Εσπερινός της γονυκλισίας
Εσπερινός της γονυκλισίας

Εσπερινός της γονυκλισίας

Κυριακή της Πεντηκοστής

Ακολουθία της γονυκλισίας


Ὁ ἱερεύς, Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός· Ἀμήν.


Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.


Ψαλμός ΡΓ’ (103)

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλῦψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει· ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆ σαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον. Δόντος σου αὐτοῖς, συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.


Καὶ πάλιν

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι, ὁ Θεός. (ἐκ γ´)


Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.


Ὁ ἱερεύς, Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ χορός· Κύριε, ἐλέησον (καὶ μετὰ ἀπὸ κάθε αἴτηση)


Ὁ ἱερεύς, Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν Βαρθολομαίου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὴν χάριν τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν κλινόντων τὰς καρδίας αὐτῶν ἐνώπιον Κυρίου καὶ τὰ γόνατα τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἐνισχυθῆναι ἡμᾶς πρὸς τελείωσιν εὐαρεστήσεως τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ καταπεμφθῆναι πλούσια τὰ ἐλέη αὐτοῦ ἐφ᾿ ἡμᾶς τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δεχθῆναι τὴν γονυκλισίαν ἡμῶν ὡς θυμίαμα ἐνώπιον αὐτοῦ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν χρῃζόντων τῆς παρ᾿ αὐτοῦ βοηθείας τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ χορός· Σοί, Κύριε.

Ὁ ἱερεύς, Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Ψαλμὸς ρμ´ (140). Ἦχος δ’.

Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.


Ψαλμὸς ρμα´ (141).

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.


Ψαλμὸς ρκθ´ (129).


Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.


Ἦχος δ´.


Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Παράδοξα σήμερον, εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ Ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος, καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι· καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Παράδοξα σήμερον, εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ Ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος, καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι· καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ᾿ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον· ζωή, καὶ ζωοποιοῦν· φῶς, καὶ φωτὸς χορηγόν· αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· δι᾿ οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ᾿ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον· ζωή, καὶ ζωοποιοῦν· φῶς, καὶ φωτὸς χορηγόν· αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· δι᾿ οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.


Ψαλμὸς ρις´ (116).


Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά. Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον, καθαῖρον τὰ πταίσματα. Θεός, καὶ θεοποιοῦν· πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· δι᾿ οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν. Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον, εἰς νομὰς χαρισμάτων.

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά. Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον, καθαῖρον τὰ πταίσματα. Θεός, καὶ θεοποιοῦν· πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· δι᾿ οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν. Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον, εἰς νομὰς χαρισμάτων.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ψαλλομένου τοῦ Καὶ νῦν γίνεται ἡ εἴσοδος ὑπὸ τοῦ ἱερέως.


Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός· ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

Ὁ ἱερεύς, Σοφία· ὀρθοί.

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.

Ὁ ἱερεύς, Ἑσπέρας προκείμενον.


Ἦχος βαρύς. Ψαλμὸς ος´ (76).


Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Στίχ. α´. Ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.

Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Στίχ. β´. Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.

Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Στίχ. γ´. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου.

Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Ὁ ἱερεύς, Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν.


Ὁ ἱερεύς, Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι. Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ ἱερεύς, Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Ὁ χορός· Κύριε, ἐλέησον.

Ὁ ἱερεύς, Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν.


Ὁ ἱερεύς, Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Ὁ χορός· Κύριε, ἐλέησον. (καὶ μετὰ ἀπὸ κάθε αἴτηση)

Ὁ ἱερεύς, Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας ἐκκλησίας ταύτης.
Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδί-μων κτιτόρων τοῦ ἁγίου ναοῦ τούτου καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός· Ἀμήν.


Ὁ ἱερεύς, Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν.


Ὁ ἱερεύς, Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι. Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Εὐδοκίᾳ, καὶ χάριτι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός· Ἀμήν

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ ἱερεύς, Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν.


Ὁ ἱερεύς, Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι. Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Σὺ γὰρ εἶ ἡ ἀνάπαυσις, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός· Ἀμήν.


Ὁ ἱερεύς, Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


Ὁ χορός· Κύριε, ἐλέησον.


Ὁ ἱερεύς, Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου, αἰτησώμεθα.


Ὁ χορός (σε κάθε δέηση)· Παράσχου, Κύριε.


Ὁ ἱερεύς, Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα. Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. Τα καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν Ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.


Ὁ χορός· Σοί, Κύριε.


Ὁ ἱερεύς, Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Ὁ χορός· Ἀμήν.


Ὁ ἱερεύς, Εἰρήνη πᾶσι.


Ὁ χορός· Καὶ τῷ πνεύματί σου.


Ὁ ἱερεύς, Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.


Ὁ χορός· Σοί, Κύριε.


Ὁ ἱερεύς μυστικῶς, Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανούς, καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ Κριτῇ οἱ σοὶ δοῦλοι τὰς ἑαυτῶν ἔκλιναν κεφαλάς, τοὺς δὲ αὑτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν, καὶ τὴν ἐπιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων, καὶ ἐνθυμήσεων πονηρῶν.


Ἐκφώνως, Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Ὁ χορός· Ἀμήν.


Ἰδιόμελα. Ἦχος γ΄

Νῦν εἰς σημεῖον τοῖς πᾶσιν, ἐμφανῶς αἱ γλῶσσαι γεγόνασιν· Ἰουδαῖοι γάρ, ἐξ ὧν κατὰ σάρκα Χριστός, ἀπιστίᾳ νοσήσαντες, θεϊκῆς ἐξέπεσον χάριτος, καὶ τοῦ θείου φωτὸς οἱ ἐξ ἐθνῶν ἠξιώθημεν, στηριχθέντες τοῖς λόγοις τῶν Μαθητῶν, φθεγγομένων τὴν δόξαν τοῦ εὐεργέτου τῶν ὅλων Θεοῦ· μεθ᾿ ὧν τὰς καρδίας σὺν τοῖς γόνασι κλίναντες, ἐν πίστει προσκυνήσωμεν, τῷ ἁγίῳ Πνεύματι στηριχθέντες, Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν ταῖς ἐγκάτοις μου.

Νῦν τὸ Παράκλητον Πνεῦμα, εἰς πᾶσαν σάρκα ἐκκέχυται· Ἀποστόλων γάρ χορείας ἀρξάμενον, ἐξ αὐτῶν κατὰ μέθεξιν τοῖς πιστοῖς τὴν χάριν ἐφήπλωσε, καὶ πιστοῦται αὑτοῦ τὴν κραταιὰν ἐπιφοίτησιν, ἐν πυρίνῳ τῷ εἴδει τοῖς Μαθηταῖς διανέμον τὰς γλώσσας, εἰς ὑμνῳδίαν καὶ δόξαν Θεοῦ· διὸ τὰς καρδίας νοερῶς ἐλλαμπόμενοι, ἐν πίστει στηριχθέντες τῷ ἁγίῳ Πνεύματι, δυσωποῦμεν σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Μὴ ἀποῤῥίψῃς με, ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.

Νῦν περιβάλλονται κράτος, οἱ Χριστοῦ ἀφ᾿ ὕψους Ἀπόστολοι· ἐγκαινίζει γὰρ αὐτοὺς ὁ Παράκλητος ἐν αὐτοῖς καινιζόμενος, μυστικῇ καινότητι γνώσεως· ἣν ταῖς ξέναις φωναῖς, καὶ ὑψηγόροις κηρύττοντες, τὴν ἀΐδιον φύσιν τε καὶ ἁπλῆν, τρισυπόστατον σέβειν τοῦ εὐεργέτου τῶν ὅλων Θεοῦ, ἡμᾶς ἐκδιδάσκουσι· διὸ φωτισθέντες τοῖς ἐκείνων διδάγμασι, Πατέρα προσκυνήσωμεν, σὺν Υἱῷ καὶ Πνεύματι, δυσωποῦντες σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἦχος πλ. δ´

Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα προσκυνήσωμεν, Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι. Πατὴρ γὰρ ἀχρόνως ἐγέννησεν Υἱόν, συναΐδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅγιον ἦν ἐν τῷ Πατρί, σὺν Υἱῷ δοξαζόμενον· μία δύναμις, μία οὐσία, μία Θεότης, ἣν προσκυνοῦντες πάντες λέγομεν· Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας δι᾿ Υἱοῦ, συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Ἅγιος ἰσχυρός, δι᾿ οὗ τὸν Πατέρα ἐγνώκαμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεδήμησεν ἐν κόσμῳ. Ἅγιος ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον· Τριὰς ἁγία, δόξα σοι.


Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.


Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

Καὶ ψάλλεται τὸ ἀπολυτίκιον τῆς ἑορτῆς.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι᾿ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα σοι. (ἐκ γ´)


Ὁ ἱερεύς, Ὁ ὤν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν , πάντοτε; νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός· Στερεώσαι Κύριος ὁ Θεὸς τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ ἐκκλησίᾳ ταύτῃ εἰς αἰῶνας αἰώνων.

Ὁ ἱερεύς, Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὁ χορός· Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.


Ὁ ἱερεύς ποιεῖ τήν Ἀπόλυσιν.

Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς.