Παρακληση Τιμίας Ζώνης
Παρακληση Τιμίας Ζώνης

Παρακληση Τιμίας Ζώνης

Παρακλητικός Κανόνας στην Τιμία Ζώνη της Θεοτόκου


Ὁ ἱερεύς, Εὐλογητός ὁ Θεός ἡμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Ὁ χορός· Ἀμήν.


Ψαλμός ρμβ΄ 142

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾷς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ μὲ ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖρας μου, ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρὸς Σοί. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σοῦ ἀπ’ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεὸς Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος Σου εἰμί.


Ἦχος δ΄

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου


Ἦχος δ’. Ὁ ὑψωθείς.

Τῆς Θεοτόκου τῇ Σορῷ νῦν προσδράμωμεν, τῆς πανεντίμου Αὐτῆς Ζώνης σὺν δάκρυσιν, ἀπὸ βαθέων κράζοντες ἐκ μέσου ψυχῆς· Ζώνη πανακήρατε, τῆς Μητρός τοῦ Κυρίου, λύτρωσαι τοὺς δούλους σου, πάσης νόσου καὶ βλάβης, καὶ λοιμικοῦ θανάτου ἀπειλῆς· εἰς σὲ γὰρ πᾶσαν, ἐλπίδα ἡμῶν ἀνεθέμεθα.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.


Ἀρωματίζουσαν πηγήν σε γινώσκομεν, καὶ τῇ Σορῷ σου προσπελάζοντες λέγομεν· ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα ἀπάλλαξον, δυσωδίας πταισμάτων, μῦρον τὸ ἀκένωτον, ἀναβλύζουσα πᾶσι, τοῖς ὀχετοῖς Ἁγνὴ τῆς σῆς Σοροῦ, ἐν ᾗ ἡ Ζώνη ἡ σῇ τεθησαύρισται.


ΨΑΛΜΟΣ ν’ (50).

 Ἐλέησόν μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστί δια παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα˙ ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου καί νικήσης ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς μέ ὑσσώπω καί καθαρισθήσομαι· πλυνεῖς μέ καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοί ἀγαλλίασιν καί εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό πνεῦμα σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μοῦ ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορά καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.


Ζώνης με σεπτῆς δυνάμει σῶσον Κόρη· Ἰωσήφ.

Ὠδὴ α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.

Ζώνης μοι θείας καὶ σεπτῆς σου Πάναγνε, ἐφιεμένῳ ὑμνεῖν, τὰ θεῖα πελάγη, τῶν θαυμάτων ἄνωθεν, χάριν δώης τῷ δούλῳ σου, καὶ ἀχρείῳ ἱκέτῃ, πυρὸς ὑπέκκαυμα πέλοντι, ταῖς ἐξ ἰοβόλου κακώσεσιν.


Ὡς ὑπερτέρα τῶν Ἀγγέλων πέλουσα, Παρθενομῆτορ ἁγνή, καὶ οὐρανὸς θεῖος, μόνη ἐχρημάτισας, τοῦ οὐρανοῦ τανύσαντος, οὕτω Ζώνην σου θείαν, κατέλιπες ἀδιάφθορον, καὶ πηγὴν χαρίτων τοῖς δούλοις σου.


Νειλῷα ῥεῖθρα ἐξ αὐτῆς ἀρδεύονται, οἱ προσιόντες πιστῶς, νοσημάτων λύσιν, καὶ πταισμάτων ἄφεσιν, οἱ πιστοὶ ἐφαπτόμενοι, τῆς Σοροῦ τῆς ἁγίας, ἐν ᾗ σεπτῶς ἀποτίθεται, Ζώνη, τῶν πιστῶν καταφύγιον.


Ἡ τὸν Δεσπότην τοῦ παντὸς πανέντιμε, Ζώνη τῆς μόνης Ἁγνῆς, ἐν κοιλίᾳ ὄντα, βρέφος περιστείλασα, καὶ χάριν τῶν ἰάσεων, παρ’ Αὐτοῦ δεξαμένη, νέμοις πλουσίως τοῖς δούλοις σου, τὴν τῶν αἰτημάτων ἐκπλήρωσιν.


Ὠδὴ γ’.Οὐρανίας ἁψίδος

Σωτηρίας λιμένα, τῶν ψυχικῶν Δέσποινα, καὶ σωματικῶν ἀλγηδόνων, σὲ ἐπιγράφομεν, πάντες οἱ δούλοις σου, καὶ τῇ Σορῷ τῇ ἁγία, Ζώνης προσπελάζοντες, ἁγιαζόμεθα.


Μολυσμάτων παντοίων, καὶ λοιμικῆς θλίψεως, πάσης συμφορᾶς καὶ κινδύνων, ῥῦσαι τοὺς δούλους σου, τοὺς σοὶ προστρέχοντας, καὶ αἰτουμένοις ἐν πίστει, τὴν θερμὴν ἀντίληψιν, Κόρη, τῆς Ζώνης σου.


Ἐλεήμων ὑπάρχεις, καὶ συμπαθὴς Ἄχραντε, ὡς τὸν Ἐλεήμονα κόσμου ἀποκηύσασα, δυνάμει Ζώνης σου, χειμαζομένους σοὺς δούλους, ἀσθενείας λαίλαπι, πικρῷ ἀπάλλαξον.


Συνεργὸν τὸν τεχθέντα, ἐκ σῆς γαστρὸς Ἄχραντε, τὸν τὰς ἀσθενείας τοῦ κόσμου, πάσας ἰώμενον, κατέχεις ὅλον ἐν σοί, νόσων δυνάμει σῆς Ζώνης, χαλεπῶν ἀπάλλαξον, σοὺς δούλους, Ἄχραντε.


Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, τῇ τῆς παντίμου σου Ζώνης δυνάμει καὶ χάριτι· ἐν αὐτῇ γὰρ καταφεύγομεν ἐν ἀνάγκαις.


Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Εἴτα μνημονεύει ὁ ἱερεύς, καὶ ἡμεῖς ψάλλομεν τὸ· Κύριε ἐλέησον, ιε΄.

Μετά δέ τήν εκφώνησιν, τό ἐπόμενον·


Κάθισμα.Ἦχος β΄. Πρεσβεία θερμή.

Τὴν Ζώνην τὴν σήν, κεκτήμεθα ὦ Δέσποινα, φρουρὸν ἀῤῥωγόν, ἐν πάσαις περιστάσεσι, τῇ Σορῷ αὐτῆς προστρέχοντες ἀεὶ καὶ πίστει κράζοντες· ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, δυνάμει αὐτῆς, ἰσχύει καὶ χάριτι.


Ὠδὴ δ’. Σύ μου ἰσχύς, Κύριε.

Ἐφ’ ἡμῖν νῦν σκιᾶ θανάτου ἐκύκλωσε, καὶ τοῦ ᾅδου πύλας προσεγγίσαμεν, ἀλλὰ σὺ Μήτηρ ὡς ἀγαθή, χάριτι σῆς Ζώνης θαυμάστωσον τὰ ἐλέη σου, καὶ σῶσον τοὺς ἐν πίστει ἀδιστάκτῳ βοῶντας· τῇ δυνάμει σου δόξα Πανάχραντε.


Πόνοις δεινοῖς, καὶ ἀμετρήτοις βαλλόμενοι, τῇ τιμίᾳ Ζώνῃ σου προσπίπτομεν, τῇ ἀκηράτῳ Μῆτερ ἁγνή, μεθ’ ἧς διεζώσω, τὸ πανακήρατον σῶμά σου, διὸ τὴν καταγίδα, τῆς δεινῆς ἀῤῥωστίας, καὶ τὰ ἄλγη ἐξίασον Δέσποινα.


Τίς ἐξειπεῖν δύναται τὰ μεγαλεῖά σου, καὶ σημεῖα, Ζώνη παρακήρατε, τοῖς προσιοῦσι σοι εὐλαβῶς, καὶ ἐφαπτομένοις, παρέχεις ὡς ἀδιάφθορος· ὅθεν παντοίας λύμης, ἐπηρείας τε πάσης, τῇ δυνάμει σου ῥῦσαι τοὺς δούλους σου.


Ἡ τὸν Θεὸν ἔνδον κοιλίας ὑπάρχοντα, Θεοτόκου ἄνθρωπον γενόμενον, καὶ μὴ λιπόντα τοὺς πατρικούς, κόλπους σεπτὴ Ζώνη, θεοπρεπῶς περιστείλασα, τὴν χάριν ἐκομίσω, ἐξ Αὐτοῦ ἰαμάτων, ἣν ἀφθόνως βραβεύεις τοῖς χρῄζουσιν.


Ὠδὴ ε’. Ἵνα τί με ἀπώσω.

Συνεπάγησαν βέλη, τὰ τῆς ἀσθενείας μου ἄμετρα πταίσαντα, καὶ εἰς βυθὸν ᾅδου, τὸν πανάθλιον συνωθοῦσί με, ἀλλ’οἰκτείρησόν με, ἐλέους οὖσα ἡ Μήτηρ, τῇ δυνάμει τῆς Ζώνης σου, Ἄχραντε.


Δέχου νῦν τῶν σῶν δούλων, τὰς δεήσεις Πάναγνε τῶν προσφυγόντων σοι, καὶ ἐξαιτουμένων, τὴν ἀντίληψιν τῆς προστασίας σου, οἴκτειρον οὖν τούτους, ὡς συμπαθὴς καὶ ἐλεήμων, καὶ ἐκ πάσης κακώσεως λύτρωσαι.


Ὑπὸ νύκτα τοῦ βίου, θύελλα κατέλαβε πάσης στενώσεως, καὶ ἐσκότασε με, ἀσθενείας Παρθένε σκοτόμαινα, ἀλλ’ ἀνάτειλον μοι, ἀναψυχῆς ἄδυτον φέγγος, τῆς σῆς Ζώνης δυνάμει καὶ χάριτι.


Νῦν ἐφ’ ἡμῖν Κόρη, καταιγίδες φέρονται τῶν περιστάσεων, ἡμᾶς συγκαλύψαι, τῇ δικαίᾳ ὀργῇ κατεπείγονται· ἀλλὰ μὴ παρίδῃς, δεινῶς ἡμᾶς χειμαζομένους, τῇ δυνάμει σῆς Ζώνης ἐλπίζοντας.


Ὠδὴ στ’. Ἱλάσθητί μοι, Σωτήρ.

Ἁμαρτιῶν νῦν ἡμᾶς, ζάλαι πικρῶς καταιγίζουσι, καὶ λοιμικῆς συμφορᾶς, χειμάζουσι κύματα, Ζώνη πανακήρατε ἔκχεον σὴν χάριν, ἐφ’ ἡμῖν τοῖς ἁμαρτάνουσι.


Μαρία Μῆτερ Θεοῦ, τὸ καθαρὸν ἐνδιαίτημα, καθάρισον τοὺς πιστούς, ἐκ νόσων καὶ θλίψεων, καὶ τῆς συνεχούσης νῦν, ἀσθενείας ῥῦσαι, τῇ σῇ Ζώνῃ καταφεύγοντας.


Εἰς πέλαγος ἀχανές, ἀσθενειῶν περικείμεθα, τὸ πέλαγος δὲ τοῦ σοῦ, αἰτούμεθα Δέσποινα, ἐλέους οἱ τάλαινες, ἵνα ἀναγάγῃς ἐκ βυθοῦ τοῦ τῆς κακώσεως.


Ἱλάσθητι, Ἀγαθή, τοῖς δούλοις σου κακῶς πάσχουσι, ἐκ νόσου ὀδυνηρᾶς, καὶ σφοδρᾶς φλογώσεως, κραταιᾷ δυνάμει δέ, τῆς σῆς Ζώνης δίδου, τὴν ὑγίειαν Μητροπάρθενε.


Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, τῇ τῆς παντίμου σου Ζώνης δυνάμει καὶ χάριτι· ἐν αὐτῇ γὰρ καταφεύγομεν ἐν ἀνάγκαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Εἴτα μνημονεύει ὁ ἱερεύς, ὡς δεδήλωται.
Μετά δέ τήν εκφώνησιν, τό Κοντάκιον.

Αἴτησης καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.

Προστασίαν ἐν συμφοραῖς σὲ κεκτήμεθα, καὶ μεσῖτιν πρὸς σὸν Υἱὸν προβαλλόμεθα, οἱ ταπεινοὶ ἱκέται σου Μῆτερ Θεοῦ, καὶ νῦν πρόφθασον ὡς συμπαθής, εἰς τὴν βοήθειαν ἡμῶν, τῇ τῆς Ζώνης σου χάριτι· τάχυνον εἰς πρεσβείαν, καὶ ῥῦσαι πάσης ἀνάγκης, ἵνα ὑμνῶμεν ἀεί, τὰ θεῖα μεγαλεῖά σου.


Τὸ Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.


Στίχ. Τὸ πρόσωπον σου λιτανεύσουσι οἱ πλούσιοι τοῦ λαοῦ.


ΕΥΑΓΓΕΛΙΟΝ

Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49 καὶ 56).


Ἐν ταῖς ἡμέραις ἐκεῖναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Τῇ τῆς πανσέπτου Ζώνης, Παντάνασσα δυνάμει, σῷζε τοὺς σοὺς οἰκέτας, ἀπὸ παντοίας βλάβης.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Χάριτι καὶ δυνάμει, τῆς Ζώνης σου Παρθένε, ἐκ πάσης ἐπηρείας, ἀπάλλαξον σοὺς δούλους.


Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Ζώνη πανακήρατε, τῆς Παναγίας παρθένου, σεπτή ἀδιάφθορε, καὶ σειρὰ οὐράνιε τῶν τιμώντων σε, ἡ τὸν Θεὸν Λόγον, ἐν κοιλίᾳ ὄντᾳ, ἐνειλήσασα σαρκούμενον, ἐξ οὗ τὴν ἄφθονον, χάριν ἐκομίσω παρέχουσα, τοῖς πάντοθεν προστρέχουσι, καὶ παραμυθίαν λαμβάνουσιν, ἐκ τῆς ἀκενώτου, πηγῆς σου τῶν θαυμάτων δωρεάν, ἥνπερ πηγάζεις ἑκάστοτε, τοῖς προσκαλουμένοις σε.


Ὁ ἱερεύς· Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

Ὁ λαός· Κύριε, ἐλέησον ιβ´.

Ὁ ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς…


Ὠδὴ ζ’. Παῖδες Ἑβραίων.

Στῆσον τῶν σάλων τῶν κυμάτων, καὶ κατεύνασον τὴν ζάλην τῶν ἀμέτρων, συμφορῶν καὶ δεινῶν, ἡμῖν ἐπαναστάσεων, τῶν πεποιθότων Δέσποινα, τῇ δυνάμει τῆς σῆς Ζώνης.


Ὥσπερ ποτὲ αἱμοῤῥοοῦσα, ἁψαμένη πιστῶς, κρασπέδων τοῦ Υἱοῦ σου, κατεξήρανε δεινήν, πληγῆς ῥύσιν αἱμάτων, οὕτω πιστῶς οἱ ψαύοντες, Ζώνης σῆς παθῶν λυτροῦνται.


Σῶσον Ἁγνὴ παντοίας λώβης, καὶ κακώσεως, καὶ πάσης ἐπηρείας, τὸν προστρέχοντα νῦν, λαόν σου μετὰ πόθου, σορῷ τῆς θείας Ζώνης σου, καί τὴν χάριν ἐξαιτοῦντα.


Ὅλην μου πᾶσαν ἐλπίδα, ἀναθέμενον πρὸς σὲ τὴν Θεοτόκον, μὴ παρίδῃς με νῦν, εἰς βάθη ἀπωλείας, περιπεσόντα Δέσποινα, ἀλλ’ ἀνάστησον καὶ σῶσον.


Νόσων παντοίων καὶ κινδύνων, ἐλευθέρωσον Μητρόθεε σοὺς δούλους, τοὺς αἰτοῦντας θερμῶς, χάριν σῆς θείας Ζώνης, καὶ τὰς αἰτήσεις πλήρωσον, ἵνα πόθῳ σε ὑμνοῦμεν.


Ὠδὴ η’. Ἑπταπλασίως κάμινον.

Κόσμος καθάπερ ἅγιος ἡ Σορὸς ἀναδέδεικται, Ζώνης τῆς παντίμου, τῆς ἁγνῆς Θεόπαιδος, πηγή τε ἀνέκλειπτος, τῶν ἰαμάτων πᾶσι πιστοῖς, τοῖς μετ’ εὐλαβείας, ἐν αὐτῇ προσιοῦσιν, ἐξ ἧς ἄφθονα ῥεῖθρα προχέουσι ζακόρως, τοῖς πίστει προσκυνοῦσιν αὐτὴν εἰς τοὺς αἰῶνας.


Ὀδυνηρῶς στενάζομεν ἀπὸ κλίνης κακώσεων, καὶ ἀπὸ παντοίας νόσου πιεζόμενοι, πρὸς σὲ τὴν Πανάμωμον, τὰ τῆς καρδίας ὄμματα, ὅλως ἐπασχολοῦντες, θεραπείαν αἰτοῦμεν, δυνάμει τῆς σῆς Ζώνης, ἣν ἐκ πόθου τιμῶμεν, καὶ καταλιπαροῦμεν πιστῶς εἰς τοὺς αἰῶνας.


Ῥᾶνον Σεμνὴ τὴν χάριν σου, τοῖς δεινῶς ἤδη πάσχουσι, καὶ κακουχουμένοις ὑπὸ τοῦ ἀλάστορος, δυνάμει τῆς Ζώνης σου, τῆς πανολβίου καὶ χρυσαυγοῦς· καὶ ἔγειρον ἐκ τάφου ἀπογνώσεως ψάλλειν· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


Ἡ κραταιὰ βοήθεια, καὶ ἑτοίμη ἀντίληψις, τῶν ἀπηλπισμένων, ἐλπὶς ἀκαταίσχυντε, ἐπίσκεψαι κάμνοντας, ὀδυνηρῶς τοὺς δούλους σου, κούφισον τὸ βάρος, τῆς δεινῆς ῥαθυμίας, ἀπέλασον τὴν νόσον, τῆς λοιμώδους ἀνάγκης, δυνάμει τῆς σῆς Ζώνης, Παρθένε Θεοτόκε.


Ὠδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.

Ἰδοὺ τῶν ἰαμάτων ὁ θησαυρός, καὶ θαυμάτων τὸ ἄπειρον πέλαγος, δεῦτε πιστοί, πόθῳ ἐξαντλήσατε ἐξ αὐτῆς, τῆς ἀκενώτου χάριτος, ῥῶσιν, εὐλογίαν, ἁγιασμόν, ἐν ᾗ πᾶς ὁ προσφεύγων, ἐκ πίστεως εὑρίσκει, τῶν αἰτημάτων δόσιν ἄμισθον.


Ὡραίως διεζώσω παναληθῶς, τὴν τὸ γένος ἡμῶν ὡραΐσασαν μόνην Ἁγνήν, τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, τὴν τὸν Θεὸν χωρήσασαν, ὄντα ἐν κοιλίᾳ σωματικῶς, ἐξ οὗ τὴν ἀφθονίαν, τῆς χάριτος ἐδέξω, τῶν ἰαμάτων, Ζώνη ἄφθορε.


Σημείων καὶ τεράτων ὠκεανόν, ἀνεδείξω τὴν Ζώνην σου Ἄφθορε, δι’ ἧς ἡμῖν, τοῖς διακειμένοις ὀδυνηρῶς, καὶ θλιβομένοις πάντοθεν, ἐκ τῶν ἀμετρήτων ἁμαρτιῶν, τὴν ἴασιν παράσχοις, ψυχῶν τε καὶ σωμάτων, ὅπως σωθέντες σὲ γεραίρωμεν.


Ἡ Ζώνη σου ἡ θεία καὶ φεραυγής, ἀπαστράπτει βολὰς Θεονύμφευτε, τῶν ὑπὲρ νοῦν, ὄντως καὶ θαυμάτων ὑπερφυῶν, τοῖς προσιοῦσι πάντοτε, πόθῳ  καὶ καρδίᾳ εἰλικρινεῖ, δι’ ἧς καὶ νῦν τὸν σάλον, πράϋνον Θεοτόκε, τῆς συνεχούσης ἡμᾶς θλίψεως.


Φιλίας με δολίας τοῦ πονηροῦ, καὶ παθῶν ψυχοφθόρων ἀπάλλαξον, τὸν ἐπὶ σοί, πᾶσαν τὴν ἐλπίδα ὡς κραταιᾷ, Παρθένε ἀνατείνοντα, καὶ προσφεύγοντα ὅλῃ ψυχῇ, καὶ πόθῳ καὶ καρδίᾳ, τὴν ἄμεσον αἰτοῦντα, τῶν ἐπταισμένων ἣν μοι δώρησαι.


Μεγαλυνάρια.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

Ζώνη πολυτίμητε τῆς Ἁγνῆς, πηγὴ τῶν θαυμάτων, καὶ χαρίτων ὁ θησαυρός, σῶσον τοὺς σοὺς δούλους, ἀπὸ παντοίας βλάβης, ὡς τῆς ζωῆς τὸ σκεῦος, σὺ περιζώσασα.

Ζώνη πανακήρατε τῆς Ἁγνῆς, καὶ Μητρὸς τοῦ Λόγου, τοῦ Θεοῦ μου παναληθῶς, ῥῦσαι πάσης λώβης καὶ ψυχοφθόρου πάθους, πάντας τοὺς ἐν ἀνάγκαις, εἰς σὲ προστρέχοντας.

Σκέπην καὶ κραταίωμα τοῖς πιστοῖς, φύλακα καὶ ῥύστην, τοῖς τιμῶσι πανευλαβῶς, καὶ μετὰ ζεούσης καρδίας προσκυνοῦσι, τὴν πάντιμον σου Ζώνην, Παρθένε δέδωκας.

Θρόνος ὥσπερ ἅγιος ἡ Σορός, ἔνδον ἐν ἀδύτοις, κατατίθεται ἱεροῖς, Ζώνην ἔνδον σχοῦσα τῆς μόνης Θεοτόκου, ἐξ ἧς οἱ προσιόντες, ῥῶσιν ἀρύονται.

Λύσιν μοι βραβεῦσαι τῶν δυσχερῶν, καὶ ἀρίστου κτῆσιν, πανακήρατε τοῦ Θεοῦ, Ζώνη Μητρὸς Λόγου, δέομαι τῷ σῷ δούλῳ, ἐπικαλουμένῳ τὴν σὴν ἀντίληψιν.

Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, σὰς ἀχράντας χεῖρας, ἂς ἐβάστασας τὸν Θεόν, ἆρον πρὸς Υἱόν σου, χάριτι καὶ δυνάμει, τῆς Ζώνης σου τῆς θείας, τοῦ οἰκτιρῆσαι ἡμᾶς.

Στέφανον ὑπέρλαμπρον ἡ σεπτή, πιστῶν Ἐκκλησία, περιέθετο εὐαγῶς, τὴν θείαν σου Ζώνην, Παντάνασσα παρθένε, δι’ ἧς τροποῦται πάντα, ἐχθρῶν φρυάγματα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.


Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (γ΄)

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον (γ΄)

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.


Ὅτι Σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ Τοῦ Υἱοῦ καὶ Τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Εἶτα τά Τροπάρια. Ἦχος β’

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς˙ πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.


Δόξα

Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.


Καὶ νῦν

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς Σε, μὴ ἀστοχήσωμεν˙ ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων˙ Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.


Ὁ ἱερεύς μνημονεύει·

Ἐλέησον ἡμᾶς ὁ Θεὸς…


Είτα ὁ ἱερεύς ποιεῖ τήν Ἀπόλυσιν. Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, ψάλλονται τὰ παρόντα· Τροπάρια


Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας ἡμᾶς οἴκτειρον, Ἁγνή, τοὺς τὴν σὴν ἀκήρατον Ζώνην, προσπτυσσομένους πιστῶς, καὶ τὴν σὴν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς, καὶ τῶν νόσων τὴν κάκωσιν, ἐκποδὼν ποιοῦσα, σκέπε καὶ περίσῳζε, ἐξ ἐπηρείας ἐχθρῶν, ῥῦσαι καὶ φθορᾶς καὶ κινδύνων, καὶ ἐπιτυχεῖν τοῦ Υἱοῦ σου, Βασιλείας, Κόρη, καταξίωσον.


Ἦχος πλ. δ’.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Ἦχος β’.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.