταιὲ ζωαρχικῇ παλάμῃ, τὰ τοῦ θανάτου, κλεῖθρα διεσπάραξας, καὶ ἐκήρυξας τοῖς ἀπ‘ αἰῶνος ἐκεῖ καθεύδουσι λύτρωσιν ἀψευδῆ, Σῶτερ γεγονὼς νεκρῶν πρωτότοκος. 


Καταβασία.

Συνεσχέθη, ἀλλ‘ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς, σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου, τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ. Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.


Ὁ ἱερεύς, Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.


Ὁ χορός· Σοί, Κύριε.


Ὁ ἱερεύς, Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ. ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Ὁ ἀναγνώστης τὸ Κοντάκιον.
Ἦχος β´. Χειρόγραφον εἰκόνα.

Τὴν ἄβυσσον ὁ κλείσας, νεκρὸς ὁρᾶται· καὶ σμύρνῃ καὶ σινδόνι, ἐνειλημένος, ἐν μνημείῳ κατατίθεται, ὡς θνητὸς ὁ Ἀθάνατος. Γυναῖκες δὲ αὐτόν, ἦλθον μυρίσαι, κλαίουσαι, πικρῶς καὶ ἐκβοῶσαι· Τοῦτο Σάββατόν ἐστι, τὸ ὑπερευλογημένον, ἐν ᾧ Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος.


Ὁ Οἶκος.

Ὁ συνέχων τὰ πάντα, ἐπὶ σταυροῦ ἀνυψώθη, καὶ θρηνεῖ πᾶσα ἡ κτίσις· τοῦτον βλέπουσα κρεμάμενον, γυμνὸν ἐπὶ τοῦ ξύλου, ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε καὶ τὸ φέγγος, οἱ ἀστέρες ἀπεβάλλοντο· ἡ γῆ δὲ σὺν πολλῷ, τῷ φόβῳ, συνεκλονεῖτο· ἡ θάλασσα ἔφυγε, καὶ αἱ πέτραι διεῤῥήγνυντο· μνημεῖα δὲ πολλὰ ἠνεῴχθησαν, καὶ σώματα ἠγέρθησαν ἁγίων ἀνδρῶν· ᾍδης κάτω στενάζει· καὶ Ἰουδαῖοι σκέπτονται, συκοφαντῆσαι Χριστοῦ τὴν Ἀνάστασιν· τὰ δὲ γύναια κράζουσι· Τοῦτο Σάββατόν ἐστι, τὸ ὑπερευλογημένον, ἐν ᾧ Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος.


Συναξάριον τοῦ Μηναίου, καί τό παρόν

Τῷ ἁγίῳ καὶ Μεγάλῳ Σαββάτῳ, τὴν θεόσωμον Ταφήν, καὶ τὴν εἰς ᾍδου Κάθοδον τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν, δι᾿ ὧν τῆς φθορᾶς τὸ ἡμέτερον γένος ἀνακληθέν, πρὸς αἰωνίαν ζωὴν μεταβέβηκε.

Στίχ. Μάτην φυλάττεις τὸν τάφον, κουστωδία· Οὐ γὰρ καθέξει τύμβος αὐτοζωΐαν.

Τῇ ἀνεκφράστῳ σου συγκαταβάσει, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ΄

Ἄφραστον θαῦμα! Ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ. (δις)


Δόξα Σοι ὁ θεὸς ἡμῶν, δόξα Σοι.

Τέτρωται ᾅδης, ἐν τῇ καρδίᾳ δεξάμενος τὸν τρωθέντα λόγχῃ τὴν πλευράν, καὶ σθένει πυρὶ θείῳ δαπανώμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.


Δόξα Σοι ὁ θεὸς ἡμῶν, δόξα Σοι.

Ὄλβιος τάφος! ἐν ἑαυτῷ γὰρ δεξάμενος, ὡς ὑπνοῦντα τὸν Δημιουργόν, ζωῆς θησαυρός, θεῖος ἀναδέδεικται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Νόμῳ θανόντων, τὴν ἐν τῷ τάφω κατάθεσιν, ἡ τῶν ὅλων δέχεται ζωή, καὶ τοῦτον πηγήν, δείκνυσιν ἐγέρσεως, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μία ὑπῆρχεν, ἡ ἐν τῷ ᾅδη ἀχώριστος, καὶ ἐν τάφῳ, καὶ ἐν τῇ Ἐδέμ, θεότης Χριστοῦ, σὺν Πατρὶ καὶ Πνεύματι, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.


Καταβασία.

Ἄφραστον θαῦμα! Ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η΄

Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς, ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν Παῖδες εὐλογεῖτεἹερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (δις)


Δόξα Σοι ὁ θεὸς ἡμῶν, δόξα Σοι.

Λέλυται ἄχραντος ναός, τὴν πεπτωκυῗαν δὲ συνανίστησι σκηνήν. Ἀδὰμ γὰρ τῷ προτέρῳ δεύτερος, ὁ ἐν ὑψίστοις οἰκῶν, κατῆλθεν μέχρις ᾅδου ταμείων, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (δις)


Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.

Πέπαυται τόλμα Μαθητῶν, Ἀριμαθαίας δὲ ἀριστεύει Ἰωσήφ, νεκρὸν γὰρ καὶ γυμνὸν θεώμενος, τὸν ἐπὶ πάντων Θεόν, αἰτεῖται, καὶ κηδεύει κραυγάζων, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος! ὢ ἀφράστου ἀνοχῆς! ἑκὼν γὰρ ὑπὸ γῆς σφραγίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος Θεὸς συκοφαντεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


Καταβασία.

Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.


Ἄφραστον θαῦμα! Ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.


Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν Ὕμνοις τιμῶντες μεγαλύνομεν.


ᾨδὴ θ΄

Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν, ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας. (δις)


Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὰς ὀδύνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθην, ἄναρχε Υἱέ, νῦν δὲ σε Θεέ μου, ἄπνουν ὁρῶσα νεκρόν, τῇ ῥομφαίᾳ τῆς λύπης, σπαράττομαι δεινῶς, ἀλλ’ ἀνάστηθι, ὅπως μεγαλυνθήσωμαι. (δις)


Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι.

Γῆ με καλύπτει ἑκόντα, ἀλλὰ φρίττουσιν ᾅδου, οἱ πυλωροί, ἠμφιεσμένον, βλέποντες στολήν, ᾐμαγμένην Μῆτερ, τῆς ἐκδικήσεως, τοὺς ἐχθροὺς ἐν Σταυρῷ γάρ, πατάξας ὡς Θεός, ἀναστήσομαι αὖθις καὶ μεγαλύνω σε. 


Καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Ἀγαλλιάσθω ἡ Κτίσις, εὐφραινέσθωσαν πάντες οἱ γηγενεῖς, ὁ γὰρ ἐχθρὸς ἐσκύλευται ᾅδης, μετὰ μύρων Γυναῖκες προσυπαντάτωσαν, τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ, λυτροῦμαι παγγενῆ, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐξαναστήσομαι.


Κα­τα­βα­σί­α.

Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν, ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.


Ἱσταμένων τῶν ἱερέων πρὸ τοῦ Ἐπιταφίου, ψάλλονται εἰς τρεῖς στάσεις τὰ ἐγκώμια.

ΣΤΑΣΙΣ ΠΡΩΤΗ

Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.

Ἡ ζωὴ πῶς θνῄσκεις; πῶς καὶ τάφῳ οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, καὶ τοῦ ᾅδου τοὺς νεκροὺς ἐξανιστᾶς.

Μεγαλύνομέν Σε, Ἰησοῦ Βασιλεῦ, καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη Σου, δι’ ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.

Μέτρα γῆς ὁ στήσας, ἐν σμικρῷ κατοικεῖς, Ἰησοῦ παμβασιλεῦ τάφῳ σήμερον, ἐκ μνημάτων τοὺς θανόντας ἀνιστῶν.

Ὁ ὡραῖος κάλλει, παρὰ πάντας βροτούς, ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, ὁ τὴν φύσιν ὠραΐσας τοῦ παντός.

Ἡ Ζωὴ θανάτῳ, θαῦμα! Πῶς ὁμιλεῖ; Πῶς θανάτῳ καταργεῖται ὁ θάνατος; ἐκ θανόντος πῶς πηγάζει δὲ ζωή;

Ὢ θαυμάτων ξένων! Ὢ πραγμάτων καινῶν, ὁ πνοῆς μοι χορηγὸς ἄπνους φέρεται, κηδευόμενος χερσὶ τοῦ Ἰωσήφ.

Ὁ τὴν γῆν κατέχων, τῇ δρακὶ νεκρωθείς, σαρκικῶς ὑπὸ τῆς γῆς νῦν συνέχεται, τοὺς νεκροὺς λυτρῶν τῆς Ἅδου συνοχῆς.

Ὡς φωτὸς λυχνία, νῦν ἡ σὰρξ τοῦ Θεοῦ, ὑπὸ γῆν ὡς ὑπὸ μόδιον κρύπτεται, καὶ διώκει τὸν ἐν Ἅδῃ σκοτασμόν.

Νοερῶν συντρέχει, στρατιῶν ἡ πληθύς, Ἰωσὴφ καὶ Νικοδήμῳ συστεῖλαί σε, τὸν ἀχώρητον ἐν μνήματι σμικρῶ.

Τὴν πλευρὰν ἐνύγης, ὁ πλευρὰν εἰληφὼς, τοῦ Ἀδὰμ ἐξ ἧς τὴν Εὔαν διέπλασας, καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.

Ὡς βροτὸς μὲν θνῄσκεις, ἐκουσίως Σωτήρ, ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας, ἐκ μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.

Δακρυρρόους θρήνους, ἐπί Σε ἡ Ἁγνή, μητρικῶς ὦ Ἰησοῦ ἐπιρραίνουσα, ἀνεβόα· Πῶς κηδεύσω Σε Υἱέ;

Οἴμοι φῶς τοῦ Κόσμου! Οἴμοι φῶς τὸ ἐμόν! Ἰησοῦ μου ποθεινότατε ἔκραζεν, ἡ Παρθένος θρηνῳδοῦσα γοερῶς.

Ὦ Θεὲ καὶ Λόγε, ὢ χαρὰ ἡ ἐμή, πῶς ἐνέγκω Σου ταφὴν τὴν τριήμερον, νῦν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.

Ἁπλωθεὶς ἐν ξύλῳ, συνηγάγου βροτούς· τὴν πλευράν σου δὲ νυγεὶς τὴν ζωήρρυτον, πᾶσιν ἄφεσιν πηγάζεις Ἰησοῦ.

Προσκυνῶ τὸ Πάθος, ἀνυμνῶ τὴν Ταφήν, μεγαλύνω Σου τὸ κράτος Φιλάνθρωπε, δι’ ὧν λέλυμαι παθῶν φθοροποιῶν.

Ὑπακούσας Λόγε, τῷ ἰδίῳ Πατρί, μέχρις Ἅδου τοῦ δεινοῦ καταβέβηκας, καὶ ἀνέστησας τὸ γένος τῶν βροτῶν.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἀνυμνοῦμεν Λόγε, Σε τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ Σου Πνεύματι, καὶ δοξάζομεν τὴν θείαν Σου Ταφήν.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μακαρίζομέν Σε, Θεοτόκε ἁγνή, καὶ τιμῶμεν τὴν Ταφὴν τὴν τριήμερον, τοῦ Υἱοῦ Σου καὶ Θεοῦ ἡμῶν πιστῶς.

Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν Σήν.


Ὁ ἱερεύς, Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.


Ὁ χορός· Σοί, Κύριε.


Ὁ ἱερεύς, Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

Ἄξιόν ἐστι, μεγαλύνειν Σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.

Ἄξιόν ἐστι, μεγαλύνειν Σε τὸν πάντων Κτίστην· τοῖς Σοῖς γὰρ παθήμασιν ἔχομεν, τὴν ἀπάθειαν ῥυσθέντες τῆς φθορᾶς.

Ἄνω Σε Σωτήρ, ἀχωρίστως τῷ Πατρὶ συνόντα, κάτω δὲ νεκρὸν ἠπλωμένον γῆ, καθορῶντα φρίττει νῦν τὰ Σεραφίμ.

Ρήγνυται ναοῦ, καταπέτασμα τῇ Σῇ Σταυρώσει, κρύπτουσι φωστῆρες Λόγε τὸ φῶς, σοῦ κρυβέντος τοῦ ἡλίου ὑπὸ γῆν.

Μύρον ἀληθῶς, Σὺ ἀκένωτον ὑπάρχεις Λόγε· ὅθεν Σοι καὶ μύρα προσέφερον, Μυροφόροι Σοι τῷ ζῶντι, ὡς νεκρῷ.

Ἕπτηξεν Ἀδάμ, Θεοῦ βαίνοντος ἐν Παραδείσῳ, χαίρει δὲ πρὸς Ἅδην φοιτήσαντος, πεπτωκὼς ποτὲ καὶ νῦν ἐξηγερθείς.

Τέτρωμαι δεινῶς, καὶ σπαράττομαι τὰ σπλάγχνα Λόγε, βλέπουσα σφαγήν Σου τὴν ἄδικον, ἡ Παρθένος ἀνεβόα ἐν κλαυθμῷ.

Ὕμνους Ἰωσήφ, καὶ Νικόδημος ἐπιταφίους, ᾄδουσι Χριστῷ νεκρωθέντι νῦν· σὺν αὐτοῖς δὲ μελωδεῖ τὰ Σεραφίμ.

Γῆ σε πλαστουργέ, ὑπὸ κόλπους δεξαμένη τρόμῳ, συσχεθεῖσα Σῶτερ τινάσσεται, ἀφυπνώσασα νεκροὺς τῷ τιναγμῷ.

Μύροις ὦ Χριστέ, ὁ Νικόδημος καί ὁ Εὐσχήμων Σὲ καινοπρεπῶς περιστείλαντες ἀνεβόων Φρῖξον ἅπασα ἡ Γῆ.

Οἴδέ τὸν σεισμόν, Ἑκατόνταρχος καὶ τἀ σημεία, καῖ Υἱόν Θεοῦ Σε ἐκήρυττε, σταυρωθέντα καὶ θανόντα δι’ ἡμᾶς.

Ὕπνωσας μικρόν, καὶ ἐζώωσας τοὺς τεθνεῶτας, καὶ ἐξαναστὰς ἐξανέστησας, τοὺς ὑπνοῦντας ἐξ αἰῶνος, Ἀγαθέ.

Ὥσπερ πελεκάν, τετρωμένος τὴν πλευράν σου Λόγε, τοὺς θανόντας παῖδας ἐζώωσας, ἐπιστάξας ζωτικοὺς αὐτοῖς κρουνούς.

Κόλπων πατρικῶν, ἀνεκφοίτητος μείνας, οἰκτίρμον, καὶ βροτὸς γενέσθαι εὐδόκησας, καὶ εἰς ᾅδην καταβέβηκας Χριστέ.

Ἤρθη σταυρωθείς, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, ἄπνους δ’ἐν αὐτῇ οὗτος θάπτεται, ὃ μὴ φέρουσα ἐσείετο δεινῶς.

Φεῦ! τοῦ Συμεών, ἐκτετέλεσται ἡ προφητεία· ἡ γὰρ σὴ ῥομφαῖα διέδραμε, τὴν καρδίαν τὴν ἐμὴν Ἐμμανουήλ.

Ἔκλαιε πικρῶς, ἡ πανάμωμος Μήτηρ Σου Λόγε, ὅτε ἐν τῷ τάφῳ ἑώρακε, Σὲ τὸν ἄφραστον καὶ ἄναρχον Θεόν.

Ὕμνοις σου Χριστέ, νῦν τὴν Σταύρωσιν καὶ τὴν Ταφήν τε, ἅπαντες πιστοὶ ἐκθειάζομεν, οἱ θανάτου λυτρωθέντες σῇ ταφῇ.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἄναρχε Θεέ, συναΐδιε Λόγε καὶ Πνεῦμα, σκῆπτρα τῶν Ἀνάκτων κραταίωσον, καί εἰρήνην δός ἡμῖν ὡς ἀγαθός.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τέξασα ζωήν, Παναμώμητε ἁγνὴ Παρθένε, παῦσον Ἐκκλησίας τὰ σκάνδαλα, καὶ εἰρήνευσον αυτήν ὡς ἀγαθή.

Ἄξιόν ἐστι, μεγαλύνειν Σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.


Ὁ ἱερεύς, Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.


Ὁ χορός· Σοί, Κύριε.


Ὁ ἱερεύς,  Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ θρόνου δόξης τῶν Χερουβεὶμ ἐπαναπαυόμενος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


ΣΤΑΣΙΣ ΤΡΙΤΗ

Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ Ταφῇ Σου, προσφέρουσι Χριστέ μου.

Ἰωσὴφ κηδεύει, μετά τοῦ Νικοδήμου, νεκροπρεπῶς τὸν Κτίστην.

Υἱὲ Θεοῦ παντάναξ, Θεέ μου πλαστουργέ μου, πῶς πάθος κατεδέξω;

Ὧ φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατόν μου Τέκνον, πῶς τάφω νὺν καλύπτη;

Πικράν χολήν καὶ ὄξος, οἰκτοίρμον ἐποτίσθης, πικρίας λύων γεύσιν.

Οὕς ἔθρεψε τὸ μάννα, ἐκίνησαν τὴν πτέρναν, κατὰ τοῦ Εὐεργέτου.

Οὕς ἔθρεψε τὸ μάννα, διδοῦσι τῷ Σωτῆρι, χολὴν ἅμα καὶ ὄξος.

Ὢ τῆς παραφροσύνης, καὶ τῆς Χριστοκτονίας, τῆς τῶν προφητοκτόνων!

Ὡς ἄφρων ὑπηρέτης, προδέδωκεν ὁ μύστης, τὴν ἄβυσσον σοφίας.

Ὢ γλυκύ μου ἔαρ, γλυκύτατόν μου Τέκνον, ποῦ ἔδυ Σου τὸ κάλλος;

Δοξάζω Σου Υἱέ μου, τὴν ἄκραν εὐσπλαγχνίαν, ἧς χάριν ταῦτα πάσχεις.

Ἀνάστα Ζωοδότα, ἥ Σε τεκοῦσα Μήτηρ, δακρυρροοῦσα λέγει.

Οὐράνιαι Δυνάμεις, ἐξέστησαν τῶ φόβω, νεκρὸν σὲ καθορῶσαι.

Αἱ Μυροφόροι Σῶτερ, τῷ τάφῳ προσελθοῦσαι, προσέφερόν Σοι μύρα.

Κλαίει καὶ θρηνεῖ Σε, ἡ πάναγνός σου Μήτηρ, Σωτήρ μου νεκρωθέντα.

Ἔρραναν τὸν τάφον, αἱ Μυροφόροι μύρα λίαν πρωὶ ἐλθοῦσαι.

Ἀρώματα καὶ μύρα, μαθήτριαι γυναῖκες, προσφέρουσι τῷ Τάφῳ.

Εἰρήνην Ἐκκλησία, λαῷ Σου σωτηρίαν, δώρησαι Σῆ Ἐγέρσει.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τριὰς, Μονάς Θεέ μου, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τὸν Κόσμον.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἰδεῖν τὴν τοῦ Υἱοῦ Σου, Ἀνάστασιν Παρθένε, ἀξίωσον σοὺς δούλους.

Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ Ταφῇ Σου, προσφέρουσι Χριστέ μου.


Ὁ ἱερεύς, Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.


Ὁ χορός· Σοί, Κύριε.


Ὁ ἱερεύς,  Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Τὰ ἀναστάσιμα εὐλογητάρια. Ἦχος πλ. α΄.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶἐξ ᾅδου πάντας ἐλευθερώσαντα.


Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.


Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.


Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (τρις)


Ὁ ἱερεύς, Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.


Ὁ χορός· Σοί, Κύριε.


Ὁ ἱερεύς,  Ὅ­τι σὲ αἰ­νοῦ­σι πᾶ­σαι αἱ δυ­νά­μεις τῶν οὐ­ρα­νῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.


Ἐξαποστειλάριον

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. (τρις)


ΑΙΝΟΙ. Ἦχος β΄.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Σήμερον συνέχει τάφος, τὸν συνέχοντα παλάμῃ τὴν Κτίσιν, καλύπτει λίθος, τὸν καλύψαντα ἀρετῇ τοὺς οὐρανούς, ὑπνοῖ ἡ ζωή, καὶ ᾅδης τρέμει, καὶ Ἀδὰμ τῶν δεσμῶν ἀπολύεται. Δόξα τῇ σῇ οἰκονομίᾳ, δι’ ἧς τελέσας πάντα σαββατισμὸν αἰώνιον, ἐδωρήσω ἡμῖν, τὴν παναγίαν ἐκ νεκρῶν σου Ἀνάστασιν.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τί τὸ ὁρώμενον θέαμα; Τίς ἡ παροῦσα κατάπαυσις; Ὁ Βασιλεὺς τῶν αἰώνων, τὴν διὰ πάθους τελέσας οἰκονομίαν, ἐν τάφῳ σαββατίζει, καινὸν ἡμῖν παρέχων σαββατισμόν. Αὐτῷ βοήσωμεν. Ἀνάστα ὁ Θεὸς κρίνων τὴν γῆν, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας, ὁ ἀμέτρητον ἔχων τὸ μέγα ἔλεος.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Δεῦτε ἴδωμεν τὴν ζωὴν ἡμῶν, ἐν τάφῳ κειμένην, ἵνα τοὺς ἐν τάφοις κειμένους ζωοποιήσῃ, δεῦτε σήμερον, τὸν ἐξ Ἰούδα ὑπνοῦντα θεώμενοι, προφητικῶς αὐτῷ ἐκβοήσωμεν. Ἀναπεσὼν κεκοίμησαι ὡς λέων, τίς ἐγερεῖ σε Βασιλεῦ; ἀλλ’ ἀνάστηθι αὐτεξουσίως, ὁ δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν ἑκουσίως. Κύριε δόξα σοι.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ᾘτήσατο Ἰωσήφ, τὸ σῶμα τοῦἸησοῦ, καὶ ἀπέθετο ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ἔδει γὰρ αὐτὸν ἐκ τάφου, ὡς ἐκ παστάδος προελθεῖν. Ὁ συντρίψας κράτος θανάτου, καὶ ἀνοίξας πύλας Παραδείσου ἀνθρώποις, δόξα σοι.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τὴν σήμερον μυστικῶς, ὁ μέγας Μωϋσῆς προδιετυποῦτο λέγων. Καὶ εὐλόγησεν ὁ Θεός, τὴν ἡμέραν τὴν ἑβδόμην, τοῦτο γάρ ἐστι τὸ εὐλογημένον Σάββατον, αὕτη ἐστίν ἡ τῆς καταπαύσεως ἡμέρα, ἐν ᾗ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας, τῇ σαρκὶ σαββατίσας, καὶ εἰς ὃ ἦν, πάλιν ἐπανελθὼν, διὰ τῆς Ἀναστάσεως, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾋδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.


Δοξολογία.

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Eὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.


Καὶ γίνεται μετὰ πομπῆς ἡ ἔξοδος καὶ περιφορὰ τοῦ Ἐπιταφίου, μετὰ τοῦ ἱεροῦ Εὐαγγελίου.

Τὸν ἥλιον κρύψαντα, τὰς ἰδίας ἀκτῖνας, καὶ τὸ καταπέτασμα, τοῦ Ναοῦ διαῤῥαγέν, τῷ τοῦ Σωτῆρος θανάτῳ, ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ, Καθικετεύω σε, λέγων. Δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ βρέφους ὡς ξένον, ξενωθέντα ἐν κόσμῳ. Δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι μισοῦντες, θανατοῦσιν ὡς ξένον. Δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπειν, τοῦ θανάτου τὸ ξένον. Δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν τοὺς πτωχούς τε καὶ ξένους. Δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ, ἀπεξένωσαν κόσμῳ. Δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὅτι ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίναι. Δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ Μήτηρ ὁρῶσα, νεκρωθέντα ἐβόα Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι, καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ σῇ Ἀναστάσει θαῤῥοῦσα μεγαλύνω σε. Καὶ τούτοις τοίνυν τοῖς λόγοις, δυσωπῶν τὸν Πιλάτον, ὁ Εὐσχήμων λαμβάνει, τοῦ Σωτῆρος τὸ σῶμα, καὶ φόβῳ ἐν σινδόνι, εἱλήσας καὶ σμύρνᾳ, κατέθετο ἐν τάφῳ, τὸν παρέχοντα πᾶσι, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.


Ἐπανελθούσης τῆς πομπῆς εἰς τὸν ναόν.

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾋδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον. Ζωοδότα Χριστὲὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.


Τροπάριον τῆς Προφητείας. Ἦχος β΄.

Ὁ συνέχων τὰ πέρατα, τάφῳ συσχεθῆναι κατεδέξω Χριστέ, ἵνα τῆς τοῦ ᾅδου καταπτώσεως, λυτρώσῃς τὸ ἀνθρώπινον καὶ ἀθανατίσας, ζῳώσῃς ἡμᾶς, ὡς Θεὸς ἀθάνατος.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Καὶ ἀθανατίσας, ζῳώσῃς ἡμᾶς, ὡς Θεὸς ἀθάνατος.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ συνέχων τὰ πέρατα, τάφῳ συσχεθῆναι κατεδέξω Χριστέ, ἵνα τῆς τοῦ ᾅδου καταπτώσεως, λυτρώσῃς τὸ ἀνθρώπινον καὶ ἀθανατίσας, ζῳώσῃς ἡμᾶς, ὡς Θεὸς ἀθάνατος.


Προκείμενον. Ἦχος δ΄. Ψαλμὸς ΜΓ (43)

Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν.

Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.


Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.
(λζ´ 1-14)

Ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κυρίου, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου· καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων· καὶ περιήγαγέ με ἐπ᾿ αὐτά, κύκλωθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ σφόδρα, ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδοὺ ξηρὰ σφόδρα. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε, Κύριε, σὺ ἐπίστασαι ταῦτα. Καὶ εἶπε πρός με· Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς· Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω εἰς ὑμᾶς νεῦρα, καὶ ἀνάξω εἰς ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ᾿ ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος. Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοι Κύριος. Καὶ ἐγένετο φωνὴ ἐν τῷ ἐμὲ προφητεῦσαι· καὶ ἰδοὺ σεισμός· καὶ προσήγαγε τὰ ὀστᾶ, ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὑτοῦ. Καὶ εἶδον· καὶ ἰδοὺ ἐπ᾿ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ᾿ αὐτὰ δέρμα ἐπάνω· καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς. Καὶ εἶπε πρός με· Προφήτευσον, ἐπὶ τὸ πνεῦμα, υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ εἰπὲ τῷ πνεύματι· Τάδε λέγει Κύριος Κύριος· Ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθέ, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. Καὶ προεφήτευσα, καθ᾿ ὅ,τι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν, καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. Καὶ ἐλάλησε Κύριος πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα, πᾶς οἶκος Ἰσραήλ ἐστιν· αὐτοὶ λέγουσι· Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπώλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. Διὰ τοῦτο προφήτευσον, καὶ εἰπὲ πρὸς αὐτούς· Τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ· καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου. Καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος· ἐλάλησα, καὶ ποιήσω, λέγει Κύριος Κύριος.


Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς Θ (9)

Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων.

Στίχ. α΄ Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Στίχ. β΄ Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.


Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(ε´ 6-8, Γαλ. γ΄ 13-14)

Ἀδελφοί, μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ Πάσχα ἡμῶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γάρ· «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου»· ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἁβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.


Ἦχος πλ. α´. Ψαλμὸς ΞΖ (67)

Ἀλληλούϊα. (γ΄)

Στίχ. α´. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱνἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Ἀλληλούϊα. (γ΄)

Στίχ. β´. Ὡς ἐκλείπει καπνὸς ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ.

Ἀλληλούϊα. (γ΄)

Στίχ. γ´. Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ.


Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.
(Κεφ. κζ´ 62 – 66)

Τῇ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.


Ὁ χορός· Δόξα σοι, Κύριε, δόξα σοι.


Ὁ ἱερεύς, Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡµῶν εἴπωμεν.


Ὁ χορός· Κύριε, ἐλέησον (καὶ μετὰ ἀπὸ κάθε αἴτηση).


Ὁ ἱερεύς, Κύριε παντοκράτορ ὁ Θεός των πατέρων ἡµῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἐλέησον ἡµᾶς ὁ Θεὸς κατὰ τὸ µέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡµῶν.
Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡµῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡµῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν του ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης,καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡµῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦμἀπεκδεχομένου τὸ παρὰ Σοῦ µέγα καὶ πλούσιον ἔλεος.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Ὁ χορός· Ἀμήν


Ὁ ἱερεύς, Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου, αἰτησώμεθα.


Ὁ χορός (σε κάθε δέηση)· Παράσχου, Κύριε.


Ὁ ἱερεύς, Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα. Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. Τα καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν Ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.


Ὁ χορός· Σοί, Κύριε.


Ὁ ἱερεύς, Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Ὁ χορός· Ἀμήν.


Ὁ ἱερεύς, Εἰρήνη πᾶσι.


Ὁ χορός· Καὶ τῷ πνεύματί σου.


Ὁ ἱερεύς, Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.


Ὁ χορός· Σοί, Κύριε.


Ὁ ἱερεύς, Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορὼν καὶ τῷ παντεφόρω σου ὄμματι ἐπιβλέπων ἐπὶ πάσαν τὴν κτίσην, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ δεόμεθα σου, ἅγιε ἁγίων, Ἔκτεινον τὴν χεῖρα σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς, καὶ εἰ τί ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου.


Ἐκφώνως, Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Ὁ χορός· Ἀμήν.


Ὁ ἱερεύς ποιεῖ τήν Ἀπόλυσιν.

Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς.