Θεία Λειτουργία των Προηγιασμένων Δώρων
Ακολουθία Θ’ Ώρας
Ὁ ἱερεύς, Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Δόξα Σοί ὁ Θεός ἡμῶν, δόξα Σοί.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τό πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἡμῖν καί καθάρισον ἡμᾶς ἀπό πάσης κηλῖδος καί σῶσον Ἀγαθέ τάς ψυχάς ἡμῶν.
Το Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς. (3)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ημάς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἡμῖν. Ἅγιε, επίσκεψε καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος Σου.
Κύριε ἐλέησον γ’ (3)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα Σου, ἐλθέτω ἡ βασιλεία Σου, γενηθήτω τό θέλημα Σοῦ ὡς ἐν ουρανώ καί ἐπί τῆς γής. Τον ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον, καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καί μή εἰσενέγκῃς ἡμᾶς εἴς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς, Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.
Κύριε ἐλέησον ιβ’ (12).
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς ΠΓ (83)
Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῶ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς, τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων ὁ βασιλεύς μου καὶ ὁ Θεός μου μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε μακάριος ἀνὴρ ᾦ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοί· Κύριε ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον ὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιὼν Κύριε ὁ Θεὸς τῶν δυνάμεων εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι ὁ Θεὸς Ἰακὼβ ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ Θεὸς καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον ἢ οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεὸς, χάριν καὶ δόξαν δώσει Κύριος, οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ. Κύριε τῶν δυνάμεων μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σὲ.
Ψαλμὸς ΠΔ (84)
Εὐδόκησας Κύριε τὴν γῆν σου ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν κατέπαυσας πᾶσαν τὴν ὀργήν σου ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου ἐπίστρεψον ἡμᾶς ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’ ἡμῶν μὴ εἰς τὸν αἰῶνα ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεὰν; ὁ Θεὸς σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοὶ δεῖξον ἡμῖν Κύριε τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν; ἀκούσομαι τὶ λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.
Ψαλμὸς ΠΕ (85)
Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι σῶσον τὸν δοῦλόν σου ὁ Θεός μου τὸν ἐλπίζοντα ἐπὶ σὲ ἐλέησόν με Κύριε ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι πρὸς σὲ Κύριε ἦρα τὴν ψυχήν μου ὅτι σὺ Κύριε χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. ἐνώτισαι Κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ ὅτι εἰσήκουσάς μου οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς Κύριε καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου Κύριε καὶ δοξάσουσι τὸ ὄνομά σου ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ Θεὸς μόνος ὁ μέγας ὁδήγησόν με Κύριε τῇ ὁδῷ σου καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου, εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου ἐξομολογήσομαί σοι Κύριε ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα ὅτι τὸ ἔλεός σου μέγα ἐπ’ ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου ὁ Θεὸς παράνομοι ἐπανέστησαν ἐπ’ ἐμὲ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν καὶ σὺ Κύριε ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθὸν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν ὅτι σὺ Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (3).
Κύριε ἐλέησον γ’ (3)
Ήχος πλ. δ’
Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι’ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Στὶχ. α΄ Εγγισάτω η δέησίς μου ενώπιον σου, Κύριε, κατά το λόγιόν σου συνέτισόν με.
Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι’ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Στὶχ. β΄ Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ρύσαι με.
Ὁ ἐν τῇ ἐνάτῃ ὥρᾳ δι’ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν Ἅγιόν σου.
Το Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς. (3)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ημάς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἡμῖν. Ἅγιε, επίσκεψε καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος Σου.
Κύριε ἐλέησον γ’ (3)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα Σου, ἐλθέτω ἡ βασιλεία Σου, γενηθήτω τό θέλημα Σοῦ ὡς ἐν ουρανώ καί ἐπί τῆς γής. Τον ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον, καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καί μή εἰσενέγκῃς ἡμᾶς εἴς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς, Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.
Βλέπων ὁ ληστὴς τὸν ἀρχηγὸν τῆς ζωῆς ἐπὶ σταυροῦ κρεμάμενον, ἔλεγεν· Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθεῖς, ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο· ἀλλ’ ὁ πάντων ἀνεχόμενος, μνήσθητί μου, Κύριε ἐν τῇ βασιλείᾳ σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι
Ἐν μέσῳ δύο ληστῶν, ζυγὸς δικαιοσύνης εὑρέθη ὁ σταυρός σου· τοῦ μὲν καταγομένου εἰς ἅδην τῷ βάρει τῆς βλασφημίας, τοῦ δὲ κουφιζομένου πταισμάτων πρὸς γνῶσιν θεολογίας· Χριστὲ ὁ Θεός, δόξα σοι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ σωτῆρα τοῦ κόσμου, ἐν τῷ σταυρῷ θεωροῦσα ἡ τεκοῦσα, ἔλεγε δακρύουσα· Ὅ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἢν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ θεός μου.
Κύριε ἐλέησον ιβ’ (12)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.
Ὁ Ἱερεύς, Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς.
Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς. Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ χορός· Ἀμήν.
Μακαρισμοί. Ήχος πλ. β’
χορός α΄ Ἐν τῇ βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
χορός β΄ Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν,
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
χορός α΄ Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται,
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
χορός β΄ Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν,
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
χορός α΄ Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται,
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
χορός β΄ Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται,
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
χορός α΄ Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
χορός β΄ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται,
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
χορός α΄ Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
χορός β΄ Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
χορός α΄ Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
χορός β΄ Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
χορός α΄ Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
χορός β΄ Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. (3)
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Στίχ. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι.
Χορὸς ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, μετὰ πασῶν τῶν ἐπουρανίων Δυνάμεων, ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν του Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ της βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν , τὸ ἐκ του Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν. Εἰς Μίαν , Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, τὰ ἐν νυκτὶ καὶ ἡμέρα, τὰ κατὰ νοῦν καὶ διάνοιαν, τὰ πάντα ἡμῖν συγχώρησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα Σου, ἐλθέτω ἡ βασιλεία Σου, γενηθήτω τό θέλημα Σοῦ ὡς ἐν ουρανώ καί ἐπί τῆς γής. Τον ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον, καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καί μή εἰσενέγκῃς ἡμᾶς εἴς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς, Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.
Τὰ Κοντάκια·
α’ Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καί, ὡς ἐχώρουν οἱ Μαθηταί σου, τὴν δόξαν σου, Χριστὲ ὁ Θεός, ἐθεάσαντο, ἵνα, ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσι, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
β’ Τὸ Κοντάκιον τῆς ἡμέρας…
γ’ Τὸ Κοντάκιον τοῦ Ἁγίου τοῦ Ναοῦ…
δ’ Τὸ Μαρτυρικὸν τοῦ Ἤχου…
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι.
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
Κύριε ἐλέησον μ’ (40)
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον ιβ’ (12)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.
Ὁ Ἱερεύς, Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Ὁ χορός· Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ημάς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἡμῖν. Ἅγιε, επίσκεψε καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος Σου.
Κύριε ἐλέησον γ’ (3)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα Σου, ἐλθέτω ἡ βασιλεία Σου, γενηθήτω τό θέλημα Σοῦ ὡς ἐν ουρανώ καί ἐπί τῆς γής. Τον ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον, καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καί μή εἰσενέγκῃς ἡμᾶς εἴς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς, Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.
Κύριε ἐλέησον ιβ’ (12)
Ὁ Ἱερεύς, Παναγία Τριὰς, τὸ ὁμοούσιον κράτος, ἡ ἀδιαίρετος βασιλεία, ἡ πάντων τῶν ἀγαθῶν αἰτία, εὐδόκησον δὴ καὶ ἐπ’ἐμοὶ τῷ ἁμαρτωλῷ· στήριξον, συνέτισον τὴν καρδίαν μου, καὶ πᾶσαν περίελέ μου τὴν βεβηλότητα· φώτισόν μου τὴν διάνοιαν, ἵνα διαπαντὸς δοξάζω, ὑμνῶ,προσκυνῶ,καὶ λέγω· Εἷς ἅγιος, εἷς, Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρὸς ·ἀμήν.
Ὁ ἱερεύς ποιεῖ τήν Ἀπόλυσιν.
Ὁ ἱερεύς, Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμός ΡΓ’ (103)
Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν·
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (3).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Ὁ ἱερεύς, Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός· Κύριε, ἐλέησον (καὶ μετὰ ἀπὸ κάθε αἴτηση)
Ὁ ἱερεύς, Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν Βαρθολομαίου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ ἱερεύς, Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν, ποίησον μεθ᾿ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια. Σὺ εἶ Θεὸς μόνος καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ ὄνομά σου τὸ ἅγιον.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ὁ Ἀναγνώστης σταθεὶς ἐν τῷ μέσῳ τοῦ ναοῦ, ἀναγινώσκει εὐκρινῶς καὶ ἐκφώνως τοὺς ψαλμοὺς τοῦ ιη΄ καθίσματος τοῦ Ψαλτηρίου εἰς τρεῖς στάσεις.
Λειτουργικό σχόλιο
Καθ’ ὄν χρόνον ἀναγινώσκεται τό Πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου, ὁ Ἱερεύς κάνει τρείς μετανοίας πρό τῆς Ἁγίας Τραπέζης, ἀνοίγει τό Ἀρτοφόριον, καί θυμιάσας τά Δῶρα, ἁπλώνει τό Ἀντιμήνσιον καί θέτει τό Δισκάριον ἐπ Αὐτοῦ, Ἀφοῦ μεταφέρη τόν Ἀμνόν ἐπ Αὐτοῦ, καλύπτει μέ τόν Ἀστερίσκον καί ἕνα κάλυμμα, τότε, προηγουμένου τοῦ θυμιατοῦ, ἀπέρχεται εἰς τήν Πρόθεσιν, καί ἐναποθέτει τό Δισκάριον, φέρον τόν Ἀμνόν.
Κατόπιν βάζει οἶνον καί ὕδωρ εἰς τό Ἁγιον Ποτήριον καί καλύπτει αὐτό, καί μετά ταῦτα, διά τοῦ Ἀέρος ἀμφότερα τά σκεύη. Εἰς κάθε πρᾶξιν λέγει ἁπλῶς τό: «Δι’ Εὐχῶν τών Ἁγίων Πατέρων ἡμῶν, Κύριε Iησού Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς»
Πρώτη Στάσις τοῦ Καθίσματος
Ψαλμὸς ΡΙΘ (119)
Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα καὶ εἰσήκουσέ μου. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. Τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς. Οἴμοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Πολλὰ παρῴκησεν ἡ ψυχή μου. Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.
Ψαλμὸς ΡΚ (120)
Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε. Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν ᾿Ισραήλ. Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ψαλμὸς ΡΚΑ (121)
Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό! Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ· καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι.
Ψαλμὸς ΡΚΒ (122)
Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν· τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Ψαλμὸς ΡΚΓ (123)
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ· εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾿ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ᾿ ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐῤῥύσθημεν. Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα σοι, ὁ Θεὸς (τρίς).
Κύριε, ἐλέησον (τρίς).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι·
Ὁ ἱερεύς, Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς· ἀλλὰ ποίησον μεθ᾿ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας· καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων.
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Στάσις Δευτέρα τοῦ Καθίσματος
Ψαλμὸς ΡΚΔ (124)
Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. Ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ράβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαὶων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν· Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.
Ψαλμὸς ΡΚΕ (125)
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾿ αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν· ἐγενήθημεν εὐφραινόμενοι. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν.
Ψαλμὸς ΡΚΣΤ (126)
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί, ὁ μισθός τοῦ καρποῦ τῆς γαστρός. Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Μακάριος, ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.
Ψαλμὸς ΡΚΖ (127)
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.
Ψαλμὸς ΡΚΗ (128)
Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί· ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη. Οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. Καὶ οὐκ εἶπον οἱ παράγοντες· Εὐλογία Κυρίου ἐφ᾿ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα σοι, ὁ Θεὸς (τρίς).
Κύριε, ἐλέησον (τρίς).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι·
Ὁ ἱερεύς, Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Κύριε ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου, ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου· ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός, Ἀμήν. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
Στάσις Τρίτη τοῦ Καθίσματος
Ψαλμὸς ΡΚΘ (129)
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τὶς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου, εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ψαλμὸς ΡΛ (130)
Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. Οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. Ελπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ψαλμὸς ΡΛΑ (131)
Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου. Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου. Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Ἕνεκεν Δαυΐδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ· ἡτοίμασα λύχνον τῷ χριστῷ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
Ψαλμὸς ΡΛΒ (132)
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ. Ὡς δρόσος Ἀερμών, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.
Ψαλμὸς ΡΛΓ (133)
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα σοι, ὁ Θεὸς (τρίς).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Ὁ ἱερεύς, Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου, τοῦ δοῦναι μεγαλωσύνην τῷ ὀνόματί σου τῷ ἁγίῳ· καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός, Ἀμήν.
Καὶ ψάλλονται ὑπὸ τοῦ Χοροῦ τὰ «Κεκραγάρια», ἤτοι οἱ ψαλμοὶ ΡΜ΄, ΡΜΑ΄,ΡΚΘ΄ καὶ ΡΙΣΤ΄ εἰς τὸν ὡρισμένον τῆς ἑβδομάδος ἦχον.
Ψαλμὸς ΡΜ (140)
Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου. Εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σε. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ΡΜΑ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Λειτουργικό σχόλιο
Εἰς τάς λέξεις “ὡς θυμίαμα” τοῦ Κατευθυνθήτω, ὁ ἱερεύς θυμιά τήν ἁγίαν Τράπεζαν καί τήν Πρόθεσιν, καί ἐξερχόμενος δια τῆς βορείου πύλης, θυμιά τάς ἁγίας εἰκόνας καί τόν λαόν κατά τήν συνήθη τάξην.
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς ΡΚΘ (128)
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ψαλμὸς ΡΙΣΤ (116)
Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Μικρά Είσοδος
Ἐάν ὅμως εἰναι ἑορτή ὁ Ἱερεύς εἰσοδεύει μετά τοῦ ἱεροῦ Εὐαγγελίου.
Ὁ ἱερεύς, Τοῦ Κυρίου δεηθῶμεν.
Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, δέσποτα τῶν ἁπάντων, φιλάνθρωπε Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου· καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ὁ Ἱερεὺς εὐλογεῖ λέγων·
Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Σοφία. Ὀρθοί.
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σε δοξάζει.
Ὁ ἀναγνώστης, Προκείμενον. Γενέσεως (ή της Εξόδου) το Ανάγνωσμα… Κέλευσον!
Ὁ Ἱερεύς: Σοφία, Ὀρθοί. Φῶς Χριστοῦ φαίνει πᾶσι.
Λειτουργικό σχόλιο
Καὶ ἐρχόμενος πρὸς τὴν Ὡραίαν Πύλην, βλέπων πρὸς τὴν εἰκόνα τοῦ Χριστοῦ καὶ τὸν λαὸν ἐκφωνεῖ· Φῶς Χριστοῦ φαίνει πᾶσι.
Καί εὐλογῶν διά τῆς λαμπάδος σταυροειδῶς, ἐπανέρχεται ἐν τῷ Ἱερῷ.
Ὁ ἀναγνώστης, Παροιμιών (ή Ιώβ) το Ανάγνωσμα
Ὁ ἱερεὺς ἱστάμενος πρὸ τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν ἐλαφρῶς, ψάλλει κατανυκτικῶς τὸ «Κατευθυνθήτω».
Ὁ Ἱερεύς, Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Εἶτα ἐπαναλαμβάνει τὸ αὐτὸ εἰς τὸν αὐτὸν ἦχον ὁ Χορός, τετράκις, ἐν ᾧ ὁ ἱερεὺς εἰς ἕκαστον «Κατευθυνθήτω» θυμιᾷ κύκλῳ ἑκάστην πλευρὰν τῆς ἁγίας Τραπέζης λέγων ἐκφώνως·
Εἰς τὸ δεξιὸν τῆς ἁγίας Τραπέζης·
Στὶχ. α΄. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
Ὁ χορός, Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Ὄπισθεν τῆς ἁγίας Τραπέζης·
Στίχ. β΄. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Ὁ χορός, Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Εἰς τὸ ἀριστερὸν τῆς ἁγίας Τραπέζης·
Στίχ. γ΄. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Ὁ χορός, Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Ἔμπροσθεν τῆς ἁγίας Τραπέζης·
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ὁ χορός, Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Ὁ Ἱερεύς, Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Είπωμεν πάντες εξ όλης της ψυχής και εξ όλης της διανοίας ημών είπωμεν.
Ὁ χορός, Κύριε ἐλέησον (3), (καί μετά ἀπό κάθε αἴτηση)
Ὁ Ἱερεύς, Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Βαρθολομαίου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ο Θεός ημών, την εκτενή ταύτην ικεσίαν πρόσδεξαι παρά των σων δούλων, και ελέησον ημάς κατά το πλήθος του ελέους σου, και τους οικτιρμούς σου κατάπεμψον εφ’ ημάς, και επί πάντα τον λαόν σου, τον απεκδεχόμενον το παρά σου πλούσιον έλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εύξασθε οι Κατηχούμενοι τω Κυρίω. Οι πιστοί, υπέρ των Κατηχουμένων δεηθώμεν. Ίνα ο Κύριος αυτούς ελεήση. Κατηχήση αυτούς τον λόγον της αληθείας. Αποκαλύψη αυτοίς το Ευαγγέλιον της δικαιοσύνης. Ενώση αυτούς τη αγία αυτού Καθολική και Αποστολική Εκκλησία. Σώσον, ελέησον, αντιλαβού, και διαφύλαξον αυτούς, ο Θεός, τη ση χάριτι. Οι Κατηχούμενοι τας κεφαλάς υμών τω Κυρίω κλίνατε.
Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους, καὶ λύτρωσαι αὐτοὺς τῆς παλαιᾶς πλάνης καὶ τῆς μεθοδείας τοῦ ἀντικειμένου· καὶ προσκάλεσαι αὐτοὺς εἰς τὴν ζωὴν τὴν αἰώνιον, φωτίζων αὐτῶν τὰς ψυχὰς καὶ τὰ σώματα, καὶ συγκαταριθμῶν αὐτοὺς τῇ λογικῇ σου ποίμνῃ, ἐφ᾿ ἣν τὸ ὄνομά σου τὸ ἅγιον ἐπικέκληται.
Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ του Υἱοῦ καὶ του ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.
Ὅσοι κατηχούμενοι, προέλθετε· οἱ κατηχούμενοι, προέλθετε. Ὅσοι κατηχούμενοι, προέλθετε. Μή τις τῶν κατηχουμένων. Όσοι πιστοί, Έτι, και έτι εν ειρήνη του Κυρίου δεηθώμεν. Αντιλαβού, σώσον, ελέησον, και διαφύλαξον ημάς, ο Θεός, τη ση χάριτι. Σοφία.
Ὁ Ἱερεύς, Ὁ Θεός ὁ μέγας καὶ αἰνετός, ὁ τῷ ζωοποιῷ τοῦ Χριστοῦ σου θανάτῳ εἰς ἀφθαρσίαν ἡμᾶς ἐκ φθορᾶς μεταστήσας, σὺ πάσας ἡμῶν τὰς αἰσθήσεις τῆς ἐμπαθοῦς νεκρώσεως ἐλευθέρωσον, ἀγαθὸν ταύταις ἡγεμόνα τὸν ἔνδοθεν λογισμὸν ἐπιστήσας. Καὶ ὀφθαλμὸς μὲν ἀπέστω παντὸς πονηροῦ βλέμματος, ἀκοὴ δὲ λόγοις ἀργοῖς ἀνεπίβατος, ἡ δὲ γλῶσσα καθαρευέτω ῥημάτων ἀπρεπῶν. Ἅγνισον ἡμῶν τὰ χείλη τὰ αἰνοῦντά σε, Κύριε· τὰς χεῖρας ἡμῶν ποίησον τῶν μὲν φαύλων ἀπέχεσθαι πράξεων, ἐνεργεῖν δὲ μόνα τὰ σοὶ εὐάρεστα, πάντα ἡμῶν τὰ μέλη καὶ τὴν διάνοιαν τῇ σῇ κατασφαλιζόμενος χάριτι.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Δέσποτα ἅγιε, ὑπεράγαθε, δυσωποῦμέν σε τὸν ἐν ἐλέει πλούσιον, ἵλεων γενέσθαι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀξίους ἡμᾶς ποιῆσαι τῆς ὑποδοχῆς τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, τοῦ βασιλέως τῆς δόξης. Ἰδοὺ γὰρ τὸ ἄχραντον αὐτοῦ σῶμα καὶ τὸ ζωοποιὸν αἷμα, κατὰ τὴν παροῦσαν ὥραν εἰσπορευόμενα, τῇ μυστικῇ ταύτῃ προτίθεσθαι μέλλει τραπέζῃ, ὑπὸ πλήθους στρατιᾶς οὐρανίου ἀοράτως δορυφορούμενα· ὧν τὴν μετάληψιν ἀκατάκριτον ἡμῖν δώρησαι· ἵνα, δι᾿ αὐτῶν τὸ τῆς διανοίας ὄμμα καταυγαζόμενοι υἱοὶ φωτὸς καὶ ἡμέρας γενώμεθα.
Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός, Νῦν αἱ Δυνάμεις τῶν οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρεύουσιν. Ἰδοὺ γὰρ εἰσπορεύεται ὁ βασιλεὺς τῆς δόξης.
Εδώ διακόπτεται ο ύμνος, Γίνεται η είσοδος εν απολύτω σιγή, του Ιερέως φέροντος τον Αέρα επί της κεφαλής και κρατών τα Άγια, Διότι τα Δώρα ειναι προηγιασμένα, ο λαός γονατίζει ευλαβώς, εγείρεται δε όταν εναποτίθενται επί της Αγίας Τραπέζης.
Ὁ χορός, Ἰδοὺ θυσία μυστική τετελειωμένη δορυφορεῖται. Πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Ὁ χορός, Κύριε ἐλέησον, (καί μετά ἀπό κάθε αἴτηση)
Ὁ Ἱερεύς, Πληρώσωμεν την εσπερινήν δέησιν ημών τω Κυρίω.
Ὑπὲρ τῶν προτεθέντων καὶ προαγιασθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος, δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου καί των μετά πίστεως, εὐλαβείας καί φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ρυσθῆναι ἡμᾶς ἀπό πάσης θλίψεως, ὀργῆς, κινδύνου καί ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καί διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τήν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικήν καί ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Ἱερεὺς ἐπεύχεται μυστικῶς·
Ὁ τῶν ἀῤῥήτων καὶ ἀθεάτων μυστηρίων Θεός, παρ᾿ ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι· ὁ τὴν διακονίαν τῆς Λειτουργίας ταύτης ἀποκαλύψας ἡμῖν καὶ θέμενος ἡμᾶς τοὺς ἁμαρτωλοὺς διὰ τὴν πολλήν σου φιλανθρωπίαν εἰς τὸ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· αὐτός, ἀόρατε βασιλεῦ, ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ἔπιδε ἐφ᾿ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, τοὺς τῷ ἁγίῳ σου τούτῳ θυσιαστηρίῳ, ὡς τῷ χερουβικῷ σου παρισταμένους θρόνῳ, ἐφ᾿ ᾧ ὁ μονογενής σου Υἱὸς καὶ Θεὸς ἡμῶν διὰ τῶν προκειμένων φρικτῶν ἐπαναπαύεται μυστηρίων· καὶ πάσης ἡμᾶς καὶ τὸν πιστόν σου λαὸν ἐλευθερώσας ἀκαθαρσίας, ἁγίασον πάντων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα, ἁγιασμῷ ἀναφαιρέτῳ· ἵνα, ἐν καθαρῷ συνειδότι, ἀνεπαισχύντῳ προσώπῳ, καὶ πεφωτισμένῃ καρδίᾳ, τῶν θείων τούτων μεταλαμβάνοντες ἁγιασμάτων καὶ ὑπ᾿ αὐτῶν ζωοποιούμενοι, ἑνωθῶμεν αὐτῷ τῷ Χριστῷ σου, τῷ ἀληθινῶ Θεῷ ἡμῶν, τῷ εἰπόντι· Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ· ὅπως ἐνοικοῦντος ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος τοῦ Λόγου σου, Κύριε, γενώμεθα ναὸς τοῦ παναγίου καὶ προσκυνητοῦ σου Πνεύματος, λελυτρωμένοι πάσης διαβολικῆς μεθοδείας, ἐν πράξει ἢ λόγῳ, ἢ κατὰ διάνοιαν ἐνεργουμένης, καὶ τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, σὺν πᾶσι τοῖς ἁγίοις σου τοῖς ἀπ᾿ αἰῶνός σοι εὐαρεστήσασιν.
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεόν, Πατέρα καὶ λέγειν·
Ὁ ἀναγνώστης, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὀνομά σου, ἐλθέτω ἡ βασιλεία σου γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς· τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό του πονηροῦ.
Ὁ Ἱερεύς, Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Εἰρήνη πᾶσι.
Ὁ χορός, Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεύς, Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ χορός, Σοί, Κύριε.
Ὁ Ἱερεύς, Ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ἔπιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ πάντα τὸν λαόν σου καὶ φύλαξον αὐτὸν καὶ ἀξίωσον πάντας ἡμᾶς ἀκατακρίτως μετασχεῖν τῶν ζωοποιῶν σου τούτων μυστηρίων· σοὶ γὰρ τὰς ἑαυτῶν ὑπεκλίναμεν κεφαλάς, ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καὶ τοῦ τιμίου Αἵματος, καὶ δι᾿ ἡμῶν παντὶ τῷ λαῷ.
Πρόσχωμεν. Τὰ Προηγιασμένα Ἅγια τοῖς ἁγίοις.
Ὁ χορός, Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός· Ἀμήν.
Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Ἀλληλούϊα.
Ὁ Ἱερεύς, Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
Ὁ χορός, Ἀμήν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.
Ὁ Ἱερεύς, Σῶσον, ὁ Θεός, τὸν λαὸν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Ὁ χορός, Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου· ἄρτον οὐράνιον καὶ ποτήριον ζωῆς γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Ὁ Ἱερεύς, Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα Σου. Εὐλογητὸς ὁ Θεὸς ἡμῶν· πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Ὁ Ἱερεύς, Ὀρθοί· Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Εὐχαριστοῦμέν σοι, τῷ Σωτῆρι τῶν ὅλων Θεῷ, ἐπὶ πᾶσιν οἷς παρέσχου ἡμῖν ἀγαθοῖς καὶ ἐπὶ τῇ μεταλήψει τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου. Καὶ δεόμεθά σου, Δέσποτα φιλάνθρωπε· φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου· καὶ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς φωτισμὸν ψυχῆς καὶ σώματος, εἰς βασιλείας οὐρανῶν κληρονομίαν.
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός, Ἀμήν.
Ὁ Ἱερεύς, Ἐν εἰρήνῃ προέλθωμεν.
Ὁ χορός, Ἐν ὀνόματι Κυρίου.
Ὁ Ἱερεύς, Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός, Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς, Δέσποτα παντοκράτορ, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας· ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως· ὁ διὰ τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας, τὰ θεοχάρακτα γράμματα, τῷ θεράποντί σου Μωσεῖ· παράσχου καὶ ἡμῖν, ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆσαι, τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι, νικητάς τε τῆς ἁμαρτίας ἀναφανῆναι καὶ ἀκατακρίτως φθάσαι προσκυνῆσαι καὶ τήν ἁγίαν ἀνάστασιν. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός, Ἀμήν. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος (τρίς).
Ὁ Ἱερεύς, Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, καὶ κοινωνοὺς ἡμᾶς ποιήσας τῶν φρικτῶν σου μυστηρίων, σύναψον τῇ λογικῇ σου ποίμνῃ, καὶ κληρονόμους ἀνάδειξον τῆς βασιλείας σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός, Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς, Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ᾿ ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἱερεύς ποιεῖ τήν Ἀπόλυσιν.
Ὁ Ἀναγνώστης ἀναγινώσκει εὐκρινῶς τοὺς Ψαλμοὺς ΛΓ καὶ ΡΜΔ. Κατὰ δὲ τὴν διάρκειαν τῆς ἀναγνώσεως τῶν ψαλμῶν ὁ ἱερεὺς διανέμει τῷ λαῷ τὸ ἀντίδωρον.
Ψαλμὸς ΛΓ (33)
Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾿ αὐτόν. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαὶους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Πολλαὶ αἱ θλίψεις τῶν δικαὶων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ᾿ αὐτόν.
Ψαλμὸς ΡΜΔ (144)
Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσονται. Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. Δόξαν τῆς βασιλείας σου ἐροῦσι, καὶ τὴν δυναστείαν σου λαλήσουσι Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας. Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐτούς. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου· καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ὁ ἀναγνώστης: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Κύριε, ἐλέησον (τρίς). Πάτερ ἅγιε, εὐλόγησον.
Ὁ Ἱερεύς, Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς.
