Ευαγγέλιο
Ευαγγέλιο

Ευαγγέλιο

Κυριακή Ζ΄ Λουκά 08/11/2026

Ευαγγέλιο

ΚΑΤΑ ΛΟΥΚΑΝ η´ 41 – 56

ΕΡΜΗΝΕΥΤΙΚΗ ΑΠΟΔΟΣΗ Π.ΤΡΕΜΠΕΛΑ

41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,

41 Καὶ ἰδοὺ ἦλθεν εἰς τὸν Ἰησοῦν κάποιος ἄνθρωπος, ποὺ ὠνομάζετο Ἰάειρος. Καὶ ἦτο αὐτὸς ἄρχων τῆς συναγωγῆς. Καὶ ἀφοῦ ἔπεσε γονατιστὸς πλησίον τῶν ποδῶν τοῦ Ἰησοῦ, τὸν παρεκάλει νὰ ἔμβῃ εἰς τὸν οἶκον του·

42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.

42 διότι εἶχε κόρην μονάκριβον περίπου δώδεκα χρόνων, καὶ αὐτὴ ἦτο εἰς τὰ τελευταῖα της καὶ ἐπέθαινεν. Ὅταν δὲ ὁ Ἰησοῦς ἐπήγαινε εἰς τὸ σπίτι τοῦ Ἰαείρου, τὰ πλήθη τοῦ λαοῦ τὸν ἐστενοχώρουν καὶ τὸν ἐπίεζον.

43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸς θεραπευθῆναι,

43 Καὶ μία γυναῖκα, ποὺ ὑπέφερεν ἀπὸ αἱμορραγίαν πρὸ δώδεκα ἐτῶν, ἡ ὁποία μαζὶ μὲ τὰ ἄλλα βάσανα τῆς ἀσθενείας εἶχεν ἐξοδεύσει ὅλην τὴν περιουσίαν της εἰς ἰατροὺς καὶ δὲν ἠδυνήθη νὰ θεραπευθῇ ἀπὸ κανένα,

44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.

44 ἀφοῦ ἐπλησίασεν ἀπὸ πίσω τὸν Ἰησοῦν, ὥστε νὰ μὴ τὴν ἀντιληφθῇ κανείς, ἐπειδὴ ἐντρέπετο νὰ γίνῃ φανερὸν τὸ νόσημά της, ἤγγισε τὸ ἄκρον τοῦ ἐξωτερικοῦ ἐνδύματός του καὶ παρευθὺς ἐσταμάτησεν ἡ αἱμορραγία της.

45 καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι καὶ λέγεις τίς ὁ ἁψάμενός μου;

45 Καὶ εἶπεν ὁ Ἰησοῦς· Ποῖος εἶναι ἐκεῖνος, ποὺ μὲ ἤγγισεν; Ἐπειδὴ δὲ ὅλοι οἱ τριγύρω ἠρνοῦντο, εἶπεν ὁ Πέτρος καὶ οἱ ἄλλοι μαθηταί, ποὺ ἦσαν μαζί του· Διδάσκαλε, τὰ πλήθη τοῦ λαοῦ σὲ περιεκύκλωσαν καὶ σὲ πιέζουν· καὶ σὺ λέγεις· Ποῖος μὲ ἤγγισε;

46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ.

46 Ὁ Ἰησοῦς ὅμως εἶπε· Κάποιος μὲ ἤγγισε. Διότι ἐγὼ ἐκατάλαβα, ὅτι ἐβγῆκεν ἀπὸ ἐπάνω μου δύναμις θαυματουργική.

47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.

47 Ὅταν δὲ εἶδεν ἡ γυναῖκα, ὅτι δὲν ἐκρύφθη καὶ δὲν ἐξέφυγεν ἀπὸ τὸν Ἰησοῦν αὐτὸ ποὺ ἔκαμεν, ἦλθε τρέμουσα ἀπὸ τὸν φόβον της καὶ ἀφοῦ ἔπεσε γονατιστὴ πρὸ αὐτοῦ, διηγήθη εἰς αὐτὸν ἐμπρὸς εἰς ὅλον τὸ πλῆθος τοῦ λαοῦ τὴν αἰτίαν, διὰ τὴν ὁποίαν τὸν ἤγγισε, καὶ πῶς ἐθεραπεύθη ἀμέσως.

48 ὁ δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

48 Ὁ Ἰησοῦς δὲ τῆς εἶπεν· Ἔχε θάρρος, κόρη μου· ἡ πεποίθησις ποὺ εἶχες, ὅτι θὰ εὕρισκες τὴν ὑγείαν σου, ἐὰν μὲ ἤγγιζες, αὐτὴ ἡ πίστις σου σὲ ἔχει θεραπεύσει. Πήγαινε εἰς τὸ καλό, εἰρηνικὴ καὶ ἐλευθέρα ἀπὸ κάθε ἀνησυχίαν, ποὺ ἐδοκίμαζες προτήτερα ἐξ αἰτίας τῆς ἀσθενείας σου.

49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον.

49 Ἐνῷ δὲ ὡμίλει ἀκόμη ὁ Ἰησοῦς, ἦλθε κάποιος ἀπὸ τὸ σπίτι τοῦ ἀρχισυναγώγου καὶ τοῦ εἶπεν ὅτι ἀπέθανεν ἡ κόρη σου μὴ βάζης πλέον εἰς κόπον καὶ ἐνόχλησιν τὸν Διδάσκαλον.

50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται.

50 Ὁ Ἰησοῦς ὅμως, ὅταν ἤκουσε τὴν εἴδησιν αὐτήν, ἔδωκεν εἰς αὐτὸν τὴν ἀπάντησιν καὶ εἶπε· Μὴ φοβῆσαι, μόνον ἑξακολούθει νὰ πιστεύῃς καὶ θὰ σωθῇ ἀπὸ τὸν θάνατον ἡ κόρη σου.

51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.

51 Ὅταν δὲ ἦλθεν εἰς τὸ σπίτι τοῦ Ἰαείρου, δὲν ἀφῆκε νὰ ἔμβῃ κανεὶς ἄλλος εἰς τὸ δωμάτιον τῆς νεκρᾶς, παρὰ μόνον ὁ Πέτρος καὶ ὁ Ἰωάννης καὶ ὁ Ἰάκωβος καὶ ὁ πατέρας τοῦ κορασίου καὶ ἡ μητέρα.

52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.

52 Ἔκλαιον δὲ ὅλοι καὶ ἐκτυποῦσαν τὰ στήθη των καὶ τὰς κεφαλάς των διὰ τὴν νεκράν. Αὐτὸς δὲ τοὺς εἶπε· Μὴ κλαίετε· δὲν ἀπέθανεν, ἀλλὰ κοιμᾶται.

53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.

53 Καὶ τὸν περιγελοῦσαν, διότι ἦσαν βέβαιοι, ὅτι τὸ κοράσιον ἦτο πεθαμένον.

54 αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου.

54 Αὐτὸς ὅμως, ἀφοῦ ἔβγαλεν ἔξω ὅλους καὶ ἔπιασε τὸ χέρι της, ἐφώναξε καὶ εἶπε· Κόρη, σήκω ἐπάνω.

55 καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.

55 Καὶ ἐπέστρεψεν εἰς τὸ σῶμα ἡ ψυχή της, καὶ ἀνεστήθη ἀμέσως· καὶ ὁ Ἰησοῦς διέταξε νὰ τῆς δοθῇ φαγητὸν νὰ φάγῃ διὰ νὰ ἀναλάβῃ δυνάμεις κατόπιν τῆς ἑξαντλήσεως, ποὺ τῆς εἶχε φέρει ἡ μακρὰ καὶ θανατηφόρος ἀσθένειά της.

56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

56 Καὶ ἐκυριεύθησαν ἀπὸ βαθὺν καὶ μεγάλον θαυμασμὸν οἱ γονεῖς της. Ὁ δὲ Ἰησοῦς τοὺς παρήγγειλε νὰ μὴ εἶπουν εἰς κανένα τὸ γεγονός, διὰ νὰ μὴ ἐρεθίζεται ὁ φθόνος τῶν ἐχθρῶν του.