Μικρό Απόδειπνο
Μικρό Απόδειπνο

Μικρό Απόδειπνο

Μικρό Απόδειπνο


Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.


Δόξα Σοί ὁ Θεός ἡμῶν, δόξα Σοί.


Βασιλεῦ οὐράνιε, Παράκλητε, τό πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἡμῖν καί καθάρισον ἡμᾶς ἀπό πάσης κηλῖδος καί σῶσον Ἀγαθέ τάς ψυχάς ἡμῶν.


Το Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς. (3)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Παναγία Τριάς, ἐλέησον ημάς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἡμῖν. Ἅγιε, επίσκεψε καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος Σου.


Κύριε ἐλέησον γ’ (3)


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα Σου, ἐλθέτω ἡ βασιλεία Σου, γενηθήτω τό θέλημα Σοῦ ὡς ἐν ουρανό καί ἐπί τῆς γής. Τον ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον, καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καί μή εἰσενέγκῃς ἡμᾶς εἴς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.


Κύριε ἐλέησον ιβ’ (12).


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῶ.

Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Χριστῶ τῷ Βασιλεῖ ἡμῶν Θεῶ.

Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Αὑτῷ Χριστῶ τῷ Βασιλεῖ καί Θεῶ ἡμῶν.


Ψαλμός Ν’ (50)


Ἐλέησον με, ὁ Θεός, κατά τό μέγα ἔλεος Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλύνον με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἔστι διαπαντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα ὅπως ἀν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτίεις μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός καί πνεῦμα ευθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό πνεῦμα Σου τό ἅγιον μή αντανέλῃς απ΄εμού. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξον με. Διδάξω ἀνόμους τάς ὀδούς Σου καί ἀσεβεῖς ἐπί Σε ἐπιστρέψουσι. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν ὁλοκαυτώματα ούκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ὰγάθυνον Κύριε ἐν τῆ εὐδοκία Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.


Ψαλμός ΞΘ’ (69)


Ὁ Θεός, εἰς τήν βοήθειαν μου πρόσχες Κύριε, εἰς τό βοηθήσαι μοι σπεῦσον. Αἰσχυνθήτωσαν καί ἐντραπήτωσαν οἱ ζητοῦντες τήν ψυχήν μου ἀποστραφήτωσαν εἰς τά ὀπίσω καί καταισχυνθήτωσαν οἱ βουλόμενοι μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντες μοι Εὖγε, εὖγε! Αγαλλιάσθωσαν καί εὐφρανθήτωσαν ἐπί σοι πάντες οἱ ζητοῦντες Σε, ὁ Θεός καί λεγέτωσαν διαπαντός. Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τό σωτήριον Σου. Ἐγώ δε πτωχός εἰμί καί πένης ὁ Θεός, βοήθησον μοι, βοηθός μου καί ῥύστης μου εἰ Σύ, Κύριε μή χρονίσῃς.


Ψαλμός ΡΜΒ’ (142)


Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου πᾶς ζῶν. ΄Οτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου• ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ηκηδίασεν επ΄ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σε τάς χεῖρας μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου απ΄ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοι τό πρωί τό ἔλεος Σου, ὅτι ἐπί σοι ἤλπισα Γνώρισον μοι, Κύριε, ὀδόν, ἐν ἡ πορεύσομαι, ὅτι πρός Σε ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε πρός Σε κατέφυγον δίδαξον με τοῦ ποιεῖν τό θέλημα Σου, ὅτι Σύ εἷ ὁ Θεός μου. Τό πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῆ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῆ δικαιοσύνη Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἶμι.


Δοξολογία Μικρά


Δόξα ἐν ὑψίστοις Θέο, καί ἐπί γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν Σε, εὐλογοῦμεν Σε, προσκυνοῦμεν Σε, δοξολογοῦμεν Σε, εὐχαριστοῦμεν Σοι, γία τήν μεγάλην Σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ. Κύριε Υἱέ μονογενές, Ἰησοῦ Χριστέ, καί Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνός τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός , ὁ αἴρων τήν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τάς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τήν δέησην ἡμῶν, ὁ καθήμενος ἐν δεξιά τοῦ Πατρός, καί ἐλέησον ἡμᾶς. Ὅτι Σύ εἰ μόνος Ἅγιος, Σύ εἰ μόνος Κύριος, Ἰησοῦς, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἑσπέραν εὐλογήσω Σε καί αἰνέσω τό ὄνομα σου εἰς τόν αἰῶνα, καί εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγῇ ἐγεννήθης ἡμῖν ἐν γενεᾷ καί γενεά. Εγώ εἶπα, Κύριε ἐλέησον με, ἴασαι τήν ψυχήν μου, ὅτι ἥμαρτον Σοι. Κύριε, πρός σέ κατέφυγον, δίδαξον με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι Σύ εἰ ὁ Θεός μου. Ὅτι παρά Σοί πηγῇ ζωῆς, ἐν τῷ φωτί Σου ὀψόμεθα φώς. Παράτεινον τό ἔλεος Σου τοῖς γινώσκουσι Σε. Καταξίωσον, Κύριε, ἐν τῆ νυκτί ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ημάς. Ευλογητός εἰ Κύριε, ὁ Θεός τῶν Πατέρων ἡμῶν, καί αἰνετόν καί δεδοξασμένον τό ὄνομα Σου εἰς τούς αἰῶνας. Αμήν. Γένειτο, Κύριε,το ἔλεος Σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπί Σε. Εὐλογητός εἷ, Κύριε ὁ Θεός τῶν πατέρων ἡμῶν καί αἰνετόν καί δεδοξασμένον τό ὄνομα Σου εἰς τούς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τό ἔλεος Σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπί Σέ. Εὐλογητός εἰ, Δέσποτα, συνέτισον με τά δικαιώματα σου, Εὐλογητός εἴ, Ἅγιε φώτισον με τοῖς δικαιώμασι Σου. Κύριε τό ἔλεος σου εἰς τόν αἰῶνα, τά ἔργα τῶν χειρῶν Σου μή παρίδῃς. Σοι πρέπει αἶνος, Σοι πρέπει ὕμνος, Σοι δόξα πρέπει, τῷ Πατρί καί τό Υἱῶ καί τό Αγίο Πνεύματι, νῦν καί ἀεί καί εἴς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Το σύμβολον της πίστεως


Πιστεύω εἴς ἔνα Θεόν, Πατέρα παντοκράτορα, ποιητήν οὐρανοῦ καί γῆς, ὁρατῶν τε πάντων καί ἀοράτων. Καί εἰς ἔνα Κύριον Ιησοῦν Χριστόν, τόν Υἱόν τοῦ Θεοῦ τόν μονογενῆ, τόν ἐκ τοῦ Πατρός γεννηθέντα πρό πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεόν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὐ τά πάντα ἐγένετο. Τόν δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καί σαρκωθέντα ἐκ Πνεύματος Ἀγίου καί Μαρίας τῆς Παρθένου καί ἐνανθρωπῆσαντα. Σταυρωθέντα τε ὑπέρ ἡμῶν ἐπί Ποντίου Πιλάτου καί παθόντα καί ταφέντα. Καί ἀναστάντα τῆ τρίτη ἡμέρα κατά τάς Γραφάς. Καί ἀνελθόντα εἴς τούς οὐρανούς καί καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός, Καί πάλιν ἐρχομενόν μετά δόξης κρίναι ζῶντας καί νεκρούς, οὗ τῆς βασιλείας ούκ ἔσται τέλος. Καί εἰς τό Πνεῦμα τό Ἅγιον, τό Κύριον, τό ζωοποιόν, τό ἐκ τοῦ Πατρός ἐκπορευόμενον, τό σύν Πατρί καί Υἱῶ συμπροσκυνούμενον καί συνδοξαζόμενον, τό λαλῆσαν διά τῶν προφητῶν. Εἴς μίαν, ἀγίαν, καθολικήν καί Ἀποστολικήν Ἐκκλησίαν. Ὁμολογῶ ἐν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρών. Καί ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.


Τη υπερμάχω στρατηγώ τα νικητήρια. Ως λυτρωθείσα των δεινών ευχαριστήρια. Αναγράφω Σοι η πόλις Σου, Θεοτόκε. Αλλ’ ως έχουσα το κράτος απροσμάχητον. Εκ παντοίων με κινδύνων ελευθέρωσων, ίνα κράζω Σοι,


Χαίρε, Νύμφη Ανύμφευτε.


Άγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη, ειπείν τή Θεοτόκω τό Χαίρε (3) καί σύν τή ασωμάτω φωνή, σωματούμενόν σε θεωρών Κύριε, εξίστατο καί ίστατο, κραυγάζων πρός αυτήν τοιαύτα.

Χαίρε, δι’ ής η χαρά εκλάμψει, χαίρε, δι’ ής η αρά εκλείψει. Χαίρε, τού πεσόντος , Αδάμ η ανάκλησις, χαίρε τών δακρύων τής Εύας η λύτρωσις. Χαίρε, ύψος δυσανάβατον ανθρωπίνοις λογισμοίς, χαίρε, βάθος δυσθεώρητον καί Αγγέλων οφθαλμοίς. Χαίρε, ότι υπάρχεις Βασιλέως καθέδρα, χαίρε, ότι βαστάζεις τόν βαστάζοντα πάντα. Χαίρε, αστήρ εμφαίνων τόν Ήλιον, χαίρε, γαστήρ ενθέου σαρκώσεως. Χαίρε, δι’ ής νεουργείται η κτίσις, χαίρε, δι’ ής βρεφουργείται Κτίστης.


Χαίρε, Νύμφη Ανύμφευτε.


Βλέπουσα η Αγία, εαυτήν εν αγνεία, φησί τώ Γαβριήλ θαρσαλέως. Τό παράδοξόν σου τής φωνής, δυσπαράδεκτόν μου τή ψυχή φαίνεται, ασπόρου γάρ συλλήψεως τήν κύησιν πώς λέγεις; κράζων,  


Αλληλούϊα.


Γνώσιν άγνωστον γνώναι, η Παρθένος ζητούσα, εβόησε πρός τόν λειτουργούντα: Εκ λαγόνων αγνών, Υιόν πώς εστι τεχθήναι δυνατόν, λέξον μοι. Πρός ήν εκείνος έφησεν εν φόβω, πλήν κραυγάζων ούτω,

Χαίρε, βουλής απορρήτου μύστις, χαίρε, σιγής δεομένων πίστις. Χαίρε, τών θαυμάτων Χριστού τό προοίμιον, χαίρε, τών δογμάτων αυτού τό κεφάλαιον. Χαίρε, κλίμαξ επουράνιε, δι ‘ ής κατέβη ο Θεός, χαίρε γέφυρα μετάγουσα τούς εκ γής πρός ουρανόν.  Χαίρε, τό τών Αγγέλων πολυθρύλητον θαύμα, χαίρε, τό τών δαιμόνων πολυθρήνητον τραύμα. Χαίρε, τό Φώς αρρήτως γεννήσασα, χαίρε, τό πώς μηδένα διδάξασα. Χαίρε, σοφών υπερβαίνουσα γνώσιν, χαίρε, πιστών καταυγάζουσα φρένας.

Χαίρε, Νύμφη Ανύμφευτε.


Δύναμις τού Υψίστου, επεσκίασε τότε, πρός σύλληψιν τή Απειρογάμω καί τήν εύκαρπον ταύτης νηδύν, ως αγρόν υπέδειξεν ηδύν άπασι, τοίς θέλουσι θερίζειν σωτηρίαν, εν τώ ψάλλειν ούτως. 


Αλληλούϊα.


Έχουσα θεοδόχον, η Παρθένος τήν μήτραν, ανέδραμε πρός τήν Ελισάβετ, τό δέ βρέφος εκείνης ευθύς, επιγνόν τόν ταύτης ασπασμόν, έχαιρε! καί άλμασιν ως άσμασιν, εβόα πρός τήν Θεοτόκον.

Χαίρε, βλαστού αμαράντου κλήμα, χαίρε, καρπού ακηράτου κτήμα. Χαίρε, γεωργόν γεωργούσα φιλάνθρωπον, χαίρε, φυτουργόν τής ζωής ημών φύουσα. Χαίρε, άρουρα βλαστάνουσα ευφορίαν, οικτιρμών, χαίρε, τράπεζα βαστάζουσα ευθηνίαν ιλασμών. Χαίρε, ότι λειμώνα τής τρυφής αναθάλλεις, χαίρε, ότι λιμένα τών ψυχών ετοιμάζεις. Χαίρε, δεκτόν πρεσβείας θυμίαμα, χαίρε, παντός τού κόσμου εξίλασμα. Χαίρε, Θεού πρός θνητούς ευδοκία, χαίρε, θνητών πρός Θεόν παρρησία.


Χαίρε, Νύμφη Ανύμφευτε.


Ζάλην ένδοθεν έχων, λογισμών αμφιβόλων, ο σώφρων Ιωσήφ εταράχθη, πρός τήν άγαμόν σε θεωρών, καί κλεψίγαμον υπονοών Άμεμπτε, μαθών δέ σου τήν σύλληψιν εκ Πνεύματος αγίου, έφη.  


Αλληλούϊα.


Ήκουσαν οι ποιμένες των Αγγέλων υμνούντων την ένσαρκον Χριστού παρουσίαν, και δραμόντες ως προς ποιμένα, θεωρούσι τούτον ως αμνόν άμωμον, εν τη γαστρί Μαρίας Βοσκηθέντα, ην υμνούντες είπον,

Χαίρε, αμνού και ποιμένος μήτηρ, χαίρε, αυλή λογικών προβάτων. Χαίρε, αοράτων εχθρών αμυντήριον, χαίρε, Παραδείσου θυρών ανοικτήριον. Χαίρε, ότι τα ουράνια συναγάλλεται τη γη, χαίρε, ότι τα επίγεια συγχορεύει ουρανοίς. Χαίρε, των Αποστόλων το ασίγητον στόμα, χαίρε, των αθλοφόρων το ανίκητον θάρσος. Χαίρε, στερρόν της πίστεως έρεισμα, χαίρε, λαμπρόν της χάριτος γνώρισμα. Χαίρε, δι’ ης εγυμνώθη ο Άδης, χαίρε, δι’ ης ενεδύθημεν δόξαν.


Χαίρε, Νύμφη Ανύμφευτε.


Θεοδρόμον αστέρα θεωρήσαντες Μάγοι, τη τούτου ηκολούθησαν αίγλη, και ως λύχνον κρατούντες αυτόν, δι’ αυτού ηρεύνων κραταιόν άνακτα, και φθάσαντες τον άφθαστον, εχάρησαν Αυτώ βοώντες,


Αλληλούϊα.


Ίδον παίδες Χαλδαίων, εν χερσί της Παρθένου, τον πλάσαντα χειρί τους ανθρώπους, και Δεσπότην νοούντες αυτόν, ει και δούλου έλαβε μορφήν, έσπευσαν τοις δώροις θεραπεύσαι και βοήσαι τη Ευλογημένη,

Χαίρε, αστέρος αδύτου Μήτηρ, χαίρε, αυγή μυστικής ημέρας. Χαίρε, της απάτης την κάμινον σβέσασα, χαίρε, της τριάδος τους μύστας φωτίζουσα. Χαίρε, τύραννον απάνθρωπον εκβαλούσα της αρχής, χαίρε, Κύριον φιλάνθρωπον επιδείξασα Χριστόν. Χαίρε, η της βαρβάρου λυτρουμένη θρησκείας, χαίρε, η του βορβόρου ρυομένη των έργων. Χαίρε, πυρός προσκύνησιν παύσασα, χαίρε, φλογός παθών απαλλάτουσα. Χαίρε, πιστών οδηγέ σωφροσύνης, χαίρε, πασών γενεών ευφροσύνη.


Χαίρε, Νύμφη Ανύμφευτε.


Κήρυκες θεοφόροι γεγονόντες οι Μάγοι, υπέστρεψαν εις την Βαβυλώνα, εκτελέσαντές σου τον χρησμόν και κηρύξαντές σε τον Χριστόν άπασιν, αφέντες τον Ηρώδην ως ληρώδη, μη ειδότα ψάλλειν, 


Αλληλούϊα.


Λάμψας εν τη Αιγύπτω φωτισμόν αληθείας, εδίωξας του ψεύδους το σκότος, τα γαρ είδωλα ταύτης, Σωτήρ, μη ενέγκαντά σου την ισχύν πέπτωκεν, οι τούτων δε ρυσθέντες εβόων προς την Θεοτόκον,

Χαίρε, ανόρθωσις των ανθρώπων, χαίρε, κατάπτωσις των δαιμόνων. Χαίρε, της απάτης την πλάνην πατήσασα, χαίρε, των ειδώλων τον δόλον ελέγξασα. Χαίρε, θάλασσα ποντίσασα Φαραώ τον νοήτον, χαίρε, πέτρα η ποτίσασα τους διψώντας την ζωήν. Χαίρε, πύρινε στύλε, οδηγών τους εν σκότει, χαίρε, σκέπη του κόσμου, πλατυτέρα νεφέλης. Χαίρε, τροφή του μάννα διάδοχε, χαίρε, τρυφής αγίας διάκονε. Χαίρε, η Γη της επαγγελίας, χαίρε, εξ ης ρέει μέλι και γάλα.


Χαίρε, Νύμφη Ανύμφευτε.


Μέλλοντος Συμεώνος του παρόντος αιώνος μεθίστασθαι του απατεώνος, επεδόθης ως βρέφος αυτώ, αλλ’ εγνώσθης τούτω και Θεός τέλειος, διόπερ εξεπλάγη σου την άρρητον σοφίαν, κράζων, 


Αλληλούϊα.


Νέαν έδειξε κτίσιν, εμφανίσας ο Κτίστης, υμίν τοις υπ’ αυτού γενομένοις εξ ασπόρου βλαστήσας γαστρός, και φυλάξας ταύτην, ώσπερ ην, άφθορον, ίνα το θαύμα βλέποντες, υμνήσωμεν αυτήν, βοώντες,

Χαίρε, το άνθος της αφθαρσίας, χαίρε, το στέφος της εγκρατείας. Χαίρε, αναστάσεως τύπον εκλάμπουσα, χαίρε, των Αγγέλων τον βίον εμφαίνουσα. Χαίρε, δένδρον αγλαόκαρπον, εξ ου τρέφονται πιστοί, χαίρε, ξύλον ευσκιόφυλλον, υφ’ ου σκέποναι πολλοί. Χαίρε, κυοφορούσα οδηγόν πλανωμένοις, χαίρε, απογεννώσα λυτρωτήν αιχμαλώτοις. Χαίρε, Κριτού δικαίου δυσώπησις, χαίρε, πολλών πταιόντων συγχώρησις. Χαίρε, στολή των γυμνών παρρησίας, χαίρε, στοργή πάντα πόθον νικώσα.


Χαίρε, Νύμφη Ανύμφευτε.


Ξένον τόκον ιδόντες, ξενωθώμεν του κόσμου, τον νουν εις ουρανόν μεταθέντες, διά τούτο γαρ ο υψηλός Θεός επί γης εφάνη ταπεινός άνθρωπος, βουλόμενος ελκύσαι προς το ύψος τους Αυτώ βοώντας, 


Αλληλούϊα.


Όλος ην εν τοις κάτω, και των άνω ουδόλως απήν ο απερίγραπτος Λόγος, συγκατάβασις γαρ θεϊκή, ου μετάβασις δε τοπική γέγονε, και τόκος εκ Παρθένου θεολήπτου ακουούσης ταύτα,

Χαίρε, Θεού αχωρήτου χώρα, χαίρε, σεπτού μυστηρίου θύρα. Χαίρε, των απίστων αμφίβολον άκουσμα, χαίρε, των πιστών αναμφίβολον καύχημα. Χαίρε, όχημα πανάγιον του επί των Χερουβείμ, χαίρε, οίκημα πανάριστον του επί των Σεραφείμ. Χαίρε, η ταναντία εις ταυτό αγαγούσα, χαίρε, η παρθενίαν και λοχείαν ζευγνύσα. Χαίρε, δι’ ης ελύθη παράβασις, χαίρε, δι’ ης ηνοίχθη Παράδεισος. Χαίρε, η κλεις της Χριστού βασιλείας, χαίρε, ελπίς αγαθών αιωνίων.


Χαίρε, Νύμφη Ανύμφευτε.


Πάσα φύσις Αγγέλων κατεπλάγη το μέγα της σης ενανθρωπήσεως έργον, τον απρόσιτον γαρ ως Θεόν, εθεώρει πάσι προσιτόν άνθρωπον ημίν μεν συνδιάγοντα, ακούοντα δε παρά πάντων ούτως,


Αλληλούϊα.


Ρήτορας πολυφθόγγους ως ιχθύας αφώνους ορώμεν επί σοι, Θεοτόκε, απορούσι γαρ λέγειν το πως και Παρθένος μένεις και τεκείν ίσχυσας, ημείς δε το Μυστήριον θαυμάζοντες, πιστώς βοώμεν,

Χαίρε, σοφίας Θεού δοχείον, χαίρε, προνοίας αυτού ταμείον. Χαίρε, φιλοσόφρους ασόφους δεικνύουσα, χαίρε, τεχνολόγους αλόγους ελέγχουσα. Χαίρε, ότι εμωράνθησαν οι δεινοί συζητηταί, χαίρε, ότι εμαράνθησαν οι των μύθων ποιηταί. Χαίρε, των Αθηναίων τας πλοκάς διασπώσα, χαίρε, των αλιέων τας σαγήνας πληρούσα. Χαίρε, βυθού αγνοίας εξέλκουσα, χαίρε, πολλούς εν γνώσει φωτίζουσα. Χαίρε, ολκάς των θελόντων σωθήναι, χαίρε, λιμήν του βίου πλωτήρων.


Χαίρε, Νύμφη Ανύμφευτε.


Σώσαι θέλων τον κόσμον ο των όλων κοσμήτωρ, προς τούτον αυτεπάγγελτος ήλθε, και ποιμήν υπάρχων ως Θεός, δι’ ημάς εφάνη καθ’ ημάς άνθρωπος, ομοίω γαρ το όμοιον καλέσας, ως Θεός ακούει,


Αλληλούϊα.


Τείχος εί τών Παρθένων, Θεοτόκε Παρθένε, καί πάντων τών εις σέ προστρεχόντων, ο γάρ τού ουρανού καί τής γής, κατεσκεύασέ σε Ποιητής Άχραντε, οικήσας εν τή μήτρα σου, καί πάντας σοι προσφωνείν διδάξας,

Χαίρε, η στήλη τής παρθενίας, χαίρε, η πύλη τής σωτηρίας. Χαίρε, αρχηγέ νοητής αναπλάσεως, χαίρε, χορηγέ θεϊκής αγαθότητος. Χαίρε, σύ γάρ ανεγέννησας τούς συλληφθέντας αισχρώς, χαίρε, σύ γάρ ενουθέτησας τούς συληθέντας τόν νούν. Χαίρε, η τόν φθορέα τών φρενών καταργούσα, χαίρε, η τόν σπορέα τής αγνείας τεκούσα. Χαίρε, παστάς ασπόρου νυμφεύσεως, χαίρε, πιστούς Κυρίω αρμόζουσα. Χαίρε, καλή κουροτρόφε παρθένων, χαίρε, ψυχών νυμφοστόλε αγίων. 


Χαίρε, Νύμφη Ανύμφευτε.


Ύμνος άπας, ηττάται, συνεκτείνεσθαι σπεύδων, τώ πλήθει τών πολλών οικτιρμών σου, ισαρίθμους γάρ τή ψάμμω ωδάς, άν προσφέρωμέν σοι, Βασιλεύ άγιε, ουδέν τελούμεν άξιον, ων δέδωκας ημίν, τοίς σοί βοώσιν, 


Αλληλούϊα.


Φωτοδόχον λαμπάδα, τοίς εν σκότει φανείσαν, ορώμεν τήν αγίαν Παρθένον, τό γάρ άϋλον άπτουσα φώς, οδηγεί πρός γνώσιν θεϊκήν άπαντας, αυγή τόν νούν φωτίζουσα, κραυγή δέ τιμωμένη ταύτα,

Χαίρε, ακτίς νοητού Ηλίου, χαίρε, βολίς τού αδύτου φέγγους. Χαίρε, αστραπή τάς ψυχάς καταλάμπουσα, χαίρε, ώς βροντή τούς εχθρούς καταπλήττουσα. Χαίρε, ότι τόν πολύφωτον ανατέλλεις φωτισμόν, χαίρε, ότι τόν πολύρρητον, αναβλύζεις ποταμόν. Χαίρε, της κολυμβήθρας ζωγραφούσα τον τύπον, χαίρε, τής αμαρτίας αναιρούσα τόν ρύπον. Χαίρε, λουτήρ εκπλύνων συνείδησιν, χαίρε, κρατήρ κιρνών αγαλλίασιν. Χαίρε, οσμή τής Χριστού ευωδίας, χαίρε, ζωή μυστικής ευωχίας.


Χαίρε, Νύμφη Ανύμφευτε.


Χάριν δούναι θελήσας, οφλημάτων αρχαίων, ο πάντων χρεωλύτης ανθρώπων, επεδήμησε δι’ εαυτού, πρός τούς αποδήμους τής αυτού χάριτος, καί σχίσας το χειρόγραφον, ακούει παρά πάντων ούτως,


Αλληλούϊα.


Ψάλλοντές σου τόν τόκον, ανυμνούμέν σε πάντες, ώς έμψυχον ναόν, Θεοτόκε, εν τή σή γάρ οικήσας γαστρί, ο συνέχων πάντα τή χειρί Κύριος, ηγίασεν, εδόξασεν, εδίδαξε βοάν σοι πάντας,


Χαίρε, σκηνή τού Θεού καί Λόγου, χαίρε, Αγία Αγίων μείζων. Χαίρε, κιβωτέ χρυσωθείσα τώ Πνεύματι, χαίρε, θησαυρέ τής ζωής αδαπάνητε. Χαίρε, τίμιον διάδημα, βασιλέων ευσεβών, χαίρε, καύχημα σεβάσμιον, Ιερέων ευλαβών. Χαίρε τής Εκκλησίας ο ασάλευτος πύργος, χαίρε, τής βασιλείας τό απόρθητον τείχος. Χαίρε, δι’ ής εγείρονται τρόπαια, χαίρε, δι’ ής εχθροί καταπίπτουσι. Χαίρε, χρωτός τού εμού θεραπεία, χαίρε, ψυχής τής εμής σωτηρία.


Χαίρε, Νύμφη Ανύμφευτε.


Ώ πανύμνητε Μήτερ, η τεκούσα τόν πάντων Αγίων αγιώτατον Λόγον (3), δεξαμένη τήν νύν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας, καί τής μελλούσης λύτρωσαι κολάσεως τούς σοί βοώντας,


Αλληλούϊα.


Τῆς Τραπεζοῦντος Ἀθλητὴν τὸν περιάκουστον, και Ἐκκλησίας στεφανίτην τὸν πανεύφημον, τὸν ἐν θαύμασι ποικίλοις δεδοξασμένον, ἀνυμνήσωμεν τιμῶντες τὴν ἐπέτειον, τῆς γεννήσεως αὐτοῦ οἱ φιλομάρτυρες, ἀνακράζοντες·


Χαίροις Μάρτυς Εὐγένιε.


Ἄγγελος ἐν τῇ πόλει, Τραπεζοῦντος ἐφάνης, Εὐγένιε τοῖς θείοις σου τρόποις (εκ γ΄), σὺ γὰρ καρτερίᾳ πολλῇ, τὰς ἀπειλὰς τῶν τυράννων καὶ βάσανα, ὑπέμεινας μακάριε, διό σοι προσφωνοῦμεν ταῦτα·

Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ἐδοξάσθη· χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς ἐπικράνθη. Χαῖρε, Τραπεζοῦντος τοῦ Πόντου τὸ βλάστημα· χαῖρε, εὐσεβοῦντος λαοῦ τὸ ἐντρύφημα. Χαῖρε, Μάρτυς ἐνθεώτατος, καὶ ἀρχαῖος Ἀθλητής· χαῖρε, πύκτης γενναιότατος, καὶ ἀνὴρ σεμνοπρεπής. Χαῖρε, ὅτι ἠρνήσω τῶν εἰδώλων τὴν πλάνην· χαῖρε, ὅτι ἐκτήσω Παραδείσου τὰ κάλλη. Χαῖρε, θαυμάτων ῥεῦμα ἀείῤῥοον· χαῖρε, Μαρτύρων ἄνθος ἐπέραστον. Χαῖρε, πολλῶν τῶν ἐκ Πόντου προστάτης· χαῖρε, πιστῶν εὐσεβῶν παραστάτης.


Χαίροις Μάρτυς Εὐγένιε.


Βλάστημα Τραπεζοῦντος, ἐκ τοκέων ἐνθέων, Εὐγένιε ὑπάρχων ἀθέων, δογμάτων τῶν εἰδωλολατρῶν, νηπιόθεν ἀντέκρουσας Ἅγιε, Χριστῷ γὰρ τῷ Παντάνακτι, ἠγάπησας πιστῶς κραυγάζων·


Αλληλούϊα.


Γέγονας τῶν ζητούντων, τοῦ Δεσπότου τὴν πίστιν, διδάσκαλος παμμάκαρ καὶ μύστης, τῶν δαιμόνων γὰρ τὰς διδαχάς, ἀριδήλως ψευδεῖς ἐφανέρωσας, τοῖς φίλοις σου Εὐγένιε, τοῖς ἐκβοῶσί σοι τοιαῦτα

Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ἐδοξάσθη· χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς ἐπικράνθη. Χαῖρε, τὸ ἄγαλμα τῶν Ἀγγέλων· χαῖρε, τὸ θρήνησμα τῶν δαιμόνων. Χαῖρε, ὁ ἐγκρίτως εἰπὼν τὴν ἀλήθειαν· χαῖρε, ὁ ἀτρέμας κτυπῶν τὴν κακότητα. Χαῖρε, κλῆμα τὸ πολύφορον τῆς ἀμπέλου τοῦ Χριστοῦ· χαῖρε, πόμα τὸ γλυκύτατον Ἐκκλησίας τῆς Αὐτοῦ. Χαῖρε, ὅτι ἐκ βρέφους τῷ Θεῷ ἀνετέθης· χαῖρε, ὅτι γενναίως καὶ σοφῶς ἐπαιδεύθης. Χαῖρε, πιστῶν γονέων σου βλάστημα· χαῖρε, Ποντίων πάντων ἀνάστημα. Χαῖρε, ζωῆς αἰωνίας ἐφέτης· χαῖρε, τρυφῆς πονηρᾶς καθαιρέτης.

Χαίροις Μάρτυς Εὐγένιε.


Δύναμιν ἀοράτως, εἰληφὼς θαρσαλέως, ἐσκέλισας ἐχθρὸν τὸν ἀρχαῖον, καὶ τούτου τὰ εἴδωλα σφοδρῶς, ἐν Τραπεζοῦντι ἀπέδειξας ἄψυχα, δοξάζων καρτερόψυχε, τὸ ὄνομα Χριστοῦ καὶ λέγων·


Αλληλούϊα.


Ἔμπλεως χαρισμάτων, οὐρανίων ὑπάρχων, Εὐγένιε ἀνῆλθες εἰς ἄκρον, τῆς εὐσεβείας φωταγωγῶν, ἐσκοτισμένους βροτοὺς θείοις λόγοις σου, διό σε μακαρίζοντες, ἐβόων σοι θερμῶς θεόφρον·

Χαῖρε, διδάσκαλε εὐσθενείας χαῖρε, διάκονε Ἐκκλησίας. Χαῖρε, τοῦ Κυρίου αὐξήσας τὰ τάλαντα· χαῖρε, τῶν Μαρτύρων κοσμήσας τὴν φάλαγγα. Χαῖρε, πλήξας ὥσπερ μάστιγι τὸν ἀόρατον ἐχθρόν· χαῖρε, πλήσας καρτερότητος συναθλούντων σοι χορόν. Χαῖρε, ὅτι ῥεόντων κατεφρόνησας πλοῦτον· χαῖρε, ὅτι ἀτόπων ἐξεφαύλισας ζῆλον. Χαῖρε, κλεινῶν Μαρτύρων ἐφάμιλλος· χαῖρε, στρατοῦ Ἁγίων συμμέτοχος. Χαῖρε, λαμπὰς τῶν ψυχῶν σελασφόρος· χαῖρε, ὀλκὰς τῶν ἐν Πόντῳ μερόπων.


Χαίροις Μάρτυς Εὐγένιε.


Ζάλης Μάρτυς εἰδώλων, τῶν κακούργων δαιμόνων, μακρύνας ὑμνολόγεις τὸν Λόγον, πρὸ τοῦ βήματος τῶν διωκτῶν, ἐν φυλακῇ καὶ ἐν τοῖς μαρτυρίοις σου, Εὐγένιε πανθαύμαστε, ἀπαύστως μελῳδῶν τὸν ὕμνον·


Αλληλούϊα.


Ἤκουσεν ὁ Λυσίας, ὁ θεράπων κακίας, τὴν θείαν σου ὁμολογίαν, Χριστιανὸς εἰμὶ ἀληθῶς, καὶ μαθητὴς τοῦ Σωτῆρος θερμότατος, διὸ ἐν πίστει ἅπαντες, Εὐγένιε ἀναβοῶμεν·

Χαῖρε, ὁ τύπος τῆς εὐτολμίας· χαῖρε, ὁ τόμος τῆς παῤῥησίας. Χαῖρε, ταῖς αἰκίαις ἀσπλάγχνως τυπτόμενος· χαῖρε, προσβολαῖς τοῦ βελίαρ πληττόμενος. Χαῖρε, ἄθλοις ἐγκοσμούμενος ἱεροῖς τὴν σὴν ψυχήν· χαῖρε, ὕθλοις προσβαλλόμενος τῶν ἀθέων τοῖς μωροῖς. Χαῖρε, ὅτι ἐδείχθης τῆς Τριάδος ὁ λάτρης· χαῖρε, ὅτι ἐφάνης καθαιρέτης τῆς πλάνης. Χαῖρε, Σταυροῦ ὁ ἔνθερμος πρόμαχος· χαῖρε, Χριστοῦ ὀνόματος κάτοχος. Χαῖρε, νεότητος ὥραν νικήσας· χαῖρε, εἰς δόξαν Χριστοῦ μαρτυρήσας.


Χαίροις Μάρτυς Εὐγένιε.


Θεϊκῇ ὁπτασίᾳ, νευρωθεὶς ἀπηρνήσω, τῆς φύσεως θεόφρον δειλίαν, καὶ ὡς λέων ὁρμήσας σφοδρῶς, τοῦ Χριστοῦ τὸ ζωοπάροχον ὄνομα, ἐκήρυξας Εὐγένιε, κραυγάζων ἐκ ψυχῆς τὸν ὕμνον·


Αλληλούϊα.


Ἴσχυσας ἀνυποίστου, καὶ σκληρᾶς τιμωρίας, τοῦ ξύλου τῆς εἱρκτῆς καρτερίας, κρουνοῖς γὰρ τῶν αἱμάτων τῶν σῶν, τῶν ἀνομούντων τὸ θράσος διήλεγξας, Εὐγένιε πανθαύμαστε, διό σοι ἐν χαρᾷ βοῶμεν·

Χαῖρε, ὁ κόσμος τῆς Ἐκκλησίας· χαῖρε, ὁ λύχνος θεογνωσίας. Χαῖρε, τῆς ἀπάτης δαιμόνων λυτήριον·χαῖρε, τῶν ἀθέων δογμάτων σβεστήριον. Χαῖρε, ἄνθος εὐωδέστατον τῆς φυτείας τοῦ Χριστοῦ· χαῖρε, δένδρον τὸ πολύφυλλον, καὶ πολύκαρπον ὁμοῦ. Χαῖρε, ὅτι στρεβλώσεις τῶν μελῶν ὑπομένεις· χαῖρε, ὅτι βελίαρ νικηφόρως σκυλεύεις. Χαῖρε, ὑποίσας ποδῶν τὴν διάτρησιν· χαῖρε, ἐλπίσας λαβεῖν τὴν ἀνάψυξιν. Χαῖρε, παθῶν κοινωνὸς τοῦ Σωτῆρος· χαῖρε, ποθῶν ἀγαθῶν αἰωνίων.


Χαίροις Μάρτυς Εὐγένιε.


Κύματα πειρασμῶν σοι, ὁ ἐχθρὸς ἐπεγείρας, ἀπέκρουσας αὐτοῦ τὴν μανίαν, καὶ ῥωμαλεότητι φρενῶν, ὁλεθροτόκον ἰσχὺν ἐξεφαύλισας, Λυσίου τοῦ παράφρονος, καὶ ἔνθους ἀνεβόας Μάρτυς·


Αλληλούϊα.


Λάμψας ἐν Τραπεζοῦντι, καλλοναῖς τῶν σῶν ἄθλων, ἀνίσχες ὡς πολύφωτον ἄστρον, ἐκπέμπων τοῦ Χριστοῦ θεῖον φῶς, πρὸς τὸ εἰδέναι Αὐτοῦ τὰ διδάγματα, πιστοῖς τοῖς ἐκβοῶσί σοι, Εὐγένιε ἐν εὐφροσύνῃ·

Χαῖρε, τὸ σύντριμμα ἀσεβείας· χαῖρε, τὸ ἔρεισμα εὐσεβείας. Χαῖρε, ἀναλγήτων ξοάνων κατάπτωσις· χαῖρε, μισανθρώπων δαιμόνων κατάθλιψις. Χαῖρε, θαύμασι πιστούμενος τοῦ Σωτῆρος τὴν ἰσχύν· χαῖρε, ῥήμασι τρεψάμενος τοῦ Λυσίου τὴν ἰσχύν. Χαῖρε, ὅτι ἐδάρης ὑπ’ ἀνόμων ἀγρίως· χαῖρε, ὅτι ἐῤῥύσθης ἐκ δεινῶν θαυμασίως. Χαῖρε, πυρὸς μαράνας τὴν δύναμιν· χαῖρε, μελῶν δροσίσας τὴν φλόγωσιν. Χαῖρε, πολλοὺς τῶν ἀθέων ἑλκύσας· χαῖρε, στρατὸν διωκτῶν ἐκνευρίσας.


Χαίροις Μάρτυς Εὐγένιε.


Μέγας ἐν Ἀθλοφόροις, καὶ ἐν πᾶσιν Ἁγίοις, Εὐγένιε φανεὶς μαρτυρίοις, ἠδάφισας τυράννου ὀφρύν, καὶ τῶν δαιμόνων τὸ θράσος κατέκοψας, προσβλέπων πρὸς τὰ κρείττονα, τοῦ οὐρανοῦ κραυγάζων πόθῳ·


Αλληλούϊα.


Νεύσει ἐπουρανίᾳ, τὰς πληγὰς καὶ αἰκίας, τοὺς ἥλους τὰ δεσμὰ λοιδορίας, καὶ τμῆσιν τῆς σῆς κάρας σοφέ, ἐν Τραπεζοῦντι Εὐγένιε ἤνεγκας, διό σου τὸ μαρτύριον, γεραίροντες πιστῶς βοῶμεν·

Χαῖρε, θεάμων τῶν οὐρανίων· χαῖρε, ἐπόπτα ζωῆς ἀΰλων. Χαῖρε, ὁ ψυχὴν εὐτρεπίσας τοῖς αἵμασι· χαῖρε, ὁ ἐχθρὸν ἀποπνίξας παλαίσμασι. Χαῖρε, ὅτι προσηλώθησαν τὰ σὰ ἄκρα ἀπηνῶς· χαῖρε, ὅτι ἐσπαθίσθησαν τὰ σὰ μέλη μανικῶς. Χαῖρε, ὅτι τὸ στόμα σου τῷ ξύλῳ ἐφράγη· χαῖρε, ὅτι ἡ κάρα σου τῷ ξίφει ἐσφάγη. Χαῖρε, κλεινῶν Ἁγίων ὑπόδειγμα· χαῖρε, ἀνδρῶν τοῦ Πόντου ἐντρύφημα. Χαῖρε, Λυσίου τὰ νεύρα ἐκκόψας· χαῖρε, πιστῶν τὰς ἀγέλας νευρώσας.


Χαίροις Μάρτυς Εὐγένιε.


Ξένον ἔχων τὸν νοῦν σου, ἐκ ματαίων φροντίδων, μετέστης πρὸς τὸν δῆμον ἀΰλων, καὶ τῷ θείῳ θρόνῳ τοῦ Χριστοῦ, παρεστηκὼς αἰγληφόρος Εὐγένιε, πρεσβεύεις ἀξιάγαστε, ὑπὲρ ἡμῶν τῶν ἐκβοώντων·


Αλληλούϊα.


Ὁλοθύμως βραβεύεις, τοὺς τιμῶντάς σε πίστει, ῥοαῖς χαριτοβρύτων σου μύρων, ἐκ τῶν σῶν λειψάνων Ἀθλητά, ὡς ποταμὸς γὰρ θαυμάτων Εὐγένιε, ἡ λάρναξ καὶ ὁ τάφος σου, ἐδείχθη τοῖς ἀναβοῶσι·

Χαῖρε, τὸ ῥεῦμα τῶν δωρημάτων· χαῖρε, τὸ πέλαγος τῶν θαυμάτων. Χαῖρε, πυρετοῦ Μιχαὴλ ἡ κατάπαυσις· χαῖρε, στρατηγοῦ τοῦ Νικήτα ἡ κούφισις. Χαῖρε, ὅτι ἐνεργούμενον ἰατρεύεις ἐκ δεσμῶν· χαῖρε, ὅτι τὸν κωφάλαλον θεραπεύεις θαυμαστῶς. Χαῖρε, ἡ προστασία τῆς νηὸς ἐν πελάγει· χαῖρε, ἡ σωτηρία τῶν βροτῶν ἐν χειμῶνι. Χαῖρε, πηγὴ ποικίλων ἰάσεων· χαῖρε, ἀστὴρ ἐλλάμψεων χάριτος. Χαῖρε, ἀνδρὸς ἀποδήμου τὸ ἆκος· χαῖρε, γυνῆς ἐκ Κολχίδος τὸ κράτος.


Χαίροις Μάρτυς Εὐγένιε.


Πᾶσαν ἔχων τὴν δόξαν, ἀπαστράπτουσα Μάρτυς, ἑπέστης κληρικοῖς σου κατ’ ὄναρ, ἐκζητήσας σφοδρῶς παρ’ αὐτοῖς, τῶν γενεθλίων σου νέαν πανήγυριν, ἣν πανδημεὶ ἑόρταζον, τῷ σὲ δοξάζοντι βοῶντες·


Αλληλούϊα.


Ῥείθροις τῶν ἰαμάτων, καταρδεύεις νοσοῦντας, καὶ πάντας τοὺς παντοίως ἀλγοῦντας, ἡ θήκη γὰρ τῶν σῶν ὀστῶν, ἐν Τραπεζοῦντι ὡς κρήνη πολύκρουνος, δωρεῖται τὰ αἰτήματα, τοῖς εὐλαβῶς σοι ἐκβοῶσι·

Χαῖρε, ἡ ἔγερσις τῶν καμνόντων· χαῖρε, ἡ πλάτυνσις τῶν στενόντων. Χαῖρε, Διονυσίου ἀνδρὸς ἀναθάῤῥυνσις· χαῖρε, ἀσεβοῦς Μεθοδίου τιμώρησις. Χαῖρε, ὅτι ἐπετίμησας πλεονέκτας μοναχούς· χαῖρε, ὅτι διετήρησας λύχνους τοὺς φωτιστικούς. Χαῖρε, ὁ νουθετήσας Εὐμορφίαν εὐκαίρως· χαῖρε, ὁ ἰατρεύσας τὴν Βαρβάραν ἐνθέως. Χαῖρε, ἀλόγων ζώων ἀσφάλεια· χαῖρε, ἐλλόγων ὄντων μετάνοια. Χαῖρε, Ἐφραὶμ ἡγουμένου τὸ φίλτρον· χαῖρε, σεμνοῦ Νικολάου ὁ φίλος.


Χαίροις Μάρτυς Εὐγένιε.


Σῶσαι θέλων τὸν πρῶτον, μοναστῶν ἐκ παγίδων, ἐκρήμνισας δαιμόνων τὸ πλῆθος, καὶ βδελλῶν ξυνωρίδα σοφέ, ἐκ τῶν σπλάγχνων αὐτοῦ τῇ δυνάμει σου, ἐξήγαγες Εὐγένιε, διὸ πρὸς τὸν Χριστὸν ἐφώνει·


Αλληλούϊα.


Τεῖχος εἶ Τραπεζοῦντος, καὶ Χαλδίας ἁπάσης, πρεσβείαις σου Εὐγένιε Μάρτυς, ἑτοιμότατος γὰρ βοηθός, τῶν προσιόντων σοι πόθῳ Εὐγένιε, ἐφάνης ἐν ταῖς θλίψεσι, καὶ χάριν δίδως τοῖς βοῶσι·

Χαῖρε, λαοῦ ὑψίπυργον τεῖχος· χαῖρε, αὐτοῦ ἀκένωτος πλοῦτος. Χαῖρε, τοῦ υἱοῦ τῆς στείρας ἐνίσχυσις· χαῖρε, μοναστῶν Ὁσίων ὁδήγησις. Χαῖρε, ὅτι τὸν Θεόδωρον τῆς Μονῆς σου ἐλεεῖς· χαῖρε, ὅτι βακτηρίδιον ἀρχιθύτου φανεροῖς. Χαῖρε, Μητροπολίτου Ἰωσὴφ ἡ φαιδρότης· χαῖρε, δικαστικοῦ τοῦ εὐσεβοῦς ποδηγέτης. Χαῖρε, ποδῶν εὐνούχου διόρθωσις· χαῖρε, κλεπτῶν τοῦ φόρου φανέρωσις. Χαῖρε, Μελὶκ ἀλλοθρήσκου τὸ δέος· χαῖρε, τοῦ σοῦ Ἀνδρονίκου τὸ εὖχος.


Χαίροις Μάρτυς Εὐγένιε.


Ὕμνος εὐχαριστίας, ὁ λαὸς ἀναπέμπει, Εὐγένιε πρὸς σὲ καὶ γεραίρει, τὰ τεράστιά σου Ἀθλητά, τὰς ἰάσεις ἐμφανίσεις θαυμάσια, καὶ ἀλλοφύλων πάταξιν, ἀναφωνῶν τὸν θεῖον ὕμνον·


Αλληλούϊα.


Φωτοφόρος ἡ λάρναξ, τῶν σεπτῶν σου λειψάνων, ψυχὰς καταφωτίζουσα πάντων, τῶν προσερχομένων ταπεινῶς, ἐν τῷ Ναῷ σου ἐδείχθη Εὐγένιε, προστάτης γὰρ καὶ ἔφορος, ἡμῶν τῶν ἐκβοώντων πέλεις·

Χαῖρε, ὁ πάντιμος Χριστομάρτυς· χαῖρε, τοῦ Πόντου παντὸς προστάτης. Χαῖρε, ὁ ἐλαύνων ἐχθροῦ τὴν ἐνέργειαν· χαῖρε, ὁ κοπάζων πληγῶν τὴν πυόῤῥοιαν. Χαῖρε, ὅτι ἐφυγάδευσας πυρετὸν ἀσθενειῶν· χαῖρε, ὅτι ἐξηφάνισας πᾶσαν μάστιγα σαρκός. Χαῖρε, μεταβολὴ τῶν ὀδυνῶν εἰς ὑγείαν· χαῖρε, ἡ καταπράϋνσις ἀλγούντων ταχεῖα. Χαῖρε, ἀμέτρων στόνων ἀνάψυξις· χαῖρε, κλαυθμοῦ καὶ πόνων ἐκλύτρωσις. Χαῖρε, ἐρῶν τὸν ἀφρόντιδα βίον· χαῖρε, φιλῶν τῶν Ἀγγέλων τὸν δῆμον.


Χαίροις Μάρτυς Εὐγένιε.


Χρόνον ἐπισημάνας, κληρικοῖς αἰδεσίμοις, γεννήσεως τῆς σῆς ἐν ὀνείροις, ἐξητήσω ὦ ἄνερ σοφέ, ἑορτὴν λαμπροφόρον συστήσασθαι, τῶν μοναστῶν τὸν πρόεδρον, καὶ πάντας τοὺς ἀεὶ βοῶντας·


Αλληλούϊα.


Ψευδοῤῥήμονι γλώττῃ, οἱ πολλὰ ἑπταικότες, ὑμνοῦμέν σου τὰ θαύματα Μάρτυς, καὶ αἰτοῦμεν μὴ παύσῃ ποτέ, ταῖς πρεσβείαις Ποντίων τὸν σύλλογον, περιφρουρῶν Εὐγένιε, βοῶντά σοι τὸ χαῖρε πόθῳ·


Χαῖρε, ὁ ἔκγονος τῶν Ποντίων· χαῖρε, ὁ ἔντιμος τῶν Ἑλλήνων. Χαῖρε, ὀλετὴρ νοημάτων τοῦ δαίμονος· χαῖρε ἀκεστὴρ νοσημάτων τοῦ σώματος. Χαῖρε, σφάγιον θεόδεκτον Τραπεζοῦντος τῆς κλεινῆς· χαῖρε, θῦμα ἐθελόθυτον παρατάξεως Χριστοῦ. Χαῖρε, ὁ ὀλεσίθηρ ψυχοκτόνων θηρίων· χαῖρε, ἱεροκήρυξ διδαχῶν τοῦ Σωτῆρος. Χαῖρε, Χριστὸν κηρύξας τοῖς ἔθνεσι· χαῖρε, σατὰν συντρίψας τὴν ἔπαρσιν. Χαῖρε, ἡμῶν τῶν ὑμνούντων σε αἴγλη· χαῖρε, τῶν χαῖρε βοώντων σοι σκέπη.


Χαίροις Μάρτυς Εὐγένιε.


Ὢ πανάριστε Μάρτυς, Ἀθλητῶν ἡ λαμπρότης, Εὐγένιε Ποντίων σεμνότης (εκ γ΄), εἰς ἀγάπην ἀντέκτησιν νῦν, χαριστήριον μέλισμα πρόσδεξαι καὶ μνήσθητι πρεσβείαις σου, τῶν σὲ ὑμνούντων καὶ βοώντων·


Αλληλούϊα.


Ἄρτος ζωῆς αἰωνιζούσης γενέσθω μοι τὸ Σῶμά σου τὸ ἅγιον, εὔσπλαγχνε Κύριε, καὶ τὸ Τίμιον Αἷμα, καὶ νόσων πολυτρόπων ἀλεξητήριον.

Βεβηλωθεὶς ἔργοις ἀτόποις ὁ δείλαιος, τοῦ σοῦ ἀχράντου Σώματος καὶ Θείου Αἵματος ἀνάξιος ὑπάρχω, Χριστέ, τῆς μετουσίας, ἧς με ἀξίωσον.

Γῆ ἀγαθή, εὐλογημένη Θεόνυμφε, τὸν στάχυν ἡ βλαστήσασα τὸν ἀγεώργητον καὶ σωτήριον κόσμῳ, ἀξίωσόν με τοῦτον τρώγοντα σώζεσθαι.

Δακρύων μοι παράσχου, Χριστέ, ῥανίδας, τὸν ῥύπον τῆς καρδίας μου καθαιρούσας, ὡς ἂν εὐσυνειδότως κεκαθαρμένος, πίστει προσέρχωμαι καὶ φόβῳ, Δέσποτα, ἐν τῇ μεταλήψει τῶν θείων δώρων σου.

Εἰς ἄφεσιν γενέσθω μοι τῶν πταισμάτων τὸ ἄχραντόν σου Σῶμα καὶ θεῖον Αἷμα, εἰς Πνεύματος Ἁγίου τε κοινωνίαν καὶ εἰς αἰώνιον ζωήν, Φιλάνθρωπε, καὶ παθῶν καὶ θλίψεων ἀλλοτρίωσιν.

Ζωῆς τοῦ Ἄρτου τράπεζα, Παναγία, τοῦ ἄνωθεν δι᾿ ἔλεον καταβάντος, καὶ κόσμῳ καινοτέραν ζωὴν διδόντος, κἀμὲ ἀξίωσον νῦν τὸν ἀνάξιον, μετὰ φόβου γεύσασθαι τούτου καὶ ζήσεσθαι.

Ἠθέλησας δι᾿ ἡμᾶς σαρκωθείς, Πολυέλεε, τυθῆναι ὡς πρόβατον διὰ βροτῶν ἁμαρτήματα· ὅθεν ἱκετεύω σε καὶ τὰ ἐμὰ ἐξαλεῖψαι πλημμελήματα.

Θεράπευσον τῆς ψυχῆς μου τὰ τραύματα, Κύριε, καὶ ὅλον ἁγίασον καὶ καταξίωσον, Δέσποτα, ὅπως κοινωνήσω σου τοῦ μυστικοῦ Θείου Δείπνου ὁ ταλαίπωρος.

Ἱλέωσαι καὶ ἐμοὶ τὸν ἐκ σπλάγχνων σου, Δέσποινα, καὶ τήρει με ἄῤῥυπον τὸν σὸν ἱκέτην καὶ ἄμεμπτον, ὅπως εἰσδεχόμενος τὸν νοητὸν μαργαρίτην ἁγιάζωμαι.

Καθὼς προέφης, Χριστέ, γενέσθω δὴ τῷ εὐτελεῖ δούλῳ σου· καὶ ἐν ἐμοὶ μεῖνον ὡς ὑπέσχου· ἰδοὺ γὰρ τὸ Σῶμα τρώγω σου τὸ θεῖον καὶ πίνω τὸ Αἷμὰ σου.

Λόγε Θεοῦ καὶ Θεέ, ὁ ἄνθραξ γένοιτο τοῦ σοῦ Σώματος εἰς φωτισμὸν τῷ ἐσκοτισμένῳ ἐμοί, καὶ καθαρισμὸν τῆς βεβηλωθείσης ψυχῆς μου τὸ Αἷμὰ σου.

Μαρία μῆτερ Θεοῦ, τῆς εὐωδίας τὸ σεπτὸν σκήνωμα, ταῖς σαῖς εὐχαῖς σκεῦος ἐκλογῆς με ἀπέργασαι, ὅπως τῶν ἁγιασμάτων μετέχω τοῦ Τόκου σου.

Νοῦν, ψυχὴν καὶ καρδίαν ἁγίασον, Σῶτερ, καὶ τὸ σῶμά μου, καὶ καταξίωσον ἀκατακρίτως, Δέσποτα, τοῖς φρικτοῖς μυστηρίοις προσέρχεσθαι.

Ξενωθείην παθῶν, καὶ τῆς χάριτος σχοίην τε προσθήκην ζωῆς καὶ ἀσφάλειαν, διὰ τῆς μεταλήψεως τῶν ἁγίων, Χριστέ, Μυστηρίων σου.

Ὁ Θεοῦ Θεὸς Λόγος ὁ Ἅγιος, ὅλον με ἁγίασον νῦν προσερχόμενον τοῖς θείοις Μυστηρίοις σου, τῆς ἁγίας Μητρός σου δεήσεσι.

Τὸν Ἄρτον, Χριστέ, λαβεῖν μὴ ὑπερίδῃς με, τὸ Σῶμα τὸ σὸν καὶ τὸ θεῖον νῦν Αἷμά σου· τῶν ἀχράντων, Δέσποτα, καὶ φρικτῶν Μυστηρίων σου μετασχεῖν τῷ ἀθλίῳ, μὴ εἰς κρῖμά μοι γένοιτο· γένοιτο δέ μοι εἰς ζωὴν αἰώνιον καὶ ἀθάνατον.

Πηγὴ ἀγαθῶν ἡ μετάληψις, Χριστέ, τῶν ἀθανάτων σου νῦν Μυστηρίων· γενηθήτω μοι φῶς καὶ ζωὴ καὶ ἀπάθεια, καὶ πρὸς ἀρετῆς θειοτέρας προκοπὴν καὶ ἐπίδοσιν πρόξενος, μόνε Ἀγαθέ, ὅπως δοξάζω σε.

Ῥυσθείην παθῶν καὶ ἐχθρῶν καὶ ἀναγκῶν καὶ πάσης θλίψεως, τρόμῳ καὶ πόθῳ προσιὼν τανῦν, μετ᾿ εὐλαβείας, Φιλάνθρωπε, σοῦ τοῖς ἀθανάτοις καὶ θείοις Μυστηρίοις καὶ ψάλλων σοι· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σωτῆρα Χριστὸν ἡ τεκοῦσα ὑπὲρ νοῦν, Θεοχαρίτωτε, ἐκδυσωπῶ σε νῦν ὁ δοῦλός σου, τὴν καθαρὰν ὁ ἀκάθαρτος· μέλλοντά με νῦν τοῖς ἀχράντοις Μυστηρίοις προσέρχεσθαι, κάθαρον ὅλον μολυσμοῦ σαρκὸς καὶ πνεύματος.

Τῶν οὐρανίων καὶ φρικτῶν καὶ ἁγίων σου, Χριστέ, νῦν Μυστηρίων, καὶ τοῦ Θείου σου Δείπνου καὶ μυστικοῦ κοινωνὸν γενέσθαι κἀμὲ καταξίωσον, τὸν ἀπεγνωσμένον, ὁ Θεὸς ὁ Σωτήρ μου.

Ὑπὸ τὴν σὴν καταφυγὼν εὐσπλαγχνίαν, Ἀγαθέ, κράζω σοι φόβῳ· Ἐν ἐμοὶ μεῖνον, Σῶτερ, κἀγώ, ὡς ἔφης ἐν σοί· ἰδοὺ γάρ, θαῤῥῶν τῷ ἐλέει σου, τρώγω σου τὸ Σῶμα καὶ πίνω σου τὸ Αἷμα.

Φρίττω δεχόμενος τὸ πῦρ, μὴ φλεχθῶ ὡσεὶ κηρὸς καὶ ὡσεὶ χόρτος. Ὤ φρικτοῦ Μυστηρίου! Ὤ εὐσπλαγχνίας Θεοῦ! Πῶς θείου Σώματος καὶ Αἵματος ὁ πηλὸς μετέχω καὶ ἀφθαρτοποιοῦμαι;

Χρηστός ἐστι, γεύσασθε καὶ ἴδετε, ὁ Κύριος· δι᾿ ἡμᾶς καθ᾿ ἡμᾶς γὰρ πάλαι γενόμενος, ἅπαξ ἑαυτόν τε προσάξας, ὡς προσφορὰν Πατρὶ τῷ ἰδίῳ ἀεὶ σφαγιάζεται, ἁγιάζων τοὺς μετέχοντας.

Ψυχὴν σὺν τῷ σώματι ἁγιασθείην, Δέσποτα, φωτισθείην, σωθείην, γενοίμην οἶκός σου τῇ τῶν Μυστηρίων μεθέξει τῶν ἱερῶν, ἔνοικόν σε ἔχων σὺν Πατρὶ καὶ Πνεύματι, εὐεργέτα Πολυέλεε.

Ὡς πῦρ γενηθήτω μοι καὶ ὡσεὶ φῶς τὸ Σῶμά σου καὶ τὸ Αἷμα, Σωτήρ μου, τὸ τιμιώτατον, φλέγον ἁμαρτίας τὴν ὕλην, καὶ ἐμπιπρῶν παθῶν τὰς ἀκάνθας καὶ ὅλον φωτίζον με προσκυνεῖν σου τὴν Θεότητα.

Θεὸς σεσωμάτωται, ἐκ τῶν ἁγνῶν αἱμάτων σου· ὅθεν πᾶσα ὑμνεῖ σε γενεά, Δέσποινα· νόων τε τὰ πλήθη δοξάζει, ὡς διὰ σοῦ σαφῶς κατιδόντα τὸν πάντων δεσπόζοντα, οὐσιωθέντα τὸ ἀνθρώπινον.


Άξιον εστίν ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέρα των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφίμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, Σε μεγαλύνομεν.


Το Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (3)


Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.


Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών, Δέσποτα, συγχώρησον τας ανομίας ημίν, Αγιε επίσκεψαι και ίασαι τας ασθαινείας ημών, ένεκεν του ονόματός Σου.


Κύριε, ελέησον (3)


Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.


Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η Βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.


Κύριε, ελέησον μ’ (40).


Ο εν παντί καιρώ και πάση ώρα, εν ουρανώ και επί γης προσκυνούμενος και δοξαζόμενος Χριστός ο Θεός, ο μακρόθυμος, ο πολυέλεος, ο πολυεύσπλαχνος, ο τους δικαίους αγαπών και τους αμαρτωλούς ελεών, ο πάντας καλών προς σωτηρίαν δια της επαγγελίας των μελλόντων αγαθών. Αυτός, Κύριε, πρόσδεξαι και ημών εν τη ώρα ταύτη τας εντεύξεις, και ίθυνον την ζωήν ημών προς τας εντολάς Σου. Τας ψυχάς ημών αγίασον, τα σώματα άγνισον, τους λογισμούς διόρθωσον, τας εννοίας κάθαρον, και ρύσαι ημάς από πάσης θλίψεως, κακών και οδύνης. Τείχισον ημάς αγίοις Σου αγγέλοις, ίνα τη παρεμβολή αυτών φρουρούμενοι και οδηγούμενοι, καταντήσωμεν εις την ενότητα της πίστεως και εις την επίγνωσιν της απροσίτου σου δόξης, ότι ευλογητός ει εις τους αιώνας των αιώνων.
Αμήν.


Κύριε, ελέησον (3)


Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τουςαιώνας των αιώνων. Αμήν.

Την τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφίμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, Σε μεγαλύνομεν.


Κύριε, ελέησον ιβ’ (12).


Και σώσον και βοήθησον ημάς, Παναγία Παρθένε.


Ευχή εις την Υπεραγίαν Θεοτόκον


Άσπιλε, Αμόλυντε, Άφθορε, Άχραντε, Αγνή Παρθένε, Θεόνυμφε Δέσποινα, η Θεόν Λόγον τοις ανθρώποις τη παραδόξω Σου κυήσει ενώσασα, και την απωσθείσαν φύσιν του γένους ημών τοις ουρανίοις συνάψασα. Η των απηλπισμένων μόνη ελπίς, και των πολεμουμένων βοήθεια. Η ετοίμη αντίληψις των εις Σε προστρεχόντων, και πάντων των Χριστιανών το καταφύγιον. Μη βδελύξη με τον αμαρτωλόν, τον εναγή, τον αισχροίς λογισμοίς, και λόγοις, και πράξεσιν όλον εμαυτόν αχρειώσαντα, και τη των ηδονών του βίου ραθυμία γνώμη δούλον γενόμενον. Αλλ’ως του Φιλανθρώπου Θεού Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι επ’ εμοί τω αμαρτωλώ και ασώτω, και δέξαι μου την εκ ρυπαρών χειλέων προσφερομένην Σοι δέησιν, και τον Σον Υιόν, και ημών Δεσπότην και Κύριον, τη μητρική Σου παρρησία χρωμένη δυσώπησον, ίνα ανοίξη καμοί τα φιλάνθρωπα σπλάγχνα της Αυτού αγαθότητος, και, παριδών μου τα αναρίθμητα πταίσματα, επιστρέψη με προς μετάνοιαν, και των Αυτού εντολών εργάτην δόκιμον αναδείξη με. Και πάρεσό μοι αεί ως ελεήμων, και συμπαθής, και φιλάγαθος, εν μεν τω παρόντι βίω, θερμή προστάτις και βοηθός, τας των εναντίων εφόδους αποτειχίζουσα, και προς σωτηρίαν καθοδηγούσα με. Και εν τω καιρώ της εξόδου μου, την αθλίαν μου ψυχήν περιέπουσα, και τας σκοτεινάς όψεις των πονηρών δαιμόνων πόρρω αυτής απελαύνουσα. Εν δε τη φοβερά ημέρα της Κρίσεως, της αιωνίου με ρυομένη κολάσεως, και της απορρήτου δόξης του Σου Υιού και Θεού ημών κληρονόμον με αποδεικνύουσα. Ης και τύχοιμι, Δέσποινά μου, Υπεραγία Θεοτόκε, δια της Σης μεσιτείας και αντιλήψεως, χάριτι και φιλανθρωπία του Μονογενούς Σου Υιού, του Κυρίου και Θεού και Σωτήρος ημών Ιησού Χριστού. Ω πρέπει πάσα δόξα, τιμή και προσκύνησις, συν τω ανάρχω Αυτού Πατρί, και τω Παναγίω, και αγαθώ, και ζωοποιώ Αυτού Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.


Ευχή εις τον Κύριον ημών Ιησούν Χριστόν


Και δος ημίν, Δέσποτα, προς ύπνον απιούσιν, ανάπαυσιν σώματος και ψυχής, και διαφύλαξον ημάς από του ζοφερού ύπνου της αμαρτίας, και από πάσης σκοτεινής και νυκτερινής ηδυπαθείας. Παύσον τας ορμάς των παθών, σβέσον τα πεπυρωμένα βέλη του πονηρού, τα καθ’ ημάς δολίως κινούμενα. Τας της σαρκός ημών επαναστάσεις κατάστειλον, και παν γεώδες και υλικόν ημών φρόνημα κοίμησον. Και δώρησαι ημίν, ο Θεός, γρήγορον νουν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ύπνον ελαφρόν, και πάσης σατανικής φαντασίας απηλλαγμένον. Διανάστησον δε ημάς εν τω καιρώ της προσευχής, εστηριγμένους εν ταις εντολαίς Σου, και την μνήμην των Σων κριμάτων εν εαυτοίς απαράθραυστον έχοντας. Παννύχιον ημίν την Σην δοξολογίαν χάρισαι εις το υμνείν, και ευλογείν, και δοξάζειν το πάντιμον και μεγαλοπρεπές όνομά Σου, του Πατρός, και του Υιού, και του Αγίου Πνεύματος, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.


Υπερένδοξε, αειπάρθενε, ευλογημένη Θεοτόκε, προσάγαγε την ημετέραν προσευχήν τω Υιώ Σου και Θεώ ημών, και αίτησαι, ίνα σώση δια Σου τας ψυχάς ημών.


Η ελπίς μου ο Πατήρ, καταφυγή μου ο Υιός, σκέπη μου το Πνεύμα το Αγιον, Τριάς Αγία, δόξα Σοι.


Την πάσαν ελπίδα μου εις Σε ανατίθημι, Μήτηρ του Θεού, φύλαξόν με υπό την σκέπην Σου.


Επί Σοι χαίρει, Κεχαριτωμένη, πάσα η κτίσις, αγγέλων το σύστημα και ανθρώπων το γένος. Ηγιασμένε Ναέ και Παράδεισε λογικέ, Παρθενικόν καύχημα, εξ ης Θεός εσαρκώθη και παιδίον γέγονεν ο προ αιώνων υπάρχων Θεός ημών. Την γαρ Σην μήτραν θρόνον εποίησε και την Σην γαστέρα πλατυτέραν ουρανών απειργάσατο. Επι Σοι χαίρει, Κεχαριτωμένη, πάσα η κτίσις, δόξα Σοι.


Ευχή εις τον Αγγελον


Άγιε Αγγελε, ο εφεστώς της αθλίας μου ψυχής και ταλαιπώρου μου ζωής, μη εγκαταλίπης με τον αμαρτωλόν, μηδέ αποστής απ’εμού δια την ακρασίαν μου. Μη δώης χώραν τω πονηρώ δαιμόνι κατακυριεύσαι μου τη καταδυναστεία του θνητού τούτου σώματος. Κράτησον της αθλίας και παρειμένης χειρός μου, και οδήγησόν με εις οδόν σωτηρίας. Ναι, Αγιε Αγγελε του Θεού, ο φύλαξ και σκεπαστής της αθλίας μου ψυχής και του σώματος, πάντα μοι συγχώρησον, όσα σοι έθλιψα πάσας τα ημέρας της ζωής μου, και ει τι ήμαρτον την σήμερον ημέραν. Σκέπασόν με εν τη παρούση νυκτί και διαφύλαξόν με από πάσης επηρείας του αντικειμένου, ίνα μη εν τινι αμαρτήματι παροργίσω τον Θεόν. Και πρέσβευε υπέρ εμού προς τον Κύριον, του επιστηρίξαι με εν τω φόβω Αυτού, και άξιον αναδείξαι με δούλον της Αυτού αγαθότητος. Αμήν.


Θεοτόκε Παρθένε, χαίρε κεχαριτωμένη Μαρία, ο Κύριος μετά Σου. Ευλογημένη Συ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας Σου, ότι Σωτήρα έτεκες, των ψυχών ημών. (3)


Δι’ ευχών των αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς. Αμήν.